ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ
Chapter 2

ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ

Greek New Testament: Tex…

Read in

Smith–Van Dyck Arabic Bible (فان دايك)Judson Burmese Bible (1840)Chamorro: Gospels, Acts and PsalmsChinese Union Version, punctuated (Simplified)Chinese Union Version, punctuated (Traditional)Coptic New TestamentCoptic New Testament (Bohairic)Kralice Bible (1613)Testamenta Marra (Dieri New Testament)Petrus Canisius Bible, 1939 (De Heilige Schrift)Asang Khongca Bible (Eastern Khumi Chin, 2019)Berean Standard BibleDouay-Rheims Bible, American Edition (1899)King James Version with ApocryphaWorld English BibleLondona Biblio (Esperanto, 1910)Louis Segond 1910Lutherbibel 1912Greek New Testament, word by word (STEPBible TAGNT)Greek New Testament: 1904 Patriarchal Text (Byzantine)Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)Greek New Testament: Textus ReceptusSBL Greek New TestamentBaibala Hemolele (Hawaiian Bible, 1868 revision)Modern Hebrew BibleDiodati Bibbia 1885Freedom Bible (フリーダム・バイブル)Korean Bible, 1910 (한국어 성경)Bible Mutal (Kosraean)Clementine Vulgate, 1598Baibal Olcim (Matupi Chin)Old Persian Version (ترجمه قدیم)Kadede Kap (Pohnpeian New Testament and Psalms)Bíblia Portuguesa Mundial (Brazilian Portuguese)Cornilescu Bible (1924), Cyrillic scriptSynodal Translation (Синодальный перевод)Daničić–Karadžić Bible (1868), CyrillicReina-Valera 1909Biblia Takatifu (Swahili): New Testament portionsFreedom Bible (Thai)Tongan Bible, Revised West VersionKulish and Puluj Bible (1905)Vietnamese Bible (1923 translation)
vs Greek New Testamen…

Compare with

Aa
Text size
Line width
Verse numbers

ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 2

Greek New Testament: Textus Receptus
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
1Καὶ ἐν τῷ συμπληροῦσθαι τὴν ἡμέραν τῆς Πεντηκοστῆς, ἦσαν ἅπαντες ὁμοθυμαδὸν ἐπὶ τὸ αὐτό.
1και εν τω συμπληρουσθαι την ημεραν τησ πεντηκοστησ ησαν απαντεσ ομοθυμαδον επι το αυτο
2Καὶ ἐγένετο ἄφνω ἐκ τοῦ οὐρανοῦ ἦχος ὥσπερ φερομένης πνοῆς βιαίας, καὶ ἐπλήρωσεν ὅλον τὸν οἶκον οὗ ἦσαν καθήμενοι.
2και εγενετο αφνω εκ του ουρανου ηχοσ ωσπερ φερομενησ πνοησ βιαιασ και επληρωσεν ολον τον οικον ου ησαν καθημενοι
3Καὶ ὤφθησαν αὐτοῖς διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυρός, ἐκάθισέ τε ἐφ᾿ ἕνα ἕκαστον αὐτῶν.
3και ωφθησαν αυτοισ διαμεριζομεναι γλωσσαι ωσει πυροσ εκαθισεν τε εφ ενα εκαστον αυτων
4Καὶ ἐπλήσθησαν ἅπαντες πνεύματος ἁγίου, καὶ ἤρξαντο λαλεῖν ἑτέραις γλώσσαις, καθὼς τὸ πνεῦμα ἐδίδου αὐτοῖς ἀποφθέγγεσθαι.
4και επλησθησαν απαντεσ πνευματοσ αγιου και ηρξαντο λαλειν ετεραισ γλωσσαισ καθωσ το πνευμα εδιδου αυτοισ αποφθεγγεσθαι
5Ἦσαν δὲ ἐν Ἱερουσαλὴμ κατοικοῦντες Ἰουδαῖοι, ἄνδρες εὐλαβεῖς, ἀπὸ παντὸς ἔθνους τῶν ὑπὸ τὸν οὐρανόν.
5ησαν δε εν ιερουσαλημ κατοικουντεσ ιουδαιοι ανδρεσ ευλαβεισ απο παντοσ εθνουσ των υπο τον ουρανον
6Γενομένης δὲ τῆς φωνῆς ταύτης, συνῆλθε τὸ πλῆθος καὶ συνεχύθη, ὅτι ἤκουον εἷς ἕκαστος τῇ ἰδίᾳ διαλέκτῳ λαλούντων αὐτῶν.
6γενομενησ δε τησ φωνησ ταυτησ συνηλθεν το πληθοσ και συνεχυθη οτι ηκουον εισ εκαστοσ τη ιδια διαλεκτω λαλουντων αυτων
7Ἐξίσταντο δὲ πάντες καὶ ἐθαύμαζον, λέγοντες πρὸς ἀλλήλους, Οὐκ ἰδοὺ πάντες οὗτοί εἰσιν οἱ λαλοῦντες Γαλιλαῖοι;
7εξισταντο δε παντεσ και εθαυμαζον λεγοντεσ προσ αλληλουσ ουκ ιδου παντεσ ουτοι εισιν οι λαλουντεσ γαλιλαιοι
8Καὶ πῶς ἡμεῖς ἀκούομεν ἕκαστος τῇ ἰδίᾳ διαλέκτῳ ἡμῶν ἐν ᾗ ἐγεννήθημεν;
8και πωσ ημεισ ακουομεν εκαστοσ τη ιδια διαλεκτω ημων εν η εγεννηθημεν
9Πάρθοι καὶ Μῆδοι καὶ Ἐλαμῖται, καὶ οἱ κατοικοῦντες τὴν Μεσοποταμίαν, Ἰουδαίαν τε καὶ Καππαδοκίαν, Πόντον καὶ τὴν Ἀσίαν,
9παρθοι και μηδοι και ελαμιται και οι κατοικουντεσ την μεσοποταμιαν ιουδαιαν τε και καππαδοκιαν ποντον και την ασιαν
10Φρυγίαν τε καὶ Παμφυλίαν, Αἴγυπτον καὶ τὰ μέρη τῆς Λιβύης τῆς κατὰ Κυρήνην, καὶ οἱ ἐπιδημοῦντες Ῥωμαῖοι, Ἰουδαῖοί τε καὶ προσήλυτοι,
10φρυγιαν τε και παμφυλιαν αιγυπτον και τα μερη τησ λιβυησ τησ κατα κυρηνην και οι επιδημουντεσ ρωμαιοι ιουδαιοι τε και προσηλυτοι
11Κρῆτες καὶ Ἄραβες, ἀκούομεν λαλούντων αὐτῶν ταῖς ἡμετέραις γλώσσαις τὰ μεγαλεῖα τοῦ Θεοῦ.
11κρητεσ και αραβεσ ακουομεν λαλουντων αυτων ταισ ημετεραισ γλωσσαισ τα μεγαλεια του θεου
12Ἐξίσταντο δὲ πάντες καὶ διηπόρουν, ἄλλος πρὸς ἄλλον λέγοντες, Τί ἂν θέλοι τοῦτο εἶναι;
12εξισταντο δε παντεσ και διηπορουν αλλοσ προσ αλλον λεγοντεσ τι αν θελοι τουτο ειναι
13Ἕτεροι δὲ χλευάζοντες ἔλεγον ὅτι Γλεύκους μεμεστωμένοι εἰσί.
13ετεροι δε χλευαζοντεσ ελεγον οτι γλευκουσ μεμεστωμενοι εισιν
14Σταθεὶς δὲ Πέτρος σὺν τοῖς ἕνδεκα, ἐπῆρε τὴν φωνὴν αὐτοῦ, καὶ ἀπεφθέγξατο αὐτοῖς, Ἄνδρες Ἰουδαῖοι, καὶ οἱ κατοικοῦντες Ἱερουσαλὴμ ἅπαντες, τοῦτο ὑμῖν γνωστὸν ἔστω, καὶ ἐνωτίσασθε τὰ ῥήματά μου.
14σταθεισ δε πετροσ συν τοισ ενδεκα επηρεν την φωνην αυτου και απεφθεγξατο αυτοισ ανδρεσ ιουδαιοι και οι κατοικουντεσ ιερουσαλημ απαντεσ τουτο υμιν γνωστον εστω και ενωτισασθε τα ρηματα μου
15Οὐ γάρ, ὡς ὑμεῖς ὑπολαμβάνετε, οὗτοι μεθύουσιν· ἔστι γὰρ ὥρα τρίτη τῆς ἡμέρας·
15ου γαρ ωσ υμεισ υπολαμβανετε ουτοι μεθυουσιν εστιν γαρ ωρα τριτη τησ ημερασ
16ἀλλὰ τοῦτό ἐστι τὸ εἰρημένον διὰ τοῦ προφήτου Ἰωήλ,
16αλλα τουτο εστιν το ειρημενον δια του προφητου ιωηλ
17Καὶ ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις, λέγει ὁ Θεός, ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα· καὶ προφητεύσουσιν οἱ υἱοὶ ὑμῶν καὶ αἱ θυγατέρες ὑμῶν, καὶ οἱ νεανίσκοι ὑμῶν ὁράσεις ὄψονται, καὶ οἱ πρεσβύτεροι ὑμῶν ἐνύπνια ἐνυπνιασθήσονται·
17και εσται εν ταισ εσχαταισ ημεραισ λεγει ο θεοσ εκχεω απο του πνευματοσ μου επι πασαν σαρκα και προφητευσουσιν οι υιοι υμων και αι θυγατερεσ υμων και οι νεανισκοι υμων ορασεισ οψονται και οι πρεσβυτεροι υμων ενυπνια ενυπνιασθησονται
18καί γε ἐπὶ τοὺς δούλους μου καὶ ἐπὶ τὰς δούλας μου ἐν ταῖς ἡμέραις ἐκείναις ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου, καὶ προφητεύσουσι.
18και γε επι τουσ δουλουσ μου και επι τασ δουλασ μου εν ταισ ημεραισ εκειναισ εκχεω απο του πνευματοσ μου και προφητευσουσιν
19Καὶ δώσω τέρατα ἐν τῷ οὐρανῷ ἄνω, καὶ σημεῖα ἐπὶ τῆς γῆς κάτω, αἷμα καὶ πῦρ καὶ ἀτμίδα καπνοῦ·
19και δωσω τερατα εν τω ουρανω ανω και σημεια επι τησ γησ κατω αιμα και πυρ και ατμιδα καπνου
20ὁ ἥλιος μεταστραφήσεται εἰς σκότος, καὶ ἡ σελήνη εἰς αἷμα, πρὶν ἢ ἐλθεῖν τὴν ἡμέραν Κυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ·
20ο ηλιοσ μεταστραφησεται εισ σκοτοσ και η σεληνη εισ αιμα πριν η ελθειν την ημεραν κυριου την μεγαλην και επιφανη
21καὶ ἔσται, πᾶς ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου σωθήσεται.
21και εσται πασ οσ αν επικαλεσηται το ονομα κυριου σωθησεται
22Ἄνδρες Ἰσραηλῖται, ἀκούσατε τοὺς λόγους τούτους· Ἰησοῦν τὸν Ναζωραῖον, ἄνδρα ἀπὸ τοῦ Θεοῦ ἀποδεδειγμένον εἰς ὑμᾶς δυνάμεσι καὶ τέρασι καὶ σημείοις, οἷς ἐποίησε δι᾿ αὐτοῦ ὁ Θεὸς ἐν μέσῳ ὑμῶν, καθὼς καὶ αὐτοὶ οἴδατε,
22ανδρεσ ισραηλιται ακουσατε τουσ λογουσ τουτουσ ιησουν τον ναζωραιον ανδρα απο του θεου αποδεδειγμενον εισ υμασ δυναμεσιν και τερασιν και σημειοισ οισ εποιησεν δι αυτου ο θεοσ εν μεσω υμων καθωσ και αυτοι οιδατε
23τοῦτον τῇ ὡρισμένῃ βουλῇ καὶ προγνώσει τοῦ Θεοῦ ἔκδοτον λαβόντες, διὰ χειρῶν ἀνόμων προσπήξαντες ἀνείλετε·
23τουτον τη ωρισμενη βουλη και προγνωσει του θεου εκδοτον λαβοντεσ δια χειρων ανομων προσπηξαντεσ ανειλετε
24ὃν ὁ Θεὸς ἀνέστησε, λύσας τὰς ὠδῖνας τοῦ θανάτου, καθότι οὐκ ἦν δυνατὸν κρατεῖσθαι αὐτὸν ὑπ᾿ αὐτοῦ.
24ον ο θεοσ ανεστησεν λυσασ τασ ωδινασ του θανατου καθοτι ουκ ην δυνατον κρατεισθαι αυτον υπ αυτου
25Δαβὶδ γὰρ λέγει εἰς αὐτόν, Προωρώμην τὸν Κύριον ἐνώπιόν μου διὰ παντός· ὅτι ἐκ δεξιῶν μου ἐστίν, ἵνα μὴ σαλευθῶ·
25δαυιδ γαρ λεγει εισ αυτον προωρωμην τον κυριον ενωπιον μου δια παντοσ οτι εκ δεξιων μου εστιν ινα μη σαλευθω
26διὰ τοῦτο εὐφράνθη ἡ καρδία μου, καὶ ἠγαλλιάσατο ἡ γλῶσσά μου· ἔτι δὲ καὶ ἡ σάρξ μου κατασκηνώσει ἐπ᾿ ἐλπίδι·
26δια τουτο ευφρανθη η καρδια μου και ηγαλλιασατο η γλωσσα μου ετι δε και η σαρξ μου κατασκηνωσει επ ελπιδι
27ὅτι οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾍδου, οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν.
27οτι ουκ εγκαταλειψεισ την ψυχην μου εισ αδου ουδε δωσεισ τον οσιον σου ιδειν διαφθοραν
28Ἐγνώρισάς μοι ὁδοὺς ζωῆς· πληρώσεις με εὐφροσύνης μετὰ τοῦ προσώπου σου.
28εγνωρισασ μοι οδουσ ζωησ πληρωσεισ με ευφροσυνησ μετα του προσωπου σου
29Ἄνδρες ἀδελφοί, ἐξὸν εἰπεῖν μετὰ παρρησίας πρὸς ὑμᾶς περὶ τοῦ πατριάρχου Δαβίδ, ὅτι καὶ ἐτελεύτησε καὶ ἐτάφη, καὶ τὸ μνῆμα αὐτοῦ ἐστιν ἐν ἡμῖν ἄχρι τῆς ἡμέρας ταύτης.
29ανδρεσ αδελφοι εξον ειπειν μετα παρρησιασ προσ υμασ περι του πατριαρχου δαυιδ οτι και ετελευτησεν και εταφη και το μνημα αυτου εστιν εν ημιν αχρι τησ ημερασ ταυτησ
30Προφήτης οὖν ὑπάρχων, καὶ εἰδὼς ὅτι ὅρκῳ ὤμοσεν αὐτῷ ὁ Θεός, ἐκ καρποῦ τῆς ὀσφύος αὐτοῦ τὸ κατὰ σάρκα ἀναστήσειν τὸν Χριστόν, καθίσαι ἐπὶ τοῦ θρόνου αὐτοῦ,
30προφητησ ουν υπαρχων και ειδωσ οτι ορκω ωμοσεν αυτω ο θεοσ εκ καρπου τησ οσφυοσ αυτου το κατα σαρκα αναστησειν τον χριστον καθισαι επι του θρονου αυτου
31προϊδὼν ἐλάλησε περὶ τῆς ἀναστάσεως τοῦ Χριστοῦ, ὅτι οὐ κατελείφθη ἡ ψυχὴ αὐτοῦ εἰς ᾍδου, οὐδὲ ἡ σὰρξ αὐτοῦ εἶδε διαφθοράν.
31προιδων ελαλησεν περι τησ αναστασεωσ του χριστου οτι ου κατελειφθη η ψυχη αυτου εισ αδου ουδε η σαρξ αυτου ειδεν διαφθοραν
32Τοῦτον τὸν Ἰησοῦν ἀνέστησεν ὁ Θεός, οὗ πάντες ἡμεῖς ἐσμεν μάρτυρες.
32τουτον τον ιησουν ανεστησεν ο θεοσ ου παντεσ ημεισ εσμεν μαρτυρεσ
33Τῇ δεξιᾷ οὖν τοῦ Θεοῦ ὑψωθείς, τήν τε ἐπαγγελίαν τοῦ ἁγίου πνεύματος λαβὼν παρὰ τοῦ πατρός, ἐξέχεε τοῦτο ὃ νῦν ὑμεῖς βλέπετε καὶ ἀκούετε.
33τη δεξια ουν του θεου υψωθεισ την τε επαγγελιαν του αγιου πνευματοσ λαβων παρα του πατροσ εξεχεεν τουτο ο νυν υμεισ βλεπετε και ακουετε
34Οὐ γὰρ Δαβὶδ ἀνέβη εἰς τοὺς οὐρανούς, λέγει δὲ αὐτός, Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου, Κάθου ἐκ δεξιῶν μου,
34ου γαρ δαυιδ ανεβη εισ τουσ ουρανουσ λεγει δε αυτοσ ειπεν ο κυριοσ τω κυριω μου καθου εκ δεξιων μου
35ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.
35εωσ αν θω τουσ εχθρουσ σου υποποδιον των ποδων σου
36Ἀσφαλῶς οὖν γινωσκέτω πᾶς οἶκος Ἰσραήλ, ὅτι καὶ Κύριον καὶ Χριστὸν αὐτὸν ὁ Θεὸς ἐποίησε, τοῦτον τὸν Ἰησοῦν ὃν ὑμεῖς ἐσταυρώσατε.
36ασφαλωσ ουν γινωσκετω πασ οικοσ ισραηλ οτι και κυριον και χριστον αυτον ο θεοσ εποιησεν τουτον τον ιησουν ον υμεισ εσταυρωσατε
37Ἀκούσαντες δὲ κατενύγησαν τῇ καρδίᾳ, εἶπόν τε πρὸς τὸν Πέτρον καὶ τοὺς λοιποὺς ἀποστόλους, Τί ποιήσομεν, ἄνδρες ἀδελφοί;
37ακουσαντεσ δε κατενυγησαν τη καρδια ειπον τε προσ τον πετρον και τουσ λοιπουσ αποστολουσ τι ποιησομεν ανδρεσ αδελφοι
38Πέτρος δὲ ἔφη πρὸς αὐτούς, Μετανοήσατε, καὶ βαπτισθήτω ἕκαστος ὑμῶν ἐπὶ τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ εἰς ἄφεσιν ἁμαρτιῶν, καὶ λήψεσθε τὴν δωρεὰν τοῦ ἁγίου πνεύματος.
38πετροσ δε εφη προσ αυτουσ μετανοησατε και βαπτισθητω εκαστοσ υμων επι τω ονοματι ιησου χριστου εισ αφεσιν αμαρτιων και ληψεσθε την δωρεαν του αγιου πνευματοσ
39Ὑμῖν γάρ ἐστιν ἡ ἐπαγγελία, καὶ τοῖς τέκνοις ὑμῶν, καὶ πᾶσι τοῖς εἰς μακράν, ὅσους ἂν προσκαλέσηται Κύριος ὁ Θεὸς ἡμῶν.
39υμιν γαρ εστιν η επαγγελια και τοισ τεκνοισ υμων και πασιν τοισ εισ μακραν οσουσ αν προσκαλεσηται κυριοσ ο θεοσ ημων
40Ἑτέροις τε λόγοις πλείοσι διεμαρτύρετο καὶ παρεκάλει λέγων, Σώθητε ἀπὸ τῆς γενεᾶς τῆς σκολιᾶς ταύτης.
40ετεροισ τε λογοισ πλειοσιν διεμαρτυρετο και παρεκαλει λεγων σωθητε απο τησ γενεασ τησ σκολιασ ταυτησ
41Οἱ μὲν οὖν ἀσμένως ἀποδεξάμενοι τὸν λόγον αὐτοῦ ἐβαπτίσθησαν· καὶ προσετέθησαν τῇ ἡμέρᾳ ἐκείνῃ ψυχαὶ ὡσεὶ τρισχίλιαι.
41οι μεν ουν ασμενωσ αποδεξαμενοι τον λογον αυτου εβαπτισθησαν και προσετεθησαν τη ημερα εκεινη ψυχαι ωσει τρισχιλιαι
42Ἦσαν δὲ προσκαρτεροῦντες τῇ διδαχῇ τῶν ἀποστόλων καὶ τῇ κοινωνίᾳ, καὶ τῇ κλάσει τοῦ ἄρτου καὶ ταῖς προσευχαῖς.
42ησαν δε προσκαρτερουντεσ τη διδαχη των αποστολων και τη κοινωνια και τη κλασει του αρτου και ταισ προσευχαισ
43Ἐγένετο δὲ πάσῃ ψυχῇ φόβος, πολλά τε τέρατα καὶ σημεῖα διὰ τῶν ἀποστόλων ἐγίνετο.
43εγενετο δε παση ψυχη φοβοσ πολλα τε τερατα και σημεια δια των αποστολων εγινετο
44Πάντες δὲ οἱ πιστεύοντες ἦσαν ἐπὶ τὸ αὐτό, καὶ εἶχον ἅπαντα κοινά,
44παντεσ δε οι πιστευοντεσ ησαν επι το αυτο και ειχον απαντα κοινα
45καὶ τὰ κτήματα καὶ τὰς ὑπάρξεις ἐπίπρασκον, καὶ διεμέριζον αὐτὰ πᾶσι, καθότι ἄν τις χρείαν εἶχε.
45και τα κτηματα και τασ υπαρξεισ επιπρασκον και διεμεριζον αυτα πασιν καθοτι αν τισ χρειαν ειχεν
46Καθ᾿ ἡμέραν τε προσκαρτεροῦντες ὁμοθυμαδὸν ἐν τῷ ἱερῷ, κλῶντές τε κατ᾿ οἶκον ἄρτον, μετελάμβανον τροφῆς ἐν ἀγαλλιάσει καὶ ἀφελότητι καρδίας,
46καθ ημεραν τε προσκαρτερουντεσ ομοθυμαδον εν τω ιερω κλωντεσ τε κατ οικον αρτον μετελαμβανον τροφησ εν αγαλλιασει και αφελοτητι καρδιασ
47αἰνοῦντες τὸν Θεόν, καὶ ἔχοντες χάριν πρὸς ὅλον τὸν λαόν. Ὁ δὲ Κύριος προσετίθει τοὺς σῳζομένους καθ᾿ ἡμέραν τῇ ἐκκλησίᾳ.
47αινουντεσ τον θεον και εχοντεσ χαριν προσ ολον τον λαον ο δε κυριοσ προσετιθει τουσ σωζομενουσ καθ ημεραν τη εκκλησια

Tip: use the ← and → keys to turn chapters.