ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ
Chapter 13

ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ

Greek New Testament: Tex…

Read in

Smith–Van Dyck Arabic Bible (فان دايك)Judson Burmese Bible (1840)Chamorro: Gospels, Acts and PsalmsChinese Union Version, punctuated (Simplified)Chinese Union Version, punctuated (Traditional)Coptic New TestamentCoptic New Testament (Bohairic)Kralice Bible (1613)Testamenta Marra (Dieri New Testament)Petrus Canisius Bible, 1939 (De Heilige Schrift)Asang Khongca Bible (Eastern Khumi Chin, 2019)Berean Standard BibleDouay-Rheims Bible, American Edition (1899)King James Version with ApocryphaWorld English BibleLondona Biblio (Esperanto, 1910)Louis Segond 1910Lutherbibel 1912Greek New Testament, word by word (STEPBible TAGNT)Greek New Testament: 1904 Patriarchal Text (Byzantine)Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)Greek New Testament: Textus ReceptusSBL Greek New TestamentBaibala Hemolele (Hawaiian Bible, 1868 revision)Modern Hebrew BibleDiodati Bibbia 1885Freedom Bible (フリーダム・バイブル)Korean Bible, 1910 (한국어 성경)Bible Mutal (Kosraean)Clementine Vulgate, 1598Baibal Olcim (Matupi Chin)Old Persian Version (ترجمه قدیم)Kadede Kap (Pohnpeian New Testament and Psalms)Bíblia Portuguesa Mundial (Brazilian Portuguese)Cornilescu Bible (1924), Cyrillic scriptSynodal Translation (Синодальный перевод)Daničić–Karadžić Bible (1868), CyrillicReina-Valera 1909Biblia Takatifu (Swahili): New Testament portionsFreedom Bible (Thai)Tongan Bible, Revised West VersionKulish and Puluj Bible (1905)Vietnamese Bible (1923 translation)
vs Greek New Testamen…

Compare with

Aa
Text size
Line width
Verse numbers

ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 13

Greek New Testament: Textus Receptus
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
1Ἦσαν δέ τινες ἐν Ἀντιοχείᾳ κατὰ τὴν οὖσαν ἐκκλησίαν προφῆται καὶ διδάσκαλοι, ὅ τε Βαρνάβας καὶ Συμεὼν ὁ καλούμενος Νίγερ, καὶ Λούκιος ὁ Κυρηναῖος, Μαναήν τε Ἡρῴδου τοῦ τετράρχου σύντροφος, καὶ Σαῦλος.
1ησαν δε τινεσ εν αντιοχεια κατα την ουσαν εκκλησιαν προφηται και διδασκαλοι ο τε βαρναβασ και συμεων ο καλουμενοσ νιγερ και λουκιοσ ο κυρηναιοσ μαναην τε ηρωδου του τετραρχου συντροφοσ και σαυλοσ
2Λειτουργούντων δὲ αὐτῶν τῷ Κυρίῳ καὶ νηστευόντων, εἶπε τὸ πνεῦμα τὸ ἅγιον, Ἀφορίσατε δή μοι τὸν τε Βαρνάβαν καὶ τὸν Σαῦλον εἰς τὸ ἔργον ὃ προσκέκλημαι αὐτούς.
2λειτουργουντων δε αυτων τω κυριω και νηστευοντων ειπεν το πνευμα το αγιον αφορισατε δη μοι τον βαρναβαν και τον σαυλον εισ το εργον ο προσκεκλημαι αυτουσ
3Τότε νηστεύσαντες καὶ προσευξάμενοι καὶ ἐπιθέντες τὰς χεῖρας αὐτοῖς, ἀπέλυσαν.
3τοτε νηστευσαντεσ και προσευξαμενοι και επιθεντεσ τασ χειρασ αυτοισ απελυσαν
4Οὗτοι μὲν οὖν, ἐκπεμφθέντες ὑπὸ τοῦ πνεύματος τοῦ ἁγίου, κατῆλθον εἰς τὴν Σελεύκειαν· ἐκεῖθέν τε ἀπέπλευσαν εἰς τὴν Κύπρον.
4ουτοι μεν ουν εκπεμφθεντεσ υπο του πνευματοσ του αγιου κατηλθον εισ την σελευκειαν εκειθεν δε απεπλευσαν εισ την κυπρον
5Καὶ γενόμενοι ἐν Σαλαμῖνι, κατήγγελλον τὸν λόγον τοῦ Θεοῦ ἐν ταῖς συναγωγαῖς τῶν Ἰουδαίων· εἶχον δὲ καὶ Ἰωάννην ὑπηρέτην.
5και γενομενοι εν σαλαμινι κατηγγελλον τον λογον του θεου εν ταισ συναγωγαισ των ιουδαιων ειχον δε και ιωαννην υπηρετην
6Διελθόντες δὲ τὴν νῆσον ἄχρι Πάφου, εὗρόν τινα μάγον ψευδοπροφήτην Ἰουδαῖον, ᾧ ὄνομα Βαρϊησοῦς,
6διελθοντεσ δε την νησον αχρι παφου ευρον τινα μαγον ψευδοπροφητην ιουδαιον ω ονομα βαριησουσ
7ὃς ἦν σὺν τῷ ἀνθυπάτῳ Σεργίῳ Παύλῳ, ἀνδρὶ συνετῷ. Οὗτος προσκαλεσάμενος Βαρνάβαν καὶ Σαῦλον ἐπεζήτησεν ἀκοῦσαι τὸν λόγον τοῦ Θεοῦ.
7οσ ην συν τω ανθυπατω σεργιω παυλω ανδρι συνετω ουτοσ προσκαλεσαμενοσ βαρναβαν και σαυλον επεζητησεν ακουσαι τον λογον του θεου
8Ἀνθίστατο δὲ αὐτοῖς Ἐλύμας, ὁ μάγος — οὕτω γὰρ μεθερμηνεύεται τὸ ὄνομα αὐτοῦ — ζητῶν διαστρέψαι τὸν ἀνθύπατον ἀπὸ τῆς πίστεως.
8ανθιστατο δε αυτοισ ελυμασ ο μαγοσ ουτωσ γαρ μεθερμηνευεται το ονομα αυτου ζητων διαστρεψαι τον ανθυπατον απο τησ πιστεωσ
9Σαῦλος δέ, ὁ καὶ Παῦλος, πλησθεὶς πνεύματος ἁγίου, καὶ ἀτενίσας εἰς αὐτὸν
9σαυλοσ δε ο και παυλοσ πλησθεισ πνευματοσ αγιου και ατενισασ εισ αυτον
10εἶπεν, Ὦ πλήρης παντὸς δόλου καὶ πάσης ῥᾳδιουργίας, υἱὲ διαβόλου, ἐχθρὲ πάσης δικαιοσύνης, οὐ παύσῃ διαστρέφων τὰς ὁδοὺς Κυρίου τὰς εὐθείας;
10ειπεν ω πληρησ παντοσ δολου και πασησ ραδιουργιασ υιε διαβολου εχθρε πασησ δικαιοσυνησ ου παυση διαστρεφων τασ οδουσ κυριου τασ ευθειασ
11Καὶ νῦν ἰδού, χεὶρ τοῦ Κυρίου ἐπὶ σέ, καὶ ἔσῃ τυφλός, μὴ βλέπων τὸν ἥλιον ἄχρι καιροῦ. Παραχρῆμα δὲ ἐπέπεσεν ἐπ᾿ αὐτὸν ἀχλὺς καὶ σκότος, καὶ περιάγων ἐζήτει χειραγωγούς.
11και νυν ιδου χειρ κυριου επι σε και εση τυφλοσ μη βλεπων τον ηλιον αχρι καιρου παραχρημα δε επεπεσεν επ αυτον αχλυσ και σκοτοσ και περιαγων εζητει χειραγωγουσ
12Τότε ἰδὼν ὁ ἀνθύπατος τὸ γεγονὸς ἐπίστευσεν, ἐκπλησσόμενος ἐπὶ τῇ διδαχῇ τοῦ Κυρίου.
12τοτε ιδων ο ανθυπατοσ το γεγονοσ επιστευσεν εκπλησσομενοσ επι τη διδαχη του κυριου
13Ἀναχθέντες δὲ ἀπὸ τῆς Πάφου οἱ περὶ τὸν Παῦλον ἦλθον εἰς Πέργην τῆς Παμφυλίας. Ἰωάννης δὲ ἀποχωρήσας ἀπ᾿ αὐτῶν ὑπέστρεψεν εἰς Ἱεροσόλυμα.
13αναχθεντεσ δε απο τησ παφου οι περι τον παυλον ηλθον εισ περγην τησ παμφυλιασ ιωαννησ δε αποχωρησασ απ αυτων υπεστρεψεν εισ ιεροσολυμα
14Αὐτοὶ δὲ διελθόντες ἀπὸ τῆς Πέργης, παρεγένοντο εἰς Ἀντιόχειαν τῆς Πισιδίας, καὶ εἰσελθόντες εἰς τὴν συναγωγὴν τῇ ἡμέρᾳ τῶν σαββάτων, ἐκάθισαν.
14αυτοι δε διελθοντεσ απο τησ περγησ παρεγενοντο εισ αντιοχειαν τησ πισιδιασ και εισελθοντεσ εισ την συναγωγην τη ημερα των σαββατων εκαθισαν
15Μετὰ δὲ τὴν ἀνάγνωσιν τοῦ νόμου καὶ τῶν προφητῶν, ἀπέστειλαν οἱ ἀρχισυνάγωγοι πρὸς αὐτούς, λέγοντες, Ἄνδρες ἀδελφοί, εἰ ἔστι λόγος ἐν ὑμῖν παρακλήσεως πρὸς τὸν λαόν, λέγετε.
15μετα δε την αναγνωσιν του νομου και των προφητων απεστειλαν οι αρχισυναγωγοι προσ αυτουσ λεγοντεσ ανδρεσ αδελφοι ει εστιν λογοσ εν υμιν παρακλησεωσ προσ τον λαον λεγετε
16Ἀναστὰς δὲ Παῦλος, καὶ κατασείσας τῇ χειρί, εἶπεν, Ἄνδρες Ἰσραηλῖται, καὶ οἱ φοβούμενοι τὸν Θεόν, ἀκούσατε.
16αναστασ δε παυλοσ και κατασεισασ τη χειρι ειπεν ανδρεσ ισραηλιται και οι φοβουμενοι τον θεον ακουσατε
17Ὁ Θεὸς τοῦ λαοῦ τούτου Ἰσραὴλ ἐξελέξατο τοὺς πατέρας ἡμῶν, καὶ τὸν λαὸν ὕψωσεν ἐν τῇ παροικίᾳ ἐν γῇ Αἰγύπτῳ, καὶ μετὰ βραχίονος ὑψηλοῦ ἐξήγαγεν αὐτοὺς ἐξ αὐτῆς.
17ο θεοσ του λαου τουτου εξελεξατο τουσ πατερασ ημων και τον λαον υψωσεν εν τη παροικια εν γη αιγυπτω και μετα βραχιονοσ υψηλου εξηγαγεν αυτουσ εξ αυτησ
18Καὶ ὡς τεσσαρακονταετῆ χρόνον ἐτροποφόρησεν αὐτοὺς ἐν τῇ ἐρήμῳ.
18και ωσ τεσσαρακονταετη χρονον ετροποφορησεν αυτουσ εν τη ερημω
19Καὶ καθελὼν ἔθνη ἑπτὰ ἐν γῇ Χαναάν, κατεκληροδότησεν αὐτοῖς τὴν γῆν αὐτῶν.
19και καθελων εθνη επτα εν γη χανααν κατεκληρονομησεν αυτοισ την γην αυτων
20Καὶ μετὰ ταῦτα, ὡς ἔτεσι τετρακοσίοις καὶ πεντήκοντα, ἔδωκε κριτὰς ἕως Σαμουὴλ τοῦ προφήτου.
20και μετα ταυτα ωσ ετεσιν τετρακοσιοισ και πεντηκοντα εδωκεν κριτασ εωσ σαμουηλ του προφητου
21Κἀκεῖθεν ᾐτήσαντο βασιλέα, καὶ ἔδωκεν αὐτοῖς ὁ Θεὸς τὸν Σαοὺλ υἱὸν Κίς, ἄνδρα ἐκ φυλῆς Βενιαμίν, ἔτη τεσσαράκοντα.
21κακειθεν ητησαντο βασιλεα και εδωκεν αυτοισ ο θεοσ τον σαουλ υιον κισ ανδρα εκ φυλησ βενιαμιν ετη τεσσαρακοντα
22Καὶ μεταστήσας αὐτόν, ἤγειρεν αὐτοῖς τὸν Δαβὶδ εἰς βασιλέα, ᾧ καὶ εἶπε μαρτυρήσας, Εὗρον Δαβὶδ τὸν τοῦ Ἰεσσαί, ἄνδρα κατὰ τὴν καρδίαν μου, ὃς ποιήσει πάντα τὰ θελήματά μου.
22και μεταστησασ αυτον ηγειρεν αυτοισ τον δαυιδ εισ βασιλεα ω και ειπεν μαρτυρησασ ευρον δαυιδ τον του ιεσσαι ανδρα κατα την καρδιαν μου οσ ποιησει παντα τα θεληματα μου
23Τούτου ὁ Θεὸς ἀπὸ τοῦ σπέρματος κατ᾿ ἐπαγγελίαν ἤγειρε τῷ Ἰσραὴλ σωτῆρα Ἰησοῦν,
23τουτου ο θεοσ απο του σπερματοσ κατ επαγγελιαν ηγαγεν τω ισραηλ σωτηριαν
24προκηρύξαντος Ἰωάννου πρὸ προσώπου τῆς εἰσόδου αὐτοῦ βάπτισμα μετανοίας παντὶ τῷ λαῷ Ἰσραήλ.
24προκηρυξαντοσ ιωαννου προ προσωπου τησ εισοδου αυτου βαπτισμα μετανοιασ τω ισραηλ
25Ὡς δὲ ἐπλήρου ὁ Ἰωάννης τὸν δρόμον, ἔλεγε, Τίνα με ὑπονοεῖτε εἶναι; Οὐκ εἰμὶ ἐγώ. Ἀλλ᾿ ἰδού, ἔρχεται μετ᾿ ἐμέ, οὗ οὐκ εἰμὶ ἄξιος τὸ ὑπόδημα τῶν ποδῶν λῦσαι.
25ωσ δε επληρου ο ιωαννησ τον δρομον ελεγεν τινα με υπονοειτε ειναι ουκ ειμι εγω αλλ ιδου ερχεται μετ εμε ου ουκ ειμι αξιοσ το υποδημα των ποδων λυσαι
26Ἄνδρες ἀδελφοί, υἱοὶ γένους Ἀβραάμ, καὶ οἱ ἐν ὑμῖν φοβούμενοι τὸν Θεόν, ὑμῖν ὁ λόγος τῆς σωτηρίας ταύτης ἀπεστάλη.
26ανδρεσ αδελφοι υιοι γενουσ αβρααμ και οι εν υμιν φοβουμενοι τον θεον υμιν ο λογοσ τησ σωτηριασ ταυτησ απεσταλη
27Οἱ γὰρ κατοικοῦντες ἐν Ἱερουσαλὴμ καὶ οἱ ἄρχοντες αὐτῶν, τοῦτον ἀγνοήσαντες, καὶ τὰς φωνὰς τῶν προφητῶν τὰς κατὰ πᾶν σάββατον ἀναγινωσκομένας, κρίναντες ἐπλήρωσαν.
27οι γαρ κατοικουντεσ εν ιερουσαλημ και οι αρχοντεσ αυτων τουτον αγνοησαντεσ και τασ φωνασ των προφητων τασ κατα παν σαββατον αναγινωσκομενασ κριναντεσ επληρωσαν
28Καὶ μηδεμίαν αἰτίαν θανάτου εὑρόντες, ᾐτήσαντο Πιλάτον ἀναιρεθῆναι αὐτόν.
28και μηδεμιαν αιτιαν θανατου ευροντεσ ητησαντο πιλατον αναιρεθηναι αυτον
29Ὡς δὲ ἐτέλεσαν ἅπαντα τὰ περὶ αὐτοῦ γεγραμμένα, καθελόντες ἀπὸ τοῦ ξύλου, ἔθηκαν εἰς μνημεῖον.
29ωσ δε ετελεσαν παντα τα περι αυτου γεγραμμενα καθελοντεσ απο του ξυλου εθηκαν εισ μνημειον
30Ὁ δὲ Θεὸς ἤγειρεν αὐτὸν ἐκ νεκρῶν·
30ο δε θεοσ ηγειρεν αυτον εκ νεκρων
31ὃς ὤφθη ἐπὶ ἡμέρας πλείους τοῖς συναναβᾶσιν αὐτῷ ἀπὸ τῆς Γαλιλαίας εἰς Ἱερουσαλήμ, οἵτινές εἰσι μάρτυρες αὐτοῦ πρὸς τὸν λαόν.
31οσ ωφθη επι ημερασ πλειουσ τοισ συναναβασιν αυτω απο τησ γαλιλαιασ εισ ιερουσαλημ οιτινεσ εισιν μαρτυρεσ αυτου προσ τον λαον
32Καὶ ἡμεῖς ὑμᾶς εὐαγγελιζόμεθα τὴν πρὸς τοὺς πατέρας ἐπαγγελίαν γενομένην, ὅτι ταύτην ὁ Θεὸς ἐκπεπλήρωκε τοῖς τέκνοις αὐτῶν ἡμῖν, ἀναστήσας Ἰησοῦν·
32και ημεισ υμασ ευαγγελιζομεθα την προσ τουσ πατερασ επαγγελιαν γενομενην οτι ταυτην ο θεοσ εκπεπληρωκεν τοισ τεκνοισ αυτων ημιν αναστησασ ιησουν
33ὡς καὶ ἐν τῷ ψαλμῷ τῷ δευτέρῳ γέγραπται, Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε.
33ωσ και εν τω ψαλμω τω δευτερω γεγραπται υιοσ μου ει συ εγω σημερον γεγεννηκα σε
34Ὅτι δὲ ἀνέστησεν αὐτὸν ἐκ νεκρῶν, μηκέτι μέλλοντα ὑποστρέφειν εἰς διαφθοράν, οὕτως εἴρηκεν ὅτι Δώσω ὑμῖν τὰ ὅσια Δαβὶδ τὰ πιστά.
34οτι δε ανεστησεν αυτον εκ νεκρων μηκετι μελλοντα υποστρεφειν εισ διαφθοραν ουτωσ ειρηκεν οτι δωσω υμιν τα οσια δαυιδ τα πιστα
35Διὸ καὶ ἐν ἑτέρῳ λέγει, Οὐ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν·
35διο και εν ετερω λεγει ου δωσεισ τον οσιον σου ιδειν διαφθοραν
36Δαβὶδ μὲν γὰρ ἰδίᾳ γενεᾷ ὑπηρετήσας τῇ τοῦ Θεοῦ βουλῇ ἐκοιμήθη, καὶ προσετέθη πρὸς τοὺς πατέρας αὐτοῦ, καὶ εἶδε διαφθοράν·
36δαυιδ μεν γαρ ιδια γενεα υπηρετησασ τη του θεου βουλη εκοιμηθη και προσετεθη προσ τουσ πατερασ αυτου και ειδεν διαφθοραν
37ὃν δὲ ὁ Θεὸς ἤγειρεν, οὐκ εἶδε διαφθοράν.
37ον δε ο θεοσ ηγειρεν ουκ ειδεν διαφθοραν
38Γνωστὸν οὖν ἔστω ὑμῖν, ἄνδρες ἀδελφοί, ὅτι διὰ τούτου ὑμῖν ἄφεσις ἁμαρτιῶν καταγγέλλεται·
38γνωστον ουν εστω υμιν ανδρεσ αδελφοι οτι δια τουτου υμιν αφεσισ αμαρτιων καταγγελλεται
39καὶ ἀπὸ πάντων ὧν οὐκ ἠδυνήθητε ἐν τῷ νόμῳ Μωσέως δικαιωθῆναι, ἐν τούτῳ πᾶς ὁ πιστεύων δικαιοῦται.
39και απο παντων ων ουκ ηδυνηθητε εν τω νομω μωυσεωσ δικαιωθηναι εν τουτω πασ ο πιστευων δικαιουται
40Βλέπετε οὖν μὴ ἐπέλθῃ ἐφ᾿ ὑμᾶς τὸ εἰρημένον ἐν τοῖς προφήταις,
40βλεπετε ουν μη επελθη εφ υμασ το ειρημενον εν τοισ προφηταισ
41Ἴδετε, οἱ καταφρονηταί, καὶ θαυμάσατε, καὶ ἀφανίσθητε· ὅτι ἔργον ἐγὼ ἐργάζομαι ἐν ταῖς ἡμέραις ὑμῶν, ἔργον ᾧ οὐ μὴ πιστεύσητε, ἐάν τις ἐκδιηγῆται ὑμῖν.
41ιδετε οι καταφρονηται και θαυμασατε και αφανισθητε οτι εργον εγω εργαζομαι εν ταισ ημεραισ υμων ο ου μη πιστευσητε εαν τισ εκδιηγηται υμιν
42Ἐξιόντων δὲ ἐκ τῆς συναγωγῆς τῶν Ἰουδαίων, παρεκάλουν τὰ ἔθνη εἰς τὸ μεταξὺ σάββατον λαληθῆναι αὐτοῖς τὰ ῥήματα ταῦτα.
42εξιοντων δε εκ τησ συναγωγησ των ιουδαιων παρεκαλουν τα εθνη εισ το μεταξυ σαββατον λαληθηναι αυτοισ τα ρηματα
43Λυθείσης δὲ τῆς συναγωγῆς, ἠκολούθησαν πολλοὶ τῶν Ἰουδαίων καὶ τῶν σεβομένων προσηλύτων τῷ Παύλῳ καὶ τῷ Βαρνάβᾳ· οἵτινες προσλαλοῦντες αὐτοῖς, ἔπειθον αὐτοὺς ἐπιμένειν τῇ χάριτι τοῦ Θεοῦ.
43λυθεισησ δε τησ συναγωγησ ηκολουθησαν πολλοι των ιουδαιων και των σεβομενων προσηλυτων τω παυλω και τω βαρναβα οιτινεσ προσλαλουντεσ επειθον αυτουσ επιμενειν τη χαριτι του θεου
44Τῷ δὲ ἐρχομένῳ σαββάτῳ σχεδὸν πᾶσα ἡ πόλις συνήχθη ἀκοῦσαι τὸν λόγον τοῦ Θεοῦ.
44τω τε ερχομενω σαββατω σχεδον πασα η πολισ συνηχθη ακουσαι τον λογον του θεου
45Ἰδόντες δὲ οἱ Ἰουδαῖοι τοὺς ὄχλους ἐπλήσθησαν ζήλου, καὶ ἀντέλεγον τοῖς ὑπὸ τοῦ Παύλου λεγομένοις, ἀντιλέγοντες καὶ βλασφημοῦντες.
45ιδοντεσ δε οι ιουδαιοι τουσ οχλουσ επλησθησαν ζηλου και αντελεγον τοισ υπο του παυλου λεγομενοισ αντιλεγοντεσ και βλασφημουντεσ
46Παρρησιασάμενοι δὲ ὁ Παῦλος καὶ ὁ Βαρνάβας εἶπον, Ὑμῖν ἦν ἀναγκαῖον πρῶτον λαληθῆναι τὸν λόγον τοῦ Θεοῦ. Ἐπειδὴ δὲ ἀπωθεῖσθε αὐτόν, καὶ οὐκ ἀξίους κρίνετε ἑαυτοὺς τῆς αἰωνίου ζωῆς, ἰδοὺ στρεφόμεθα εἰς τὰ ἔθνη.
46παρρησιασαμενοι δε ο παυλοσ και ο βαρναβασ ειπον υμιν ην αναγκαιον πρωτον λαληθηναι τον λογον του θεου επειδη δε απωθεισθε αυτον και ουκ αξιουσ κρινετε εαυτουσ τησ αιωνιου ζωησ ιδου στρεφομεθα εισ τα εθνη
47Οὕτω γὰρ ἐντέταλται ἡμῖν ὁ Κύριος, Τέθεικά σε εἰς φῶς ἐθνῶν, τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς.
47ουτωσ γαρ εντεταλται ημιν ο κυριοσ τεθεικα σε εισ φωσ εθνων του ειναι σε εισ σωτηριαν εωσ εσχατου τησ γησ
48Ἀκούοντα δὲ τὰ ἔθνη ἔχαιρον, καὶ ἐδόξαζον τὸν λόγον τοῦ Κυρίου, καὶ ἐπίστευσαν ὅσοι ἦσαν τεταγμένοι εἰς ζωὴν αἰώνιον.
48ακουοντα δε τα εθνη εχαιρεν και εδοξαζον τον λογον του κυριου και επιστευσαν οσοι ησαν τεταγμενοι εισ ζωην αιωνιον
49Διεφέρετο δὲ ὁ λόγος τοῦ Κυρίου δι᾿ ὅλης τῆς χώρας.
49διεφερετο δε ο λογοσ του κυριου δι ολησ τησ χωρασ
50Οἱ δὲ Ἰουδαῖοι παρώτρυναν τὰς σεβομένας γυναῖκας καὶ τὰς εὐσχήμονας καὶ τοὺς πρώτους τῆς πόλεως, καὶ ἐπήγειραν διωγμὸν ἐπὶ τὸν Παῦλον καὶ τὸν Βαρνάβαν, καὶ ἐξέβαλον αὐτοὺς ἀπὸ τῶν ὁρίων αὐτῶν.
50οι δε ιουδαιοι παρωτρυναν τασ σεβομενασ γυναικασ και τασ ευσχημονασ και τουσ πρωτουσ τησ πολεωσ και επηγειραν διωγμον επι τον παυλον και τον βαρναβαν και εξεβαλον αυτουσ απο των οριων αυτων
51Οἱ δὲ ἐκτιναξάμενοι τὸν κονιορτὸν τῶν ποδῶν αὐτῶν ἐπ᾿ αὐτούς, ἦλθον εἰς Ἰκόνιον.
51οι δε εκτιναξαμενοι τον κονιορτον των ποδων αυτων επ αυτουσ ηλθον εισ ικονιον
52Οἱ δὲ μαθηταὶ ἐπληροῦντο χαρᾶς καὶ πνεύματος ἁγίου.
52οι δε μαθηται επληρουντο χαρασ και πνευματοσ αγιου

Tip: use the ← and → keys to turn chapters.