ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ
Chapter 28

ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ

Greek New Testament: Tex…

Read in

Smith–Van Dyck Arabic Bible (فان دايك)Judson Burmese Bible (1840)Chamorro: Gospels, Acts and PsalmsChinese Union Version, punctuated (Simplified)Chinese Union Version, punctuated (Traditional)Coptic New TestamentCoptic New Testament (Bohairic)Kralice Bible (1613)Testamenta Marra (Dieri New Testament)Petrus Canisius Bible, 1939 (De Heilige Schrift)Asang Khongca Bible (Eastern Khumi Chin, 2019)Berean Standard BibleDouay-Rheims Bible, American Edition (1899)King James Version with ApocryphaWorld English BibleLondona Biblio (Esperanto, 1910)Louis Segond 1910Lutherbibel 1912Greek New Testament, word by word (STEPBible TAGNT)Greek New Testament: 1904 Patriarchal Text (Byzantine)Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)Greek New Testament: Textus ReceptusSBL Greek New TestamentBaibala Hemolele (Hawaiian Bible, 1868 revision)Modern Hebrew BibleDiodati Bibbia 1885Freedom Bible (フリーダム・バイブル)Korean Bible, 1910 (한국어 성경)Bible Mutal (Kosraean)Clementine Vulgate, 1598Baibal Olcim (Matupi Chin)Old Persian Version (ترجمه قدیم)Kadede Kap (Pohnpeian New Testament and Psalms)Bíblia Portuguesa Mundial (Brazilian Portuguese)Cornilescu Bible (1924), Cyrillic scriptSynodal Translation (Синодальный перевод)Daničić–Karadžić Bible (1868), CyrillicReina-Valera 1909Biblia Takatifu (Swahili): New Testament portionsFreedom Bible (Thai)Tongan Bible, Revised West VersionKulish and Puluj Bible (1905)Vietnamese Bible (1923 translation)
vs Greek New Testamen…

Compare with

Aa
Text size
Line width
Verse numbers

ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 28

Greek New Testament: Textus Receptus
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
1Καὶ διασωθέντες, τότε ἐπέγνωσαν ὅτι Μελίτη ἡ νῆσος καλεῖται.
1και διασωθεντεσ τοτε επεγνωσαν οτι μελιτη η νησοσ καλειται
2Οἱ δὲ βάρβαροι παρεῖχον οὐ τὴν τυχοῦσαν φιλανθρωπίαν ἡμῖν· ἀνάψαντες γὰρ πυράν, προσελάβοντο πάντας ἡμᾶς, διὰ τὸν ὑετὸν τὸν ἐφεστῶτα, καὶ διὰ τὸ ψῦχος.
2οι δε βαρβαροι παρειχον ου την τυχουσαν φιλανθρωπιαν ημιν αναψαντεσ γαρ πυραν προσελαβοντο παντασ ημασ δια τον υετον τον εφεστωτα και δια το ψυχοσ
3Συστρέψαντος δὲ τοῦ Παύλου φρυγάνων πλῆθος, καὶ ἐπιθέντος ἐπὶ τὴν πυράν, ἔχιδνα ἐκ τῆς θέρμης ἐξελθοῦσα καθῆψε τῆς χειρὸς αὐτοῦ.
3συστρεψαντοσ δε του παυλου φρυγανων πληθοσ και επιθεντοσ επι την πυραν εχιδνα εκ τησ θερμησ διεξελθουσα καθηψεν τησ χειροσ αυτου
4Ὡς δὲ εἶδον οἱ βάρβαροι κρεμάμενον τὸ θηρίον ἐκ τῆς χειρὸς αὐτοῦ, ἔλεγον πρὸς ἀλλήλους, Πάντως φονεύς ἐστιν ὁ ἄνθρωπος οὗτος, ὃν διασωθέντα ἐκ τῆς θαλάσσης ἡ Δίκη ζῇν οὐκ εἴασεν.
4ωσ δε ειδον οι βαρβαροι κρεμαμενον το θηριον εκ τησ χειροσ αυτου ελεγον προσ αλληλουσ παντωσ φονευσ εστιν ο ανθρωποσ ουτοσ ον διασωθεντα εκ τησ θαλασσησ η δικη ζην ουκ ειασεν
5Ὁ μὲν οὖν, ἀποτινάξας τὸ θηρίον εἰς τὸ πῦρ, ἔπαθεν οὐδὲν κακόν.
5ο μεν ουν αποτιναξασ το θηριον εισ το πυρ επαθεν ουδεν κακον
6Οἱ δὲ προσεδόκων αὐτὸν μέλλειν πίμπρασθαι ἢ καταπίπτειν ἄφνω νεκρόν· ἐπὶ πολὺ δὲ αὐτῶν προσδοκώντων, καὶ θεωρούντων μηδὲν ἄτοπον εἰς αὐτὸν γινόμενον, μεταβαλλόμενοι ἔλεγον θεὸν αὐτὸν εἶναι.
6οι δε προσεδοκων αυτον μελλειν πιμπρασθαι η καταπιπτειν αφνω νεκρον επι πολυ δε αυτων προσδοκωντων και θεωρουντων μηδεν ατοπον εισ αυτον γινομενον μεταβαλλομενοι ελεγον θεον αυτον ειναι
7Ἐν δὲ τοῖς περὶ τὸν τόπον ἐκεῖνον ὑπῆρχε χωρία τῷ πρώτῳ τῆς νήσου, ὀνόματι Ποπλίῳ, ὃς ἀναδεξάμενος ἡμᾶς τρεῖς ἡμέρας φιλοφρόνως ἐξένισεν.
7εν δε τοισ περι τον τοπον εκεινον υπηρχεν χωρια τω πρωτω τησ νησου ονοματι ποπλιω οσ αναδεξαμενοσ ημασ τρεισ ημερασ φιλοφρονωσ εξενισεν
8Ἐγένετο δὲ τὸν πατέρα τοῦ Ποπλίου πυρετοῖς καὶ δυσεντερίᾳ συνεχόμενον κατακεῖσθαι· πρὸς ὃν ὁ Παῦλος εἰσελθών, καὶ προσευξάμενος, ἐπιθεὶς τὰς χεῖρας αὐτῷ, ἰάσατο αὐτόν.
8εγενετο δε τον πατερα του ποπλιου πυρετοισ και δυσεντερια συνεχομενον κατακεισθαι προσ ον ο παυλοσ εισελθων και προσευξαμενοσ επιθεισ τασ χειρασ αυτω ιασατο αυτον
9Τούτου οὖν γενομένου, καὶ οἱ λοιποὶ οἱ ἔχοντες ἀσθενείας ἐν τῇ νήσῳ προσήρχοντο καὶ ἐθεραπεύοντο·
9τουτου ουν γενομενου και οι λοιποι οι εχοντεσ ασθενειασ εν τη νησω προσηρχοντο και εθεραπευοντο
10οἳ καὶ πολλαῖς τιμαῖς ἐτίμησαν ἡμᾶς, καὶ ἀναγομένοις ἐπέθεντο τὰ πρὸς τὴν χρείαν.
10οι και πολλαισ τιμαισ ετιμησαν ημασ και αναγομενοισ επεθεντο τα προσ την χρειαν
11Μετὰ δὲ τρεῖς μῆνας ἀνήχθημεν ἐν πλοίῳ παρακεχειμακότι ἐν τῇ νήσῳ, Ἀλεξανδρίνῳ, παρασήμῳ Διοσκούροις.
11μετα δε τρεισ μηνασ ηχθημεν εν πλοιω παρακεχειμακοτι εν τη νησω αλεξανδρινω παρασημω διοσκουροισ
12Καὶ καταχθέντες εἰς Συρακούσας ἐπεμείναμεν ἡμέρας τρεῖς·
12και καταχθεντεσ εισ συρακουσασ επεμειναμεν ημερασ τρεισ
13ὅθεν περιελθόντες κατηντήσαμεν εἰς Ῥήγιον, καὶ μετὰ μίαν ἡμέραν ἐπιγενομένου νότου, δευτεραῖοι ἤλθομεν εἰς Ποτιόλους·
13οθεν περιελθοντεσ κατηντησαμεν εισ ρηγιον και μετα μιαν ημεραν επιγενομενου νοτου δευτεραιοι ηλθομεν εισ ποτιολουσ
14οὗ εὑρόντες ἀδελφούς, παρεκλήθημεν ἐπ᾿ αὐτοῖς ἐπιμεῖναι ἡμέρας ἑπτά· καὶ οὕτως εἰς τὴν Ῥώμην ἤλθομεν.
14ου ευροντεσ αδελφουσ παρεκληθημεν επ αυτοισ επιμειναι ημερασ επτα και ουτωσ εισ την ρωμην ηλθομεν
15Κἀκεῖθεν οἱ ἀδελφοὶ ἀκούσαντες τὰ περὶ ἡμῶν, ἐξῆλθον εἰς ἀπάντησιν ἡμῖν ἄχρις Ἀππίου Φόρου καὶ Τριῶν Ταβερνῶν· οὓς ἰδὼν ὁ Παῦλος, εὐχαριστήσας τῷ Θεῷ, ἔλαβε θάρσος.
15κακειθεν οι αδελφοι ακουσαντεσ τα περι ημων εξηλθον εισ απαντησιν ημιν αχρι αππιου φορου και τριων ταβερνων ουσ ιδων ο παυλοσ ευχαριστησασ τω θεω ελαβεν θαρσοσ
16Ὅτε δὲ ἤλθομεν εἰς Ῥώμην, ὁ ἑκατόνταρχος παρέδωκε τοὺς δεσμίους τῷ στρατοπεδάρχῃ· τῷ δὲ Παύλῳ ἐπετράπη μένειν καθ᾿ ἑαυτόν, σὺν τῷ φυλάσσοντι αὐτὸν στρατιώτῃ.
16οτε δε ηλθομεν εισ ρωμην ο εκατονταρχοσ παρεδωκεν τουσ δεσμιουσ τω στρατοπεδαρχη τω δε παυλω επετραπη μενειν καθ εαυτον συν τω φυλασσοντι αυτον στρατιωτη
17Ἐγένετο δὲ μετὰ ἡμέρας τρεῖς συγκαλέσασθαι τὸν Παῦλον τοὺς ὄντας τῶν Ἰουδαίων πρώτους· συνελθόντων δὲ αὐτῶν, ἔλεγε πρὸς αὐτούς, Ἄνδρες ἀδελφοί, ἐγὼ οὐδὲν ἐναντίον ποιήσας τῷ λαῷ ἢ τοῖς ἔθεσι τοῖς πατρῴοις, δέσμιος ἐξ Ἱεροσολύμων παρεδόθην εἰς τὰς χεῖρας τῶν Ῥωμαίων·
17εγενετο δε μετα ημερασ τρεισ συγκαλεσασθαι τον παυλον τουσ οντασ των ιουδαιων πρωτουσ συνελθοντων δε αυτων ελεγεν προσ αυτουσ ανδρεσ αδελφοι εγω ουδεν εναντιον ποιησασ τω λαω η τοισ εθεσιν τοισ πατρωοισ δεσμιοσ εξ ιεροσολυμων παρεδοθην εισ τασ χειρασ των ρωμαιων
18οἵτινες ἀνακρίναντές με ἐβούλοντο ἀπολῦσαι, διὰ τὸ μηδεμίαν αἰτίαν θανάτου ὑπάρχειν ἐν ἐμοί.
18οιτινεσ ανακριναντεσ με εβουλοντο απολυσαι δια το μηδεμιαν αιτιαν θανατου υπαρχειν εν εμοι
19Ἀντιλεγόντων δὲ τῶν Ἰουδαίων, ἠναγκάσθην ἐπικαλέσασθαι Καίσαρα, οὐχ ὡς τοῦ ἔθνους μου ἔχων τι κατηγορῆσαι.
19αντιλεγοντων δε των ιουδαιων ηναγκασθην επικαλεσασθαι καισαρα ουχ ωσ του εθνουσ μου εχων τι κατηγορησαι
20Διὰ ταύτην οὖν τὴν αἰτίαν παρεκάλεσα ὑμᾶς ἰδεῖν καὶ προσλαλῆσαι· ἕνεκεν γὰρ τῆς ἐλπίδος τοῦ Ἰσραὴλ τὴν ἅλυσιν ταύτην περίκειμαι.
20δια ταυτην ουν την αιτιαν παρεκαλεσα υμασ ιδειν και προσλαλησαι ενεκεν γαρ τησ ελπιδοσ του ισραηλ την αλυσιν ταυτην περικειμαι
21Οἱ δὲ πρὸς αὐτὸν εἶπον, Ἡμεῖς οὔτε γράμματα περὶ σοῦ ἐδεξάμεθα ἀπὸ τῆς Ἰουδαίας, οὔτε παραγενόμενός τις τῶν ἀδελφῶν ἀπήγγειλεν ἢ ἐλάλησέ τι περὶ σοῦ πονηρόν.
21οι δε προσ αυτον ειπον ημεισ ουτε γραμματα περι σου εδεξαμεθα απο τησ ιουδαιασ ουτε παραγενομενοσ τισ των αδελφων απηγγειλεν η ελαλησεν τι περι σου πονηρον
22Ἀξιοῦμεν δὲ παρὰ σοῦ ἀκοῦσαι ἃ φρονεῖς· περὶ μὲν γὰρ τῆς αἱρέσεως ταύτης γνωστόν ἐστιν ἡμῖν ὅτι πανταχοῦ ἀντιλέγεται.
22αξιουμεν δε παρα σου ακουσαι α φρονεισ περι μεν γαρ τησ αιρεσεωσ ταυτησ γνωστον εστιν ημιν οτι πανταχου αντιλεγεται
23Ταξάμενοι δὲ αὐτῷ ἡμέραν, ἧκον πρὸς αὐτὸν εἰς τὴν ξενίαν πλείονες· οἷς ἐξετίθετο διαμαρτυρόμενος τὴν βασιλείαν τοῦ Θεοῦ, πείθων τε αὐτοὺς τὰ περὶ τοῦ Ἰησοῦ, ἀπό τε τοῦ νόμου Μωσέως καὶ τῶν προφητῶν, ἀπὸ πρωῒ ἕως ἑσπέρας.
23ταξαμενοι δε αυτω ημεραν ηκον προσ αυτον εισ την ξενιαν πλειονεσ οισ εξετιθετο διαμαρτυρομενοσ την βασιλειαν του θεου πειθων τε αυτουσ τα περι του ιησου απο τε του νομου μωυσεωσ και των προφητων απο πρωι εωσ εσπερασ
24Καὶ οἱ μὲν ἐπείθοντο τοῖς λεγομένοις, οἱ δὲ ἠπίστουν.
24και οι μεν επειθοντο τοισ λεγομενοισ οι δε ηπιστουν
25Ἀσύμφωνοι δὲ ὄντες πρὸς ἀλλήλους ἀπελύοντο, εἰπόντος τοῦ Παύλου ῥῆμα ἕν, ὅτι Καλῶς τὸ πνεῦμα τὸ ἅγιον ἐλάλησε διὰ Ἠσαΐου τοῦ προφήτου πρὸς τοὺς πατέρας ἡμῶν,
25ασυμφωνοι δε οντεσ προσ αλληλουσ απελυοντο ειποντοσ του παυλου ρημα εν οτι καλωσ το πνευμα το αγιον ελαλησεν δια ησαιου του προφητου προσ τουσ πατερασ ημων
26λέγον, Πορεύθητι πρὸς τὸν λαὸν τοῦτον καὶ εἰπέ, Ἀκοῇ ἀκούσετε, καὶ οὐ μὴ συνῆτε· καὶ βλέποντες βλέψετε, καὶ οὐ μὴ ἴδητε.
26λεγον πορευθητι προσ τον λαον τουτον και ειπον ακοη ακουσετε και ου μη συνητε και βλεποντεσ βλεψετε και ου μη ιδητε
27Ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου, καὶ τοῖς ὠσὶ βαρέως ἤκουσαν, καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν· μήποτε ἴδωσι τοῖς ὀφθαλμοῖς, καὶ τοῖς ὠσὶν ἀκούσωσι, καὶ τῇ καρδίᾳ συνῶσι, καὶ ἐπιστρέψωσι, καὶ ἰάσωμαι αὐτούς.
27επαχυνθη γαρ η καρδια του λαου τουτου και τοισ ωσιν βαρεωσ ηκουσαν και τουσ οφθαλμουσ αυτων εκαμμυσαν μηποτε ιδωσιν τοισ οφθαλμοισ και τοισ ωσιν ακουσωσιν και τη καρδια συνωσιν και επιστρεψωσιν και ιασομαι αυτουσ
28Γνωστὸν οὖν ἔστω ὑμῖν ὅτι τοῖς ἔθνεσιν ἀπεστάλη τὸ σωτήριον τοῦ Θεοῦ, αὐτοὶ καὶ ἀκούσονται.
28γνωστον ουν εστω υμιν οτι τοισ εθνεσιν απεσταλη το σωτηριον του θεου αυτοι και ακουσονται
29Καὶ ταῦτα αὐτοῦ εἰπόντος, ἀπῆλθον οἱ Ἰουδαῖοι, πολλὴν ἔχοντες ἐν ἑαυτοῖς συζήτησιν.
29και ταυτα αυτου ειποντοσ απηλθον οι ιουδαιοι πολλην εχοντεσ εν εαυτοισ συζητησιν
30Ἔμεινε δὲ ὁ Παῦλος διετίαν ὅλην ἐν ἰδίῳ μισθώματι, καὶ ἀπεδέχετο πάντας τοὺς εἰσπορευομένους πρὸς αὐτόν,
30εμεινεν δε ο παυλοσ διετιαν ολην εν ιδιω μισθωματι και απεδεχετο παντασ τουσ εισπορευομενουσ προσ αυτον
31κηρύσσων τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ διδάσκων τὰ περὶ τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ, μετὰ πάσης παρρησίας, ἀκωλύτως.
31κηρυσσων την βασιλειαν του θεου και διδασκων τα περι του κυριου ιησου χριστου μετα πασησ παρρησιασ ακωλυτωσ

Tip: use the ← and → keys to turn chapters.