ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 22
Greek New Testament: Textus ReceptusOriginal language
Greek New Testament: Textus Receptus
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
1Ἄνδρες ἀδελφοὶ καὶ πατέρες, ἀκούσατέ μου τῆς πρὸς ὑμᾶς νῦν ἀπολογίας.
1ανδρεσ αδελφοι και πατερεσ ακουσατε μου τησ προσ υμασ νυνι απολογιασ
2Ἀκούσαντες δὲ ὅτι τῇ Ἑβραΐδι διαλέκτῳ προσεφώνει αὐτοῖς, μᾶλλον παρέσχον ἡσυχίαν. Καί φησιν,
2ακουσαντεσ δε οτι τη εβραιδι διαλεκτω προσεφωνει αυτοισ μαλλον παρεσχον ησυχιαν και φησιν
3Ἐγὼ μέν εἰμι ἀνὴρ Ἰουδαῖος, γεγεννημένος ἐν Ταρσῷ τῆς Κιλικίας, ἀνατεθραμμένος δὲ ἐν τῇ πόλει ταύτῃ παρὰ τοὺς πόδας Γαμαλιήλ, πεπαιδευμένος κατὰ ἀκρίβειαν τοῦ πατρῴου νόμου, ζηλωτὴς ὑπάρχων τοῦ Θεοῦ, καθὼς πάντες ὑμεῖς ἐστε σήμερον·
3εγω μεν ειμι ανηρ ιουδαιοσ γεγεννημενοσ εν ταρσω τησ κιλικιασ ανατεθραμμενοσ δε εν τη πολει ταυτη παρα τουσ ποδασ γαμαλιηλ πεπαιδευμενοσ κατα ακριβειαν του πατρωου νομου ζηλωτησ υπαρχων του θεου καθωσ παντεσ υμεισ εστε σημερον
4ὃς ταύτην τὴν ὁδὸν ἐδίωξα ἄχρι θανάτου, δεσμεύων καὶ παραδιδοὺς εἰς φυλακὰς ἄνδρας τε καὶ γυναῖκας.
4οσ ταυτην την οδον εδιωξα αχρι θανατου δεσμευων και παραδιδουσ εισ φυλακασ ανδρασ τε και γυναικασ
5Ὡς καὶ ὁ ἀρχιερεὺς μαρτυρεῖ μοι, καὶ πᾶν τὸ πρεσβυτέριον· παρ᾿ ὧν καὶ ἐπιστολὰς δεξάμενος πρὸς τοὺς ἀδελφούς, εἰς Δαμασκὸν ἐπορευόμην, ἄξων καὶ τοὺς ἐκεῖσε ὄντας δεδεμένους εἰς Ἱερουσαλήμ, ἵνα τιμωρηθῶσιν.
5ωσ και ο αρχιερευσ μαρτυρει μοι και παν το πρεσβυτεριον παρ ων και επιστολασ δεξαμενοσ προσ τουσ αδελφουσ εισ δαμασκον επορευομην αξων και τουσ εκεισε οντασ δεδεμενουσ εισ ιερουσαλημ ινα τιμωρηθωσιν
6Ἐγένετο δέ μοι πορευομένῳ καὶ ἐγγίζοντι τῇ Δαμασκῷ, περὶ μεσημβρίαν, ἐξαίφνης ἐκ τοῦ οὐρανοῦ περιαστράψαι φῶς ἱκανὸν περὶ ἐμέ.
6εγενετο δε μοι πορευομενω και εγγιζοντι τη δαμασκω περι μεσημβριαν εξαιφνησ εκ του ουρανου περιαστραψαι φωσ ικανον περι εμε
7Ἔπεσόν τε εἰς τὸ ἔδαφος, καὶ ἤκουσα φωνῆς λεγούσης μοι, Σαούλ, Σαούλ, τί με διώκεις;
7επεσα τε εισ το εδαφοσ και ηκουσα φωνησ λεγουσησ μοι σαουλ σαουλ τι με διωκεισ
8Ἐγὼ δὲ ἀπεκρίθην, Τίς εἶ, Κύριε; Εἶπέ τε πρός με, Ἐγώ εἰμι Ἰησοῦς ὁ Ναζωραῖος ὃν σὺ διώκεις.
8εγω δε απεκριθην τισ ει κυριε ειπεν τε προσ με εγω ειμι ιησουσ ο ναζωραιοσ ον συ διωκεισ
9Οἱ δὲ σὺν ἐμοὶ ὄντες τὸ μὲν φῶς ἐθεάσαντο, καὶ ἔμφοβοι ἐγένοντο· τὴν δὲ φωνὴν οὐκ ἤκουσαν τοῦ λαλοῦντός μοι.
9οι δε συν εμοι οντεσ το μεν φωσ εθεασαντο και εμφοβοι εγενοντο την δε φωνην ουκ ηκουσαν του λαλουντοσ μοι
10Εἶπον δέ, Τί ποιήσω, Κύριε; Ὁ δὲ Κύριος εἶπε πρός με, Ἀναστὰς πορεύου εἰς Δαμασκόν· κἀκεῖ σοι λαληθήσεται περὶ πάντων ὧν τέτακταί σοι ποιῆσαι.
10ειπον δε τι ποιησω κυριε ο δε κυριοσ ειπεν προσ με αναστασ πορευου εισ δαμασκον κακει σοι λαληθησεται περι παντων ων τετακται σοι ποιησαι
11Ὡς δὲ οὐκ ἐνέβλεπον ἀπὸ τῆς δόξης τοῦ φωτὸς ἐκείνου, χειραγωγούμενος ὑπὸ τῶν συνόντων μοι, ἦλθον εἰς Δαμασκόν.
11ωσ δε ουκ ενεβλεπον απο τησ δοξησ του φωτοσ εκεινου χειραγωγουμενοσ υπο των συνοντων μοι ηλθον εισ δαμασκον
12Ἀνανίας δέ τις, ἀνὴρ εὐσεβὴς κατὰ τὸν νόμον, μαρτυρούμενος ὑπὸ πάντων τῶν κατοικούντων Ἰουδαίων,
12ανανιασ δε τισ ανηρ ευσεβησ κατα τον νομον μαρτυρουμενοσ υπο παντων των κατοικουντων ιουδαιων
13ἐλθὼν πρός με καὶ ἐπιστὰς εἶπέ μοι, Σαοὺλ ἀδελφέ, ἀνάβλεψον. Κἀγὼ αὐτῇ τῇ ὥρᾳ ἀνέβλεψα εἰς αὐτόν.
13ελθων προσ με και επιστασ ειπεν μοι σαουλ αδελφε αναβλεψον καγω αυτη τη ωρα ανεβλεψα εισ αυτον
14Ὁ δὲ εἶπεν, Ὁ Θεὸς τῶν πατέρων ἡμῶν προεχειρίσατό σε γνῶναι τὸ θέλημα αὐτοῦ, καὶ ἰδεῖν τὸν δίκαιον, καὶ ἀκοῦσαι φωνὴν ἐκ τοῦ στόματος αὐτοῦ.
14ο δε ειπεν ο θεοσ των πατερων ημων προεχειρισατο σε γνωναι το θελημα αυτου και ιδειν τον δικαιον και ακουσαι φωνην εκ του στοματοσ αυτου
15Ὅτι ἔσῃ μάρτυς αὐτῷ πρὸς πάντας ἀνθρώπους ὧν ἑώρακας καὶ ἤκουσας.
15οτι εση μαρτυσ αυτω προσ παντασ ανθρωπουσ ων εωρακασ και ηκουσασ
16Καὶ νῦν τί μέλλεις; Ἀναστὰς βάπτισαι καὶ ἀπόλουσαι τὰς ἁμαρτίας σου, ἐπικαλεσάμενος τὸ ὄνομα τοῦ Κυρίου.
16και νυν τι μελλεισ αναστασ βαπτισαι και απολουσαι τασ αμαρτιασ σου επικαλεσαμενοσ το ονομα του κυριου
17Ἐγένετο δέ μοι ὑποστρέψαντι εἰς Ἱερουσαλήμ, καὶ προσευχομένου μου ἐν τῷ ἱερῷ, γενέσθαι με ἐν ἐκστάσει,
17εγενετο δε μοι υποστρεψαντι εισ ιερουσαλημ και προσευχομενου μου εν τω ιερω γενεσθαι με εν εκστασει
18καὶ ἰδεῖν αὐτὸν λέγοντά μοι, Σπεῦσον καὶ ἔξελθε ἐν τάχει ἐξ Ἱερουσαλήμ· διότι οὐ παραδέξονταί σου τὴν μαρτυρίαν περὶ ἐμοῦ.
18και ιδειν αυτον λεγοντα μοι σπευσον και εξελθε εν ταχει εξ ιερουσαλημ διοτι ου παραδεξονται σου την μαρτυριαν περι εμου
19Κἀγὼ εἶπον, Κύριε, αὐτοὶ ἐπίστανται ὅτι ἐγὼ ἤμην φυλακίζων καὶ δέρων κατὰ τὰς συναγωγὰς τοὺς πιστεύοντας ἐπὶ σέ·
19καγω ειπον κυριε αυτοι επιστανται οτι εγω ημην φυλακιζων και δερων κατα τασ συναγωγασ τουσ πιστευοντασ επι σε
20καὶ ὅτε ἐξεχεῖτο τὸ αἷμα Στεφάνου τοῦ μάρτυρός σου, καὶ αὐτὸς ἤμην ἐφεστὼς καὶ συνευδοκῶν τῇ ἀναιρέσει αὐτοῦ, καὶ φυλάσσων τὰ ἱμάτια τῶν ἀναιρούντων αὐτόν.
20και οτε εξεχειτο το αιμα στεφανου του μαρτυροσ σου και αυτοσ ημην εφεστωσ και συνευδοκων τη αναιρεσει αυτου φυλασσων τα ιματια των αναιρουντων αυτον
21Καὶ εἶπε πρός με, Πορεύου, ὅτι ἐγὼ εἰς ἔθνη μακρὰν ἐξαποστελῶ σε.
21και ειπεν προσ με πορευου οτι εγω εισ εθνη μακραν εξαποστελω σε
22Ἤκουον δὲ αὐτοῦ ἄχρι τούτου τοῦ λόγου, καὶ ἐπῆραν τὴν φωνὴν αὐτῶν λέγοντες, Αἶρε ἀπὸ τῆς γῆς τὸν τοιοῦτον· οὐ γὰρ καθῆκον αὐτὸν ζῇν.
22ηκουον δε αυτου αχρι τουτου του λογου και επηραν την φωνην αυτων λεγοντεσ αιρε απο τησ γησ τον τοιουτον ου γαρ καθηκεν αυτον ζην
23Κραυγαζόντων δὲ αὐτῶν, καὶ ῥιπτούντων τὰ ἱμάτια, καὶ κονιορτὸν βαλλόντων εἰς τὸν ἀέρα,
23κραζοντων δε αυτων και ριπτουντων τα ιματια και κονιορτον βαλλοντων εισ τον αερα
24ἐκέλευσεν αὐτὸν ὁ χιλίαρχος ἄγεσθαι εἰς τὴν παρεμβολήν, εἰπὼν μάστιξιν ἀνετάζεσθαι αὐτόν, ἵνα ἐπιγνῷ δι᾿ ἣν αἰτίαν οὕτως ἐπεφώνουν αὐτῷ.
24εκελευσεν αυτον ο χιλιαρχοσ αγεσθαι εισ την παρεμβολην ειπων μαστιξιν ανεταζεσθαι αυτον ινα επιγνω δι ην αιτιαν ουτωσ επεφωνουν αυτω
25Ὡς δὲ προέτεινεν αὐτὸν τοῖς ἱμᾶσιν, εἶπε πρὸς τὸν ἑστῶτα ἑκατόνταρχον ὁ Παῦλος, Εἰ ἄνθρωπον Ῥωμαῖον καὶ ἀκατάκριτον ἔξεστιν ὑμῖν μαστίζειν;
25ωσ δε προετεινεν αυτον τοισ ιμασιν ειπεν προσ τον εστωτα εκατονταρχον ο παυλοσ ει ανθρωπον ρωμαιον και ακατακριτον εξεστιν υμιν μαστιζειν
26Ἀκούσας δὲ ὁ ἑκατόνταρχος, προσελθὼν ἀπήγγειλε τῷ χιλιάρχῳ λέγων, Ὅρα τί μέλλεις ποιεῖν· ὁ γὰρ ἄνθρωπος οὗτος Ῥωμαῖός ἐστι.
26ακουσασ δε ο εκατονταρχοσ προσελθων απηγγειλεν τω χιλιαρχω λεγων ορα τι μελλεισ ποιειν ο γαρ ανθρωποσ ουτοσ ρωμαιοσ εστιν
27Προσελθὼν δὲ ὁ χιλίαρχος εἶπεν αὐτῷ, Λέγε μοι, εἰ σὺ Ῥωμαῖος εἶ; Ὁ δὲ ἔφη, Ναί.
27προσελθων δε ο χιλιαρχοσ ειπεν αυτω λεγε μοι ει συ ρωμαιοσ ει ο δε εφη ναι
28Ἀπεκρίθη τε ὁ χιλίαρχος, Ἐγὼ πολλοῦ κεφαλαίου τὴν πολιτείαν ταύτην ἐκτησάμην. Ὁ δὲ Παῦλος ἔφη, Ἐγὼ δὲ καὶ γεγέννημαι.
28απεκριθη τε ο χιλιαρχοσ εγω πολλου κεφαλαιου την πολιτειαν ταυτην εκτησαμην ο δε παυλοσ εφη εγω δε και γεγεννημαι
29Εὐθέως οὖν ἀπέστησαν ἀπ᾿ αὐτοῦ οἱ μέλλοντες αὐτὸν ἀνετάζειν. Καὶ ὁ χιλίαρχος δὲ ἐφοβήθη, ἐπιγνοὺς ὅτι Ῥωμαῖός ἐστι, καὶ ὅτι ἦν αὐτὸν δεδεκώς.
29ευθεωσ ουν απεστησαν απ αυτου οι μελλοντεσ αυτον ανεταζειν και ο χιλιαρχοσ δε εφοβηθη επιγνουσ οτι ρωμαιοσ εστιν και οτι ην αυτον δεδεκωσ
30Τῇ δὲ ἐπαύριον βουλόμενος γνῶναι τὸ ἀσφαλές, τὸ τί κατηγορεῖται παρὰ τῶν Ἰουδαίων, ἔλυσεν αὐτὸν ἀπὸ τῶν δεσμῶν, καὶ ἐκέλευσεν ἐλθεῖν τοὺς ἀρχιερεῖς καὶ ὅλον τὸ συνέδριον αὐτῶν, καὶ καταγαγὼν τὸν Παῦλον ἔστησεν εἰς αὐτούς.
30τη δε επαυριον βουλομενοσ γνωναι το ασφαλεσ το τι κατηγορειται παρα των ιουδαιων ελυσεν αυτον απο των δεσμων και εκελευσεν ελθειν τουσ αρχιερεισ και ολον το συνεδριον αυτων και καταγαγων τον παυλον εστησεν εισ αυτουσ
Tip: use the ← and → keys to turn chapters.