ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 3
Greek New Testament: Textus ReceptusOriginal language
Greek New Testament: Textus Receptus
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
1Ἐπὶ τὸ αὐτὸ δὲ Πέτρος καὶ Ἰωάννης ἀνέβαινον εἰς τὸ ἱερὸν ἐπὶ τὴν ὥραν τῆς προσευχῆς τὴν ἐννάτην.
1επι το αυτο δε πετροσ και ιωαννησ ανεβαινον εισ το ιερον επι την ωραν τησ προσευχησ την ενατην
2Καί τις ἀνὴρ χωλὸς ἐκ κοιλίας μητρὸς αὐτοῦ ὑπάρχων ἐβαστάζετο· ὃν ἐτίθουν καθ᾿ ἡμέραν πρὸς τὴν θύραν τοῦ ἱεροῦ τὴν λεγομένην Ὡραίαν, τοῦ αἰτεῖν ἐλεημοσύνην παρὰ τῶν εἰσπορευομένων εἰς τὸ ἱερόν.
2και τισ ανηρ χωλοσ εκ κοιλιασ μητροσ αυτου υπαρχων εβασταζετο ον ετιθουν καθ ημεραν προσ την θυραν του ιερου την λεγομενην ωραιαν του αιτειν ελεημοσυνην παρα των εισπορευομενων εισ το ιερον
3Ὃς ἰδὼν Πέτρον καὶ Ἰωάννην μέλλοντας εἰσιέναι εἰς τὸ ἱερόν, ἠρώτα ἐλεημοσύνην λαβεῖν.
3οσ ιδων πετρον και ιωαννην μελλοντασ εισιεναι εισ το ιερον ηρωτα ελεημοσυνην
4Ἀτενίσας δὲ Πέτρος εἰς αὐτὸν σὺν τῷ Ἰωάννῃ, εἶπε, Βλέψον εἰς ἡμᾶς.
4ατενισασ δε πετροσ εισ αυτον συν τω ιωαννη ειπεν βλεψον εισ ημασ
5Ὁ δὲ ἐπεῖχεν αὐτοῖς, προσδοκῶν τι παρ᾿ αὐτῶν λαβεῖν.
5ο δε επειχεν αυτοισ προσδοκων τι παρ αυτων λαβειν
6Εἶπε δὲ Πέτρος, Ἀργύριον καὶ χρυσίον οὐχ ὑπάρχει μοι· ὃ δὲ ἔχω, τοῦτό σοι δίδωμι. Ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ Ναζωραίου, ἔγειραι καὶ περιπάτει.
6ειπεν δε πετροσ αργυριον και χρυσιον ουχ υπαρχει μοι ο δε εχω τουτο σοι διδωμι εν τω ονοματι ιησου χριστου του ναζωραιου εγειραι και περιπατει
7Καὶ πιάσας αὐτὸν τῆς δεξιᾶς χειρὸς ἤγειρε· παραχρῆμα δὲ ἐστερεώθησαν αὐτοῦ αἱ βάσεις καὶ τὰ σφυρά.
7και πιασασ αυτον τησ δεξιασ χειροσ ηγειρεν παραχρημα δε εστερεωθησαν αυτου αι βασεισ και τα σφυρα
8Καὶ ἐξαλλόμενος ἔστη καὶ περιεπάτει, καὶ εἰσῆλθε σὺν αὐτοῖς εἰς τὸ ἱερόν, περιπατῶν καὶ ἁλλόμενος καὶ αἰνῶν τὸν Θεόν.
8και εξαλλομενοσ εστη και περιεπατει και εισηλθεν συν αυτοισ εισ το ιερον περιπατων και αλλομενοσ και αινων τον θεον
9Καὶ εἶδεν αὐτὸν πᾶς ὁ λαὸς περιπατοῦντα καὶ αἰνοῦντα τὸν Θεόν·
9και ειδεν αυτον πασ ο λαοσ περιπατουντα και αινουντα τον θεον
10ἐπεγίνωσκόν τε αὐτὸν ὅτι οὗτος ἦν ὁ πρὸς τὴν ἐλεημοσύνην καθήμενος ἐπὶ τῇ Ὡραίᾳ πύλῃ τοῦ ἱεροῦ· καὶ ἐπλήσθησαν θάμβους καὶ ἐκστάσεως ἐπὶ τῷ συμβεβηκότι αὐτῷ.
10επεγινωσκον τε αυτον οτι ουτοσ ην ο προσ την ελεημοσυνην καθημενοσ επι τη ωραια πυλη του ιερου και επλησθησαν θαμβουσ και εκστασεωσ επι τω συμβεβηκοτι αυτω
11Κρατοῦντος δὲ τοῦ ἰαθέντος χωλοῦ τὸν Πέτρον καὶ Ἰωάννην, συνέδραμε πρὸς αὐτοὺς πᾶς ὁ λαὸς ἐπὶ τῇ στοᾷ τῇ καλουμένῃ Σολομῶντος, ἔκθαμβοι.
11κρατουντοσ δε του ιαθεντοσ χωλου τον πετρον και ιωαννην συνεδραμεν προσ αυτουσ πασ ο λαοσ επι τη στοα τη καλουμενη σολομωντοσ εκθαμβοι
12Ἰδὼν δὲ Πέτρος ἀπεκρίνατο πρὸς τὸν λαόν, Ἄνδρες Ἰσραηλῖται, τί θαυμάζετε ἐπὶ τούτῳ, ἢ ἡμῖν τί ἀτενίζετε, ὡς ἰδίᾳ δυνάμει ἢ εὐσεβείᾳ πεποιηκόσι τοῦ περιπατεῖν αὐτόν;
12ιδων δε πετροσ απεκρινατο προσ τον λαον ανδρεσ ισραηλιται τι θαυμαζετε επι τουτω η ημιν τι ατενιζετε ωσ ιδια δυναμει η ευσεβεια πεποιηκοσιν του περιπατειν αυτον
13Ὁ Θεὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ, ὁ Θεὸς τῶν πατέρων ἡμῶν, ἐδόξασε τὸν παῖδα αὐτοῦ Ἰησοῦν· ὃν ὑμεῖς παρεδώκατε, καὶ ἠρνήσασθε αὐτὸν κατὰ πρόσωπον Πιλάτου, κρίναντος ἐκείνου ἀπολύειν.
13ο θεοσ αβρααμ και ισαακ και ιακωβ ο θεοσ των πατερων ημων εδοξασεν τον παιδα αυτου ιησουν ον υμεισ μεν παρεδωκατε και ηρνησασθε αυτον κατα προσωπον πιλατου κριναντοσ εκεινου απολυειν
14Ὑμεῖς δὲ τὸν ἅγιον καὶ δίκαιον ἠρνήσασθε, καὶ ᾐτήσασθε ἄνδρα φονέα χαρισθῆναι ὑμῖν,
14υμεισ δε τον αγιον και δικαιον ηρνησασθε και ητησασθε ανδρα φονεα χαρισθηναι υμιν
15τὸν δὲ ἀρχηγὸν τῆς ζωῆς ἀπεκτείνατε· ὃν ὁ Θεὸς ἤγειρεν ἐκ νεκρῶν, οὗ ἡμεῖς μάρτυρές ἐσμεν.
15τον δε αρχηγον τησ ζωησ απεκτεινατε ον ο θεοσ ηγειρεν εκ νεκρων ου ημεισ μαρτυρεσ εσμεν
16Καὶ ἐπὶ τῇ πίστει τοῦ ὀνόματος αὐτοῦ, τοῦτον ὃν θεωρεῖτε καὶ οἴδατε ἐστερέωσε τὸ ὄνομα αὐτοῦ· καὶ ἡ πίστις ἡ δι᾿ αὐτοῦ ἔδωκεν αὐτῷ τὴν ὁλοκληρίαν ταύτην ἀπέναντι πάντων ὑμῶν.
16και επι τη πιστει του ονοματοσ αυτου τουτον ον θεωρειτε και οιδατε εστερεωσεν το ονομα αυτου και η πιστισ η δι αυτου εδωκεν αυτω την ολοκληριαν ταυτην απεναντι παντων υμων
17Καὶ νῦν, ἀδελφοί, οἶδα ὅτι κατὰ ἄγνοιαν ἐπράξατε, ὥσπερ καὶ οἱ ἄρχοντες ὑμῶν.
17και νυν αδελφοι οιδα οτι κατα αγνοιαν επραξατε ωσπερ και οι αρχοντεσ υμων
18Ὁ δὲ Θεὸς ἃ προκατήγγειλε διὰ στόματος πάντων τῶν προφητῶν αὐτοῦ, παθεῖν τὸν Χριστόν, ἐπλήρωσεν οὕτω.
18ο δε θεοσ α προκατηγγειλεν δια στοματοσ παντων των προφητων αυτου παθειν τον χριστον επληρωσεν ουτωσ
19Μετανοήσατε οὖν καὶ ἐπιστρέψατε, εἰς τὸ ἐξαλειφθῆναι ὑμῶν τὰς ἁμαρτίας, ὅπως ἂν ἔλθωσι καιροὶ ἀναψύξεως ἀπὸ προσώπου τοῦ Κυρίου,
19μετανοησατε ουν και επιστρεψατε εισ το εξαλειφθηναι υμων τασ αμαρτιασ οπωσ αν ελθωσιν καιροι αναψυξεωσ απο προσωπου του κυριου
20καὶ ἀποστείλῃ τὸν προκεκηρυγμένον ὑμῖν Ἰησοῦν Χριστὸν·
20και αποστειλη τον προκεχειρισμενον υμιν χριστον ιησουν
21ὃν δεῖ οὐρανὸν μὲν δέξασθαι ἄχρι χρόνων ἀποκαταστάσεως πάντων, ὧν ἐλάλησεν ὁ Θεὸς διὰ στόματος πάντων ἁγίων αὐτοῦ προφητῶν ἀπ᾿ αἰῶνος.
21ον δει ουρανον μεν δεξασθαι αχρι χρονων αποκαταστασεωσ παντων ων ελαλησεν ο θεοσ δια στοματοσ παντων των αγιων αυτου προφητων απ αιωνοσ
22Μωσῆς μὲν γὰρ πρὸς τοὺς πατέρας εἶπεν ὅτι Προφήτην ὑμῖν ἀναστήσει Κύριος ὁ Θεὸς ὑμῶν ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμέ· αὐτοῦ ἀκούσεσθε κατὰ πάντα ὅσα ἂν λαλήσῃ πρὸς ὑμᾶς.
22μωσησ μεν γαρ προσ τουσ πατερασ ειπεν οτι προφητην υμιν αναστησει κυριοσ ο θεοσ ημων εκ των αδελφων υμων ωσ εμε αυτου ακουσεσθε κατα παντα οσα αν λαληση προσ υμασ
23Ἔσται δέ, πᾶσα ψυχή, ἥτις ἂν μὴ ἀκούσῃ τοῦ προφήτου ἐκείνου, ἐξολοθρευθήσεται ἐκ τοῦ λαοῦ.
23εσται δε πασα ψυχη ητισ εαν μη ακουση του προφητου εκεινου εξολοθρευθησεται εκ του λαου
24Καὶ πάντες δὲ οἱ προφῆται ἀπὸ Σαμουὴλ καὶ τῶν καθεξῆς, ὅσοι ἐλάλησαν, καὶ προκατήγγειλαν τὰς ἡμέρας ταύτας.
24και παντεσ δε οι προφηται απο σαμουηλ και των καθεξησ οσοι ελαλησαν και κατηγγειλαν τασ ημερασ ταυτασ
25Ὑμεῖς ἐστε υἱοὶ τῶν προφητῶν, καὶ τῆς διαθήκης ἧς διέθετο ὁ Θεὸς πρὸς τοὺς πατέρας ἡμῶν, λέγων πρὸς Ἀβραάμ, Καὶ τῷ σπέρματί σου ἐνευλογηθήσονται πᾶσαι αἱ πατριαὶ τῆς γῆς.
25υμεισ εστε υιοι των προφητων και τησ διαθηκησ ησ διεθετο ο θεοσ προσ τουσ πατερασ ημων λεγων προσ αβρααμ και εν τω σπερματι σου ενευλογηθησονται πασαι αι πατριαι τησ γησ
26Ὑμῖν πρῶτον ὁ Θεός, ἀναστήσας τὸν παῖδα αὐτοῦ Ἰησοῦν, ἀπέστειλεν αὐτὸν εὐλογοῦντα ὑμᾶς, ἐν τῷ ἀποστρέφειν ἕκαστον ἀπὸ τῶν πονηριῶν ὑμῶν.
26υμιν πρωτον ο θεοσ αναστησασ τον παιδα αυτου ιησουν απεστειλεν αυτον ευλογουντα υμασ εν τω αποστρεφειν εκαστον απο των πονηριων υμων
Tip: use the ← and → keys to turn chapters.