ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 12
Greek New Testament: Textus ReceptusOriginal language
Greek New Testament: Textus Receptus
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
1Κατ᾿ ἐκεῖνον δὲ τὸν καιρὸν ἐπέβαλεν Ἡρῴδης ὁ βασιλεὺς τὰς χεῖρας κακῶσαί τινας τῶν ἀπὸ τῆς ἐκκλησίας.
1κατ εκεινον δε τον καιρον επεβαλεν ηρωδησ ο βασιλευσ τασ χειρασ κακωσαι τινασ των απο τησ εκκλησιασ
2Ἀνεῖλε δὲ Ἰάκωβον τὸν ἀδελφὸν Ἰωάννου μαχαίρᾳ.
2ανειλεν δε ιακωβον τον αδελφον ιωαννου μαχαιρα
3Καὶ ἰδὼν ὅτι ἀρεστόν ἐστι τοῖς Ἰουδαίοις, προσέθετο συλλαβεῖν καὶ Πέτρον — ἦσαν δὲ ἡμέραι τῶν ἀζύμων —
3και ιδων οτι αρεστον εστιν τοισ ιουδαιοισ προσεθετο συλλαβειν και πετρον ησαν δε αι ημεραι των αζυμων
4ὃν καὶ πιάσας ἔθετο εἰς φυλακήν, παραδοὺς τέσσαρσι τετραδίοις στρατιωτῶν φυλάσσειν αὐτόν, βουλόμενος μετὰ τὸ Πάσχα ἀναγαγεῖν αὐτὸν τῷ λαῷ.
4ον και πιασασ εθετο εισ φυλακην παραδουσ τεσσαρσιν τετραδιοισ στρατιωτων φυλασσειν αυτον βουλομενοσ μετα το πασχα αναγαγειν αυτον τω λαω
5Ὁ μὲν οὖν Πέτρος ἐτηρεῖτο ἐν τῇ φυλακῇ· προσευχὴ δὲ ἦν ἐκτενὴς γινομένη ὑπὸ τῆς ἐκκλησίας πρὸς τὸν Θεὸν ὑπὲρ αὐτοῦ.
5ο μεν ουν πετροσ ετηρειτο εν τη φυλακη προσευχη δε ην εκτενησ γινομενη υπο τησ εκκλησιασ προσ τον θεον υπερ αυτου
6Ὅτε δὲ ἔμελλεν αὐτὸν προάγειν ὁ Ἡρῴδης, τῇ νυκτὶ ἐκείνῃ ἦν ὁ Πέτρος κοιμώμενος μεταξὺ δύο στρατιωτῶν, δεδεμένος ἁλύσεσι δυσί· φύλακές τε πρὸ τῆς θύρας ἐτήρουν τὴν φυλακήν.
6οτε δε εμελλεν αυτον προαγειν ο ηρωδησ τη νυκτι εκεινη ην ο πετροσ κοιμωμενοσ μεταξυ δυο στρατιωτων δεδεμενοσ αλυσεσιν δυσιν φυλακεσ τε προ τησ θυρασ ετηρουν την φυλακην
7Καὶ ἰδού, ἄγγελος Κυρίου ἐπέστη, καὶ φῶς ἔλαμψεν ἐν τῷ οἰκήματι· πατάξας δὲ τὴν πλευρὰν τοῦ Πέτρου, ἤγειρεν αὐτὸν λέγων, Ἀνάστα ἐν τάχει. Καὶ ἐξέπεσον αὐτοῦ αἱ ἁλύσεις ἐκ τῶν χειρῶν.
7και ιδου αγγελοσ κυριου επεστη και φωσ ελαμψεν εν τω οικηματι παταξασ δε την πλευραν του πετρου ηγειρεν αυτον λεγων αναστα εν ταχει και εξεπεσον αυτου αι αλυσεισ εκ των χειρων
8Εἶπέ τε ὁ ἄγγελος πρὸς αὐτόν, Περίζωσαι καὶ ὑπόδησαι τὰ σανδάλιά σου. Ἐποίησε δὲ οὕτω. Καὶ λέγει αὐτῷ, Περιβαλοῦ τὸ ἱμάτιόν σου, καὶ ἀκολούθει μοι.
8ειπεν τε ο αγγελοσ προσ αυτον περιζωσαι και υποδησαι τα σανδαλια σου εποιησεν δε ουτωσ και λεγει αυτω περιβαλου το ιματιον σου και ακολουθει μοι
9Καὶ ἐξελθὼν ἠκολούθει αὐτῷ· καὶ οὐκ ᾔδει ὅτι ἀληθές ἐστι τὸ γινόμενον διὰ τοῦ ἀγγέλου, ἐδόκει δὲ ὅραμα βλέπειν.
9και εξελθων ηκολουθει αυτω και ουκ ηδει οτι αληθεσ εστιν το γινομενον δια του αγγελου εδοκει δε οραμα βλεπειν
10Διελθόντες δὲ πρώτην φυλακὴν καὶ δευτέραν, ἦλθον ἐπὶ τὴν πύλην τὴν σιδηρᾶν, τὴν φέρουσαν εἰς τὴν πόλιν, ἥτις αὐτομάτη ἠνοίχθη αὐτοῖς· καὶ ἐξελθόντες προῆλθον ῥύμην μίαν, καὶ εὐθέως ἀπέστη ὁ ἄγγελος ἀπ᾿ αὐτοῦ.
10διελθοντεσ δε πρωτην φυλακην και δευτεραν ηλθον επι την πυλην την σιδηραν την φερουσαν εισ την πολιν ητισ αυτοματη ηνοιχθη αυτοισ και εξελθοντεσ προηλθον ρυμην μιαν και ευθεωσ απεστη ο αγγελοσ απ αυτου
11Καὶ ὁ Πέτρος, γενόμενος ἐν ἑαυτῷ, εἶπε, Νῦν οἶδα ἀληθῶς ὅτι ἐξαπέστειλε Κύριος τὸν ἄγγελον αὐτοῦ, καὶ ἐξείλετό με ἐκ χειρὸς Ἡρῴδου καὶ πάσης τῆς προσδοκίας τοῦ λαοῦ τῶν Ἰουδαίων.
11και ο πετροσ γενομενοσ εν εαυτω ειπεν νυν οιδα αληθωσ οτι εξαπεστειλεν κυριοσ τον αγγελον αυτου και εξειλετο με εκ χειροσ ηρωδου και πασησ τησ προσδοκιασ του λαου των ιουδαιων
12Συνιδών τε ἦλθεν ἐπὶ τὴν οἰκίαν Μαρίας τῆς μητρὸς Ἰωάννου τοῦ ἐπικαλουμένου Μάρκου, οὗ ἦσαν ἱκανοὶ συνηθροισμένοι καὶ προσευχόμενοι.
12συνιδων τε ηλθεν επι την οικιαν μαριασ τησ μητροσ ιωαννου του επικαλουμενου μαρκου ου ησαν ικανοι συνηθροισμενοι και προσευχομενοι
13Κρούσαντος δὲ τοῦ Πέτρου τὴν θύραν τοῦ πυλῶνος, προσῆλθε παιδίσκη ὑπακοῦσαι, ὀνόματι Ῥόδη.
13κρουσαντοσ δε του πετρου την θυραν του πυλωνοσ προσηλθεν παιδισκη υπακουσαι ονοματι ροδη
14Καὶ ἐπιγνοῦσα τὴν φωνὴν τοῦ Πέτρου, ἀπὸ τῆς χαρᾶς οὐκ ἤνοιξε τὸν πυλῶνα, εἰσδραμοῦσα δὲ ἀπήγγειλεν ἑστάναι τὸν Πέτρον πρὸ τοῦ πυλῶνος.
14και επιγνουσα την φωνην του πετρου απο τησ χαρασ ουκ ηνοιξεν τον πυλωνα εισδραμουσα δε απηγγειλεν εσταναι τον πετρον προ του πυλωνοσ
15Οἱ δὲ πρὸς αὐτὴν εἶπον, Μαίνῃ. Ἡ δὲ διϊσχυρίζετο οὕτως ἔχειν. Οἱ δ᾿ ἔλεγον, Ὁ ἄγγελος αὐτοῦ ἐστιν.
15οι δε προσ αυτην ειπον μαινη η δε διισχυριζετο ουτωσ εχειν οι δε ελεγον ο αγγελοσ αυτου εστιν
16Ὁ δὲ Πέτρος ἐπέμενε κρούων· ἀνοίξαντες δὲ εἶδον αὐτόν, καὶ ἐξέστησαν.
16ο δε πετροσ επεμενεν κρουων ανοιξαντεσ δε ειδον αυτον και εξεστησαν
17Κατασείσας δὲ αὐτοῖς τῇ χειρὶ σιγᾷν, διηγήσατο αὐτοῖς πῶς ὁ Κύριος αὐτὸν ἐξήγαγεν ἐκ τῆς φυλακῆς. Εἶπε δέ, Ἀπαγγείλατε Ἰακώβῳ καὶ τοῖς ἀδελφοῖς ταῦτα. Καὶ ἐξελθὼν ἐπορεύθη εἰς ἕτερον τόπον.
17κατασεισασ δε αυτοισ τη χειρι σιγαν διηγησατο αυτοισ πωσ ο κυριοσ αυτον εξηγαγεν εκ τησ φυλακησ ειπεν δε απαγγειλατε ιακωβω και τοισ αδελφοισ ταυτα και εξελθων επορευθη εισ ετερον τοπον
18Γενομένης δὲ ἡμέρας, ἦν τάραχος οὐκ ὀλίγος ἐν τοῖς στρατιώταις, τί ἄρα ὁ Πέτρος ἐγένετο.
18γενομενησ δε ημερασ ην ταραχοσ ουκ ολιγοσ εν τοισ στρατιωταισ τι αρα ο πετροσ εγενετο
19Ἡρῴδης δὲ ἐπιζητήσας αὐτὸν καὶ μὴ εὑρών, ἀνακρίνας τοὺς φύλακας, ἐκέλευσεν ἀπαχθῆναι. Καὶ κατελθὼν ἀπὸ τῆς Ἰουδαίας εἰς τὴν Καισάρειαν διέτριβεν.
19ηρωδησ δε επιζητησασ αυτον και μη ευρων ανακρινασ τουσ φυλακασ εκελευσεν απαχθηναι και κατελθων απο τησ ιουδαιασ εισ την καισαρειαν διετριβεν
20Ἦν δὲ ὁ Ἡρῴδης θυμομαχῶν Τυρίοις καὶ Σιδωνίοις· ὁμοθυμαδὸν δὲ παρῆσαν πρὸς αὐτόν, καὶ πείσαντες Βλάστον τὸν ἐπὶ τοῦ κοιτῶνος τοῦ βασιλέως, ᾐτοῦντο εἰρήνην, διὰ τὸ τρέφεσθαι αὐτῶν τὴν χώραν ἀπὸ τῆς βασιλικῆς.
20ην δε ο ηρωδησ θυμομαχων τυριοισ και σιδωνιοισ ομοθυμαδον δε παρησαν προσ αυτον και πεισαντεσ βλαστον τον επι του κοιτωνοσ του βασιλεωσ ητουντο ειρηνην δια το τρεφεσθαι αυτων την χωραν απο τησ βασιλικησ
21Τακτῇ δὲ ἡμέρᾳ ὁ Ἡρῴδης ἐνδυσάμενος ἐσθῆτα βασιλικήν, καὶ καθίσας ἐπὶ τοῦ βήματος, ἐδημηγόρει πρὸς αὐτούς.
21τακτη δε ημερα ο ηρωδησ ενδυσαμενοσ εσθητα βασιλικην και καθισασ επι του βηματοσ εδημηγορει προσ αυτουσ
22Ὁ δὲ δῆμος ἐπεφώνει, Θεοῦ φωνὴ καὶ οὐκ ἀνθρώπου.
22ο δε δημοσ επεφωνει φωνη θεου και ουκ ανθρωπου
23Παραχρῆμα δὲ ἐπάταξεν αὐτὸν ἄγγελος Κυρίου, ἀνθ᾿ ὧν οὐκ ἔδωκε τὴν δόξαν τῷ Θεῷ· καὶ γενόμενος σκωληκόβρωτος, ἐξέψυξεν.
23παραχρημα δε επαταξεν αυτον αγγελοσ κυριου ανθ ων ουκ εδωκεν δοξαν τω θεω και γενομενοσ σκωληκοβρωτοσ εξεψυξεν
24Ὁ δὲ λόγος τοῦ Θεοῦ ηὔξανε καὶ ἐπληθύνετο.
24ο δε λογοσ του θεου ηυξανεν και επληθυνετο
25Βαρνάβας δὲ καὶ Σαῦλος ὑπέστρεψαν ἐξ Ἱερουσαλήμ, πληρώσαντες τὴν διακονίαν, συμπαραλαβόντες καὶ Ἰωάννην τὸν ἐπικληθέντα Μάρκον.
25βαρναβασ δε και σαυλοσ υπεστρεψαν εισ ιερουσαλημ πληρωσαντεσ την διακονιαν συμπαραλαβοντεσ και ιωαννην τον επικληθεντα μαρκον
Tip: use the ← and → keys to turn chapters.