ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 14
Greek New Testament: Textus ReceptusOriginal language
Greek New Testament: Textus Receptus
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
1Ἐγένετο δὲ ἐν Ἰκονίῳ, κατὰ τὸ αὐτὸ εἰσελθεῖν αὐτοὺς εἰς τὴν συναγωγὴν τῶν Ἰουδαίων, καὶ λαλῆσαι οὕτως ὥστε πιστεῦσαι Ἰουδαίων τε καὶ Ἑλλήνων πολὺ πλῆθος.
1εγενετο δε εν ικονιω κατα το αυτο εισελθειν αυτουσ εισ την συναγωγην των ιουδαιων και λαλησαι ουτωσ ωστε πιστευσαι ιουδαιων τε και ελληνων πολυ πληθοσ
2Οἱ δὲ ἀπειθοῦντες Ἰουδαῖοι ἐπήγειραν καὶ ἐκάκωσαν τὰς ψυχὰς τῶν ἐθνῶν κατὰ τῶν ἀδελφῶν.
2οι δε απειθουντεσ ιουδαιοι επηγειραν και εκακωσαν τασ ψυχασ των εθνων κατα των αδελφων
3Ἱκανὸν μὲν οὖν χρόνον διέτριψαν παρρησιαζόμενοι ἐπὶ τῷ Κυρίῳ τῷ μαρτυροῦντι τῷ λόγῳ τῆς χάριτος αὐτοῦ, καὶ διδόντι σημεῖα καὶ τέρατα γίνεσθαι διὰ τῶν χειρῶν αὐτῶν.
3ικανον μεν ουν χρονον διετριψαν παρρησιαζομενοι επι τω κυριω τω μαρτυρουντι τω λογω τησ χαριτοσ αυτου διδοντι σημεια και τερατα γινεσθαι δια των χειρων αυτων
4Ἐσχίσθη δὲ τὸ πλῆθος τῆς πόλεως· καὶ οἱ μὲν ἦσαν σὺν τοῖς Ἰουδαίοις, οἱ δὲ σὺν τοῖς ἀποστόλοις.
4εσχισθη δε το πληθοσ τησ πολεωσ και οι μεν ησαν συν τοισ ιουδαιοισ οι δε συν τοισ αποστολοισ
5Ὡς δὲ ἐγένετο ὁρμὴ τῶν ἐθνῶν τε καὶ Ἰουδαίων σὺν τοῖς ἄρχουσιν αὐτῶν, ὑβρίσαι καὶ λιθοβολῆσαι αὐτούς,
5ωσ δε εγενετο ορμη των εθνων τε και ιουδαιων συν τοισ αρχουσιν αυτων υβρισαι και λιθοβολησαι αυτουσ
6συνιδόντες κατέφυγον εἰς τὰς πόλεις τῆς Λυκαονίας, Λύστραν καὶ Δέρβην, καὶ τὴν περίχωρον·
6συνιδοντεσ κατεφυγον εισ τασ πολεισ τησ λυκαονιασ λυστραν και δερβην και την περιχωρον
7κἀκεῖ ἦσαν εὐαγγελιζόμενοι.
7κακει ησαν ευαγγελιζομενοι
8Καί τις ἀνὴρ ἐν Λύστροις ἀδύνατος τοῖς ποσὶν ἐκάθητο, χωλὸς ἐκ κοιλίας μητρὸς αὐτοῦ ὑπάρχων, ὃς οὐδέποτε περιεπεπατήκει.
8και τισ ανηρ εν λυστροισ αδυνατοσ τοισ ποσιν εκαθητο χωλοσ εκ κοιλιασ μητροσ αυτου υπαρχων οσ ουδεποτε περιπεπατηκει
9Οὗτος ἤκουε τοῦ Παύλου λαλοῦντος· ὃς ἀτενίσας αὐτῷ, καὶ ἰδὼν ὅτι πίστιν ἔχει τοῦ σωθῆναι,
9ουτοσ ηκουσεν του παυλου λαλουντοσ οσ ατενισασ αυτω και ιδων οτι πιστιν εχει του σωθηναι
10εἶπε μεγάλῃ τῇ φωνῇ, Ἀνάστηθι ἐπὶ τοὺς πόδας σου ὀρθός. Καὶ ἥλλετο καὶ περιεπάτει.
10ειπεν μεγαλη τη φωνη αναστηθι επι τουσ ποδασ σου ορθωσ και ηλλετο και περιεπατει
11Οἱ δὲ ὄχλοι, ἰδόντες ὃ ἐποίησεν ὁ Παῦλος, ἐπῆραν τὴν φωνὴν αὐτῶν Λυκαονιστὶ λέγοντες, Οἱ θεοὶ ὁμοιωθέντες ἀνθρώποις κατέβησαν πρὸς ἡμᾶς.
11οι δε οχλοι ιδοντεσ ο εποιησεν ο παυλοσ επηραν την φωνην αυτων λυκαονιστι λεγοντεσ οι θεοι ομοιωθεντεσ ανθρωποισ κατεβησαν προσ ημασ
12Ἐκάλουν τε τὸν μὲν Βαρνάβαν, Δία· τὸν δὲ Παῦλον, Ἑρμῆν, ἐπειδὴ αὐτὸς ἦν ὁ ἡγούμενος τοῦ λόγου.
12εκαλουν τε τον μεν βαρναβαν δια τον δε παυλον ερμην επειδη αυτοσ ην ο ηγουμενοσ του λογου
13Ὁ δὲ ἱερεὺς τοῦ Διὸς τοῦ ὄντος πρὸ τῆς πόλεως αὐτῶν, ταύρους καὶ στέμματα ἐπὶ τοὺς πυλῶνας ἐνέγκας, σὺν τοῖς ὄχλοις ἤθελε θύειν.
13ο δε ιερευσ του διοσ του οντοσ προ τησ πολεωσ αυτων ταυρουσ και στεμματα επι τουσ πυλωνασ ενεγκασ συν τοισ οχλοισ ηθελεν θυειν
14Ἀκούσαντες δὲ οἱ ἀπόστολοι Βαρνάβας καὶ Παῦλος, διαρρήξαντες τὰ ἱμάτια αὐτῶν, εἰσεπήδησαν εἰς τὸν ὄχλον, κράζοντες
14ακουσαντεσ δε οι αποστολοι βαρναβασ και παυλοσ διαρρηξαντεσ τα ιματια αυτων εισεπηδησαν εισ τον οχλον κραζοντεσ
15καὶ λέγοντες, Ἄνδρες, τί ταῦτα ποιεῖτε; Καὶ ἡμεῖς ὁμοιοπαθεῖς ἐσμεν ὑμῖν ἄνθρωποι, εὐαγγελιζόμενοι ὑμᾶς ἀπὸ τούτων τῶν ματαίων ἐπιστρέφειν ἐπὶ τὸν Θεὸν τὸν ζῶντα, ὃς ἐποίησε τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς·
15και λεγοντεσ ανδρεσ τι ταυτα ποιειτε και ημεισ ομοιοπαθεισ εσμεν υμιν ανθρωποι ευαγγελιζομενοι υμασ απο τουτων των ματαιων επιστρεφειν επι τον θεον τον ζωντα οσ εποιησεν τον ουρανον και την γην και την θαλασσαν και παντα τα εν αυτοισ
16ὃς ἐν ταῖς παρῳχημέναις γενεαῖς εἴασε πάντα τὰ ἔθνη πορεύεσθαι ταῖς ὁδοῖς αὐτῶν.
16οσ εν ταισ παρωχημεναισ γενεαισ ειασεν παντα τα εθνη πορευεσθαι ταισ οδοισ αυτων
17Καίτοιγε οὐκ ἀμάρτυρον ἑαυτὸν ἀφῆκεν ἀγαθοποιῶν, οὐρανόθεν ἡμῖν ὑετοὺς διδοὺς καὶ καιροὺς καρποφόρους, ἐμπιπλῶν τροφῆς καὶ εὐφροσύνης τὰς καρδίας ἡμῶν.
17καιτοιγε ουκ αμαρτυρον εαυτον αφηκεν αγαθοποιων ουρανοθεν υμιν υετουσ διδουσ και καιρουσ καρποφορουσ εμπιπλων τροφησ και ευφροσυνησ τασ καρδιασ ημων
18Καὶ ταῦτα λέγοντες, μόλις κατέπαυσαν τοὺς ὄχλους τοῦ μὴ θύειν αὐτοῖς.
18και ταυτα λεγοντεσ μολισ κατεπαυσαν τουσ οχλουσ του μη θυειν αυτοισ
19Ἐπῆλθον δὲ ἀπὸ Ἀντιοχείας καὶ Ἰκονίου Ἰουδαῖοι, καὶ πείσαντες τοὺς ὄχλους, καὶ λιθάσαντες τὸν Παῦλον, ἔσυρον ἔξω τῆς πόλεως, νομίσαντες αὐτὸν τεθνάναι.
19επηλθον δε απο αντιοχειασ και ικονιου ιουδαιοι και πεισαντεσ τουσ οχλουσ και λιθασαντεσ τον παυλον εσυρον εξω τησ πολεωσ νομισαντεσ αυτον τεθναναι
20Κυκλωσάντων δὲ αὐτὸν τῶν μαθητῶν, ἀναστὰς εἰσῆλθεν εἰς τὴν πόλιν· καὶ τῇ ἐπαύριον ἐξῆλθε σὺν τῷ Βαρνάβᾳ εἰς Δέρβην.
20κυκλωσαντων δε αυτον των μαθητων αναστασ εισηλθεν εισ την πολιν και τη επαυριον εξηλθεν συν τω βαρναβα εισ δερβην
21Εὐαγγελισάμενοί τε τὴν πόλιν ἐκείνην, καὶ μαθητεύσαντες ἱκανούς, ὑπέστρεψαν εἰς τὴν Λύστραν καὶ Ἰκόνιον καὶ Ἀντιόχειαν,
21ευαγγελισαμενοι τε την πολιν εκεινην και μαθητευσαντεσ ικανουσ υπεστρεψαν εισ την λυστραν και ικονιον και αντιοχειαν
22ἐπιστηρίζοντες τὰς ψυχὰς τῶν μαθητῶν, παρακαλοῦντες ἐμμένειν τῇ πίστει, καὶ ὅτι διὰ πολλῶν θλίψεων δεῖ ἡμᾶς εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ.
22επιστηριζοντεσ τασ ψυχασ των μαθητων παρακαλουντεσ εμμενειν τη πιστει και οτι δια πολλων θλιψεων δει ημασ εισελθειν εισ την βασιλειαν του θεου
23Χειροτονήσαντες δὲ αὐτοῖς πρεσβυτέρους κατ᾿ ἐκκλησίαν, προσευξάμενοι μετὰ νηστειῶν, παρέθεντο αὐτοὺς τῷ Κυρίῳ εἰς ὃν πεπιστεύκεισαν.
23χειροτονησαντεσ δε αυτοισ πρεσβυτερουσ κατ εκκλησιαν προσευξαμενοι μετα νηστειων παρεθεντο αυτουσ τω κυριω εισ ον πεπιστευκεισαν
24Καὶ διελθόντες τὴν Πισιδίαν ἦλθον εἰς Παμφυλίαν.
24και διελθοντεσ την πισιδιαν ηλθον εισ παμφυλιαν
25Καὶ λαλήσαντες ἐν Πέργῃ τὸν λόγον, κατέβησαν εἰς Ἀττάλειαν·
25και λαλησαντεσ εν περγη τον λογον κατεβησαν εισ ατταλειαν
26κἀκεῖθεν ἀπέπλευσαν εἰς Ἀντιόχειαν, ὅθεν ἦσαν παραδεδομένοι τῇ χάριτι τοῦ Θεοῦ εἰς τὸ ἔργον ὃ ἐπλήρωσαν.
26κακειθεν απεπλευσαν εισ αντιοχειαν οθεν ησαν παραδεδομενοι τη χαριτι του θεου εισ το εργον ο επληρωσαν
27Παραγενόμενοι δὲ καὶ συναγαγόντες τὴν ἐκκλησίαν, ἀνήγγειλαν ὅσα ἐποίησεν ὁ Θεὸς μετ᾿ αὐτῶν, καὶ ὅτι ἤνοιξε τοῖς ἔθνεσι θύραν πίστεως.
27παραγενομενοι δε και συναγαγοντεσ την εκκλησιαν ανηγγειλαν οσα εποιησεν ο θεοσ μετ αυτων και οτι ηνοιξεν τοισ εθνεσιν θυραν πιστεωσ
28Διέτριβον δὲ ἐκεῖ χρόνον οὐκ ὀλίγον σὺν τοῖς μαθηταῖς.
28διετριβον δε εκει χρονον ουκ ολιγον συν τοισ μαθηταισ
Tip: use the ← and → keys to turn chapters.