申命記 34
Freedom Bible (フリーダム・バイブル)Translation
Freedom Bible (フリーダム・バイブル)
Septuagint (Greek Old Testament), second edition
1モーセはモアブの平野からネボ山、すなわちエリコの向かいにあるピスガの頂に登った。主は彼に、ダンに至る全ギルアデ、
1ΚΑΙ ἀνέβη Μωυσῆς ἀπὸ Ἀραβὼθ Μωὰβ ἐπὶ τὸ ὄρος Ναβαῦ, ἐπὶ κορυφὴν Φασγά, ἥ ἐστιν ἐπὶ προσώπου Ἰεριχώ. καὶ ἔδειξεν αὐτῷ Κύριος πᾶσαν τὴν γῆν Γαλαὰδ ἕως Δὰν
2全ナフタリ、エフライムとマナセの地、西の海に至るユダの全土、
2καὶ πᾶσαν τὴν γῆν Νεφθαλὶ καὶ πᾶσαν τὴν γῆν Ἐφραΐμ καὶ Μανασσῆ καὶ πᾶσαν τὴν γῆν Ἰούδα ἕως τῆς θαλάσσης τῆς ἐσχάτης
3南 、およびツォアルに至るやしの木の町エリコの谷の平野をお見せになった。
3καὶ τὴν ἔρημον καὶ τὰ περίχωρα Ἱεριχώ, πόλιν φοινίκων ἕως Σηγώρ.
4主は彼に言われた。「これが、わたしがアブラハム、イサク、ヤコブに誓って、『わたしはこれをあなたの子孫に与える』と言った地である。わたしはあなたの目でそれを見させたが、あなたはそこに渡って行くことはない。」
4καὶ εἶπε Κύριος πρὸς Μωυσῆν· αὕτη ἡ γῆ, ἣν ὤμοσα τῷ Ἁβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ λέγων· τῷ σπέρματι ὑμῶν δώσω αὐτήν· καὶ ἔδειξα τοῖς ὀφθαλμοῖς σου, καὶ ἐκεῖ οὐκ εἰσελεύσῃ.
5こうして主のしもべモーセは、主の言葉のとおりにモアブの地で死んだ。
5καὶ ἐτελεύτησε Μωυσῆς ὁ οἰκέτης Κυρίου ἐν γῇ Μωὰβ διὰ ρήματος Κυρίου.
6主は彼をベテ・ペオルの向かいのモアブの地の谷に葬られたが、今日に至るまでだれも彼の墓を知らない。
6καὶ ἔθαψαν αὐτὸν ἐν Γαῖ ἐγγὺς οἴκου Φογώρ· καὶ οὐκ εἶδεν οὐδεὶς τὴν ταφὴν αὐτοῦ ἕως τῆς ἡμέρας ταύτης.
7モーセは死んだ時、百二十歳であった。その目はかすまず、力も衰えていなかった。
7Μωυσῆς δὲ ἦν ἑκατὸν καὶ εἴκοσιν ἐτῶν ἐν τῷ τελευτᾶν αὐτόν· οὐκ ἠμαυρώθησαν οἱ ὀφθαλμοὶ αὐτοῦ, οὐδὲ ἐφθάρησαν τὰ χελώνια αὐτοῦ.
8イスラエルの子らはモアブの平野で三十日間、モーセのために泣き悲しんだ。こうしてモーセのために泣き悲しむ喪の日々は終わった。
8καὶ ἔκλαυσαν οἱ υἱοὶ Ἰσραὴλ Μωυσῆν ἐν Ἀραβὼθ Μωὰβ ἐπὶ τοῦ Ἰορδάνου κατὰ Ἱεριχὼ τριάκοντα ἡμέρας· καὶ συνετελέσθησαν αἱ ἡμέραι πένθους κλαυθμοῦ Μωυσῆ.
9ヌンの子ヨシュアは知恵の霊に満たされていた。モーセが彼の上に手を置いていたからである。イスラエルの子らは彼に聞き従い、主がモーセに命じられたとおりに行った。
9καὶ Ἰησοῦς υἱὸς Ναυὴ ἐνεπλήσθη πνεύματος συνέσεως, ἐπέθηκε γὰρ Μωυσῆς τὰς χεῖρας αὐτοῦ ἐπ᾿ αὐτόν· καὶ εἰσήκουσαν αὐτοῦ οἱ υἱοὶ Ἰσραὴλ καὶ ἐποίησαν καθότι ἐνετείλατο Κύριος τῷ Μωυσῇ.
10それ以来、イスラエルにはモーセのような預言者は起こらなかった。主は顔と顔を合わせて彼を知られ、
10καὶ οὐκ ἀνέστη ἔτι προφήτης ἐν Ἰσραὴλ ὡς Μωυσῆς, ὃν ἔγνω Κύριος αὐτὸν πρόσωπον κατὰ πρόσωπον,
11主が彼を遣わして、エジプトの地でファラオとそのすべての家来たち、およびその全土に行わせたすべてのしるしと不思議において、
11ἐν πᾶσι τοῖς σημείοις καὶ τέρασιν, ὃν ἀπέστειλεν αὐτὸν Κύριος ποιῆσαι αὐτὰ ἐν γῇ Αἰγύπτῳ Φαραὼ καὶ τοῖς θεράπουσιν αὐτοῦ καὶ πάσῃ τῇ γῇ αὐτοῦ,
12また、モーセが全イスラエルの目の前で行った、あのすべての力強い御手と、あのすべての恐るべき大いなるわざにおいて、彼に並ぶ者はいなかった。
12τὰ θαυμάσια τὰ μεγάλα καὶ τὴν χεῖρα τὴν κραταιάν, ἃ ἐποίησε Μωυσῆς ἔναντι παντὸς Ἰσραήλ.
Tip: use the ← and → keys to turn chapters.