申命記
Chapter 23
Freedom Bible (フリーダム・バイブル)
vs Septuagint (Greek …
Aa
Text size
Line width
Verse numbers
Freedom Bible (フリーダム・バイブル)
Septuagint (Greek Old Testament), second edition
1睾丸が砕かれたり、陰茎が切り取られたりした者は、主の集会に入ってはならない。
1ΟΥ λήψεται ἄνθρωπος τὴν γυναῖκα τοῦ πατρὸς αὐτοῦ καὶ οὐκ ἀποκαλύψει συγκάλυμμα τοῦ πατρὸς αὐτοῦ.
2禁じられた結合から生まれた者は主の集会に入ってはならない。十代目に至るまで、その子孫はだれも主の集会に入ってはならない。
2Οὐκ εἰσελεύσεται θλαδίας οὐδὲ ἀποκεκομμένος εἰς τὴν ἐκκλησίαν Κυρίου.
3アンモン人やモアブ人は主の集会に入ってはならない。十代目に至るまで、彼らのうちの誰も、永遠に主の集会に入ってはならない。
3οὐκ εἰσελεύσεται ἐκ πόρνης εἰς ἐκκλησίαν Κυρίου.
4あなたがたがエジプトから出て来たとき、彼らが道でパンと水をもってあなたがたを出迎えなかったからである。また、彼らがメソポタミアのペトルからベオルの子バラムを雇い、あなたを呪わせようとしたからである。
4οὐκ εἰσελεύσεται Ἀμμανίτης καὶ Μωαβίτης εἰς ἐκκλησίαν Κυρίου· καὶ ἕως δεκάτης γενεᾶς οὐκ εἰσελεύσεται εἰς τὴν ἐκκλησίαν Κυρίου καὶ ἕως εἰς τὸν αἰῶνα,
5しかし、あなたの神、主はバラムに聞き従おうとはされなかった。あなたの神、主はあなたを愛しておられたので、あなたの神、主はその呪いをあなたへの祝福に変えられた。
5παρὰ τὸ μὴ συναντῆσαι αὐτοὺς ὑμῖν μετὰ ἄρτων καὶ ὕδατος ἐν τῇ ὁδῷ, ἐκπορευομένων ὑμῶν ἐξ Αἰγύπτου, καὶ ὅτι ἐμισθώσαντο ἐπὶ σὲ τὸν Βαλαὰμ υἱὸν Βεὼρ ἐκ τῆς Μεσοποταμίας καταρᾶσθαί σε·
6あなたは生涯、永遠に彼らの平安や繁栄を求めてはならない。
6καὶ οὐκ ἠθέλησε Κύριος ὁ Θεός σου εἰσακοῦσαι τοῦ Βαλαάμ, καὶ μετέστρεψε Κύριος ὁ Θεός σου τὰς κατάρας εἰς εὐλογίαν, ὅτι ἠγάπησέ σε Κύριος ὁ Θεός σου.
7エドム人を忌み嫌ってはならない。彼はあなたの兄弟だからである。エジプト人を忌み嫌ってはならない。あなたは彼の地で寄留者だったからである。
7οὐ προσαγορεύσεις εἰρηνικὰ αὐτοῖς καὶ συμφέροντα αὐτοῖς πάσας τὰς ἡμέρας σου εἰς τὸν αἰῶνα.
8彼らに生まれた三代目の子供たちは、主の集会に入ることができる。
8οὐ βδελύξῃ Ἰδουμαῖον, ὅτι ἀδελφός σού ἐστιν· οὐ βδελύξῃ Αἰγύπτιον, ὅτι πάροικος ἐγένου ἐν τῇ γῇ αὐτοῦ·
9あなたが敵との戦いのために宿営に出るときは、あらゆる悪事から身を守れ。
9υἱοὶ ἐὰν γεννηθῶσιν αὐτοῖς, γενεᾷ τρίτῃ εἰσελεύσονται εἰς ἐκκλησίαν Κυρίου.
10夜に起こることのために汚れた男がいるなら、その者は宿営の外へ出る。宿営の中に入ってはならない。
10Ἐὰν δὲ ἐξέλθῃς παρεμβαλεῖν ἐπὶ τοὺς ἐχθρούς σου, καὶ φυλάξῃ ἀπὸ παντὸς ρήματος πονηροῦ.
11夕暮れになったら水で身を洗い、日が沈んでから宿営の中へ戻る。
11ἐὰν ᾖ ἐν σοὶ ἄνθρωπος, ὃς οὐκ ἔσται καθαρὸς ἐκ ρύσεως αὐτοῦ νυκτός, καὶ ἐξελεύσεται ἔξω τῆς παρεμβολῆς καὶ οὐκ εἰσελεύσεται εἰς τὴν παρεμβολήν·
12宿営の外に用を足す場所を設けよ。
12καὶ ἔσται τὸ πρὸς ἑσπέραν λούσεται τὸ σῶμα αὐτοῦ ὕδατι καὶ δεδυκότος ἡλίου εἰσελεύσεται εἰς τὴν παρεμβολήν.
13道具の中に小さなへらを持ち、外で用を足すときは、それで穴を掘り、排泄物を覆え。
13καὶ τόπος ἔσται σοι ἔξω τῆς παρεμβολῆς, καὶ ἐξελεύσῃ ἐκεῖ ἔξω·
14あなたの神、主は、あなたを救い出し、敵をあなたの前に引き渡すため、宿営のただ中を歩まれる。それゆえ、宿営を聖く保て。主があなたの中に汚れたものを見て、離れ去ることのないためである。
14καὶ πάσσαλος ἔσται σοι ἐπὶ τῆς ζώνης σου, καὶ ἔσται ὅταν διακαθιζάνῃς ἔξω, καὶ ὀρύξεις ἐν αὐτῷ καὶ ἐπαγαγὼν καλύψεις τὴν ἀσχημοσύνην σου ἐν αὐτῷ·
15主人から逃れてあなたのもとに来た奴隷を、その主人に引き渡してはならない。
15ὅτι Κύριος ὁ Θεός σου ἐμπεριπατεῖ ἐν τῇ παρεμβολῇ σου ἐξελέσθαι σε καὶ παραδοῦναι τὸν ἐχθρόν σου πρὸ προσώπου σου, καὶ ἔσται ἡ παρεμβολή σου ἁγία, καὶ οὐκ ὀφθήσεται ἐν σοὶ ἀσχημοσύνη πράγματος καὶ ἀποστρέψει ἀπὸ σοῦ.
16その奴隷は、あなたがたの町の一つ、自分が選ぶ住みよい場所に、あなたとともに住む。彼を虐げてはならない。
16Οὐ παραδώσεις παῖδα τῷ κυρίῳ αὐτοῦ, ὃς προστέθειταί σοι παρὰ τοῦ κυρίου αὐτοῦ·
17イスラエルの娘の中に遊女がいてはならない。また、イスラエルの息子の中に男娼がいてはならない。
17μετὰ σοῦ κατοικήσει, ἐν ὑμῖν κατοικήσει οὗ ἂν ἀρέσῃ αὐτῷ, οὐ θλίψεις αὐτόν.
18遊女の稼ぎや犬の代金を、いかなる誓願のためにもあなたの神、主の家に持って来てはならない。これら二つのものは、あなたの神、主にとって忌まわしいものだからである。
18Οὐκ ἔσται πόρνη ἀπὸ θυγατέρων Ἰσραήλ, καὶ οὐκ ἔσται πορνεύων ἀπὸ υἱῶν Ἰσραήλ· οὐκ ἔσται τελεσφόρος ἀπὸ θυγατέρων Ἰσραήλ, καὶ οὐκ ἔσται τελεισκόμενος ἀπὸ υἱῶν Ἰσραήλ.
19あなたの兄弟に利息をとって貸してはならない。金の利息、食べ物の利息、その他利息をとって貸すいかなるものもである。
19οὐ προσοίσεις μίσθωμα πόρνης οὐδὲ ἄλλαγμα κυνὸς εἰς τὸν οἶκον Κυρίου τοῦ Θεοῦ σου πρὸς πᾶσαν εὐχήν, ὅτι βδέλυγμα Κυρίῳ τῷ Θεῷ σού ἐστι καὶ ἀμφότερα.
20外国人には利息をとって貸してもよいが、あなたの兄弟には利息をとって貸してはならない。それは、あなたが所有するために行く地において、あなたが手をつけるすべてのことにおいて、あなたの神、主があなたを祝福されるためである。
20Οὐκ ἐκτοκιεῖς τῷ ἀδελφῷ σου τόκον ἀργυρίου καὶ τόκον βρωμάτων καὶ τόκον παντὸς πράγματος, οὗ ἐὰν ἐκδανείσῃς.
21あなたの神、主に誓願を立てるときは、その支払いを遅らせてはならない。あなたの神、主は必ずそれをあなたに求められ、それはあなたの罪となるからである。
21τῷ ἀλλοτρίῳ ἐκτοκιεῖς, τῷ δὲ ἀδελφῷ σου οὐκ ἐκτοκιεῖς, ἵνα εὐλογήσῃ σε Κύριος ὁ Θεός σου ἐν πᾶσι τοῖς ἔργοις σου ἐπὶ τῆς γῆς, εἰς ἣν εἰσπορεύῃ ἐκεῖ κληρονομῆσαι αὐτήν.
22しかし、誓願を立てることを控えるなら、それはあなたの罪にはならない。
22Ἐὰν δὲ εὔξῃ εὐχὴν Κυρίῳ τῷ Θεῷ σου, οὐ χρονιεῖς ἀποδοῦναι αὐτήν, ὅτι ἐκζητῶν ἐκζητήσει Κύριος ὁ Θεός σου παρὰ σοῦ, καὶ ἔσται ἐν σοὶ ἁμαρτία·
23自分の口から出たことを守り行え。あなたの神、主に誓い、自分の口で約束した自発的なささげ物だからである。
23ἐὰν δὲ μὴ θέλῃς εὔξασθαι, οὐκ ἔστιν ἐν σοὶ ἁμαρτία.
24隣人のぶどう園に入ったときは、心の望むままにぶどうを飽きるまで食べてもよいが、自分の器に入れてはならない。
24τὰ ἐκπορευόμενα διὰ τῶν χειλέων σου φυλάξῃ καὶ ποιήσεις ὃν τρόπον ηὔξω Κυρίῳ τῷ Θεῷ σου δόμα, ὃ ἐλάλησας τῷ στόματί σου.
25隣人の立ち穂の畑に入ったときは、手で穂を摘んでもよいが、隣人の立ち穂に鎌を入れてはならない。
25Ἐὰν δὲ εἰσέλθῃς εἰς ἀμητὸν τοῦ πλησίον σου, καὶ συλλέξῃς ἐν ταῖς χερσί σου στάχυς καὶ δρέπανον οὐ μὴ ἐπιβάλῃς ἐπ᾿ ἀμητὸν τοῦ πλησίον σου.
no verse 26 in this text
26ἐὰν δὲ εἰσέλθῃς εἰς τὸν ἀμπελῶνα τοῦ πλησίον σου, φαγῇ σταφυλὴν ὅσον ψυχήν σου ἐμπλησθῆναι, εἰς δὲ ἄγγος οὐκ ἐμβαλεῖς.

Tip: use the ← and → keys to turn chapters.