ヨブ記 20
Freedom Bible (フリーダム・バイブル)Translation
Freedom Bible (フリーダム・バイブル)
Septuagint (Greek Old Testament), second edition
1そこでナアマ人ツォファルが答えた。
1ΥΠΟΛΑΒΩΝ δὲ Σωφὰρ ὁ Μιναῖος λέγει·
2それゆえ、私の思いが答えを促す。 内に焦りがあるからだ。
2οὐχ οὕτως ὑπελάμβανον ἀντερεῖν σε ταῦτα, καὶ οὐχὶ συνίετε μᾶλλον ἢ καὶ ἐγώ.
3私は自分を恥じ入らせる責めを聞いた。 私の悟りの霊が私に答えを促す。
3παιδείαν ἐντροπῆς μου ἀκούσομαι, καὶ πνεῦμα ἐκ τῆς συνέσεως ἀποκρίνεταί μοι.
4あなたは昔からこのことを知らなかったか。 人が地に置かれたその時から、
4μὴ ταῦτα ἔγνως ἀπὸ τοῦ ἔτι, ἀφ᾿ οὗ ἐτέθη ἄνθρωπος ἐπὶ τῆς γῆς;
5悪者の歓喜はつかの間、 神を敬わない者の喜びはただ一瞬であることを。
5εὐφροσύνη γὰρ ἀσεβῶν πτῶμα ἐξαίσιον, χαρμονὴ δὲ παρανόμων ἀπώλεια,
6たとえ彼が天にまで高く上り、 彼の頭が雲に届いたとしても、
6ἐὰν ἀναβῇ εἰς οὐρανὸν αὐτοῦ τὰ δῶρα, ἡ δὲ θυσία αὐτοῦ νεφῶν ἅψηται·
7それでも彼は自分の糞のように、永久に消え去る。 彼を見たことのある者たちは『彼はどこにいるのか』と言うだろう。
7ὅταν γὰρ δοκῇ ἤδη κατεστηρίχθαι, τότε εἰς τέλος ἀπολεῖται· οἱ δὲ εἰδότες αὐτὸν ἐροῦσι· ποῦ ἐστιν;
8彼は夢のように飛び去り、見つからなくなる。 そうだ、彼は夜の幻のように追い払われる。
8ὥσπερ ἐνύπνιον ἐκπετασθὲν οὐ μὴ εὑρεθῇ, ἔπτη δὲ ὥσπερ φάσμα νυκτερινόν.
9彼を見た目は、二度と彼を見ることはない。 彼のいた場所も、二度と彼を見ることはない。
9ὀφθαλμὸς παρέβλεψε καὶ οὐ προσθήσει, καὶ οὐκέτι προσνοήσει αὐτὸν ὁ τόπος αὐτοῦ.
10彼の子らは貧しい人々の好意を求める。 彼自身の手が、その富を返すことになる。
10τοὺς υἱοὺς αὐτοῦ ὀλέσαισαν ἥττονες, αἱ δὲ χεῖρες αὐτοῦ πυρσεύσαισαν ὀδύνας.
11彼の骨には若さが満ちているが、 その若さも彼とともにちりの中に横たわる。
11ὀστᾶ αὐτοῦ ἐνεπλήσθησαν νεότητος αὐτοῦ, καὶ μετ᾿ αὐτοῦ ἐπὶ χώματος κοιμηθήσεται.
12たとえ悪が彼の口に甘く、 彼がそれを舌の下に隠しても、
12ἐὰν γλυκανθῇ ἐν στόματι αὐτοῦ κακία, κρύψει αὐτὴν ὑπὸ τὴν γλῶσσαν αὐτοῦ·
13たとえ彼がそれを惜しみ、手放そうとせず、 なお口の中に保っておいたとしても、
13οὐ φείσεται αὐτῆς καὶ οὐκ ἐγκαταλείψει αὐτὴν καὶ συνάξει αὐτὴν ἐν μέσῳ τοῦ λάρυγγος αὐτοῦ,
14それでも彼の食物は腹の中で変わり、 それは彼の内でコブラの毒となる。
14καὶ οὐ μὴ δυνηθῇ βοηθῆσαι ἑαυτῷ· χολὴ ἀσπίδος ἐν γαστρὶ αὐτοῦ.
15彼は富を飲み込んだが、再びそれを吐き出す。 神が彼の腹からそれを追い出す。
15πλοῦτος ἀδίκως συναγόμενος ἐξεμεθήσεται, ἐξ οἰκίας αὐτοῦ ἐξελκύσει αὐτὸν ἄγγελος,
16彼はコブラの毒を吸う。 まむしの舌が彼を殺す。
16θυμὸν δὲ δρακόντων θηλάσειεν, ἀνέλοι δὲ αὐτὸν γλῶσσα ὄφεως.
17彼は川を見ることはない。 蜜と乳脂の流れる川を見ることもない。
17μὴ ἴδοι ἄμελξιν νομάδων, μηδὲ νομὰς μέλιτος καὶ βουτύρου.
18彼は労苦して得たものを返し、それを飲み込むことはない。 彼は自分が得た財産に応じて喜ぶことはない。
18εἰς κενὰ καὶ μάταια ἐκοπίασε, πλοῦτον ἐξ οὗ οὐ γεύσεται, ὥσπερ στρίφνος ἀμάσητος, ἀκατάποτος·
19彼が貧しい者を虐げ、見捨てたからだ。 彼は家を力ずくで奪い取ったが、それを建てることはない。
19πολλῶν γὰρ δυνατῶν οἴκους ἔθλασε, δίαιταν δὲ ἥρπασε, καὶ οὐκ ἔστησεν.
20心に安らぎを知らなかったので、 彼は自分が喜ぶものを何一つ残すことはない。
20οὐκ ἔστιν αὐτοῦ σωτηρία τοῖς ὑπάρχουσιν, ἐν ἐπιθυμίᾳ αὐτοῦ οὐ σωθήσεται.
21彼が食い尽くさなかったものは何も残らなかった。 それゆえ彼の繁栄は続かない。
21οὐκ ἔστιν ὑπόλειμμα τοῖς βρώμασιν αὐτοῦ, διὰ τοῦτο οὐκ ἀνθήσει αὐτοῦ τὰ ἀγαθά.
22彼が十分に満ち足りているときに、苦悩が彼を襲う。 苦しむ者の手がことごとく彼に臨む。
22ὅταν δὲ δοκῇ ἤδη πεπληρῶσθαι, θλιβήσεται, πᾶσα δὲ ἀνάγκη ἐπ᾿ αὐτὸν ἐπελεύσεται.
23腹を満たそうとするその時、神は激しい怒りを彼に注ぎ、 食べている彼の上に降らせる。
23εἴ πως πληρῶσαι γαστέρα αὐτοῦ, ἐπαποστεῖλαι ἐπ᾿ αὐτὸν θυμὸν ὀργῆς, νίψαι ἐπ᾿ αὐτὸν ὀδύνας·
24彼は鉄の武器から逃げる。 青銅の弓から放たれた矢が彼を射抜く。
24καὶ οὐ μὴ σωθῇ ἐκ χειρὸς σιδήρου, τρώσαι αὐτὸν τόξον χάλκειον·
25彼がそれを引き抜けば、矢は背から抜け、 きらめく切っ先が肝から現れる。 恐怖が彼を襲う。
25διεξέλθοι δὲ διὰ σώματος αὐτοῦ βέλος, ἀστραπαὶ δὲ ἐν διαίταις αὐτοῦ· περιπατήσαισαν ἐπ᾿ αὐτῷ φόβοι,
26すべての暗闇が彼の宝のために蓄えられている。 人のあおがぬ火が彼を食い尽くす。 それが、彼の天幕に残されているものを焼き尽くす。
26πᾶν δὲ σκότος αὐτῷ ὑπομείναι· κατέδεται αὐτὸν πῦρ ἄκαυστον, κακώσαι δὲ αὐτοῦ ἐπήλυτος τὸν οἶκον.
27天は彼の咎を現す。 地は彼に対して立ち上がる。
27ἀνακαλύψαι δὲ αὐτοῦ ὁ οὐρανὸς τὰς ἀνομίας, γῆ δὲ ἐπανασταίη αὐτῷ.
28彼の家の富は流れ去り、 それらは神の怒りの日に、急いで流れ去る。
28ἑλκύσαι τὸν οἶκον αὐτοῦ ἀπώλεια εἰς τέλος, ἡμέρα ὀργῆς ἐπέλθοι αὐτῷ.
29これが悪者が神から受ける分け前、 神によって彼に定められた相続分である。
29αὕτη ἡ μερὶς ἀνθρώπου ἀσεβοῦς παρὰ Κυρίου, καὶ κτῆμα ὑπαρχόντων αὐτῷ παρὰ τοῦ ἐπισκόπου.
Tip: use the ← and → keys to turn chapters.