ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ
Chapter 11

ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ

Greek New Testament: Tex…

Read in

Smith–Van Dyck Arabic Bible (فان دايك)Judson Burmese Bible (1840)Chamorro: Gospels, Acts and PsalmsChinese Union Version, punctuated (Simplified)Chinese Union Version, punctuated (Traditional)Coptic New TestamentCoptic New Testament (Bohairic)Kralice Bible (1613)Testamenta Marra (Dieri New Testament)Petrus Canisius Bible, 1939 (De Heilige Schrift)Asang Khongca Bible (Eastern Khumi Chin, 2019)Berean Standard BibleDouay-Rheims Bible, American Edition (1899)King James Version with ApocryphaWorld English BibleLondona Biblio (Esperanto, 1910)Louis Segond 1910Lutherbibel 1912Greek New Testament, word by word (STEPBible TAGNT)Greek New Testament: 1904 Patriarchal Text (Byzantine)Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)Greek New Testament: Textus ReceptusSBL Greek New TestamentBaibala Hemolele (Hawaiian Bible, 1868 revision)Modern Hebrew BibleDiodati Bibbia 1885Freedom Bible (フリーダム・バイブル)Korean Bible, 1910 (한국어 성경)Bible Mutal (Kosraean)Clementine Vulgate, 1598Baibal Olcim (Matupi Chin)Old Persian Version (ترجمه قدیم)Kadede Kap (Pohnpeian New Testament and Psalms)Bíblia Portuguesa Mundial (Brazilian Portuguese)Cornilescu Bible (1924), Cyrillic scriptSynodal Translation (Синодальный перевод)Daničić–Karadžić Bible (1868), CyrillicReina-Valera 1909Biblia Takatifu (Swahili): New Testament portionsFreedom Bible (Thai)Tongan Bible, Revised West VersionKulish and Puluj Bible (1905)Vietnamese Bible (1923 translation)
vs Greek New Testamen…

Compare with

Aa
Text size
Line width
Verse numbers

ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 11

Greek New Testament: Textus Receptus
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
1Ἤκουσαν δὲ οἱ ἀπόστολοι καὶ οἱ ἀδελφοὶ οἱ ὄντες κατὰ τὴν Ἰουδαίαν ὅτι καὶ τὰ ἔθνη ἐδέξαντο τὸν λόγον τοῦ Θεοῦ.
1ηκουσαν δε οι αποστολοι και οι αδελφοι οι οντεσ κατα την ιουδαιαν οτι και τα εθνη εδεξαντο τον λογον του θεου
2Καὶ ὅτε ἀνέβη Πέτρος εἰς Ἱεροσόλυμα, διεκρίνοντο πρὸς αὐτὸν οἱ ἐκ περιτομῆς,
2και οτε ανεβη πετροσ εισ ιεροσολυμα διεκρινοντο προσ αυτον οι εκ περιτομησ
3λέγοντες ὅτι Πρὸς ἄνδρας ἀκροβυστίαν ἔχοντας εἰσῆλθες, καὶ συνέφαγες αὐτοῖς.
3λεγοντεσ οτι προσ ανδρασ ακροβυστιαν εχοντασ εισηλθεσ και συνεφαγεσ αυτοισ
4Ἀρξάμενος δὲ ὁ Πέτρος ἐξετίθετο αὐτοῖς καθεξῆς λέγων,
4αρξαμενοσ δε ο πετροσ εξετιθετο αυτοισ καθεξησ λεγων
5Ἐγὼ ἤμην ἐν πόλει Ἰόππῃ προσευχόμενος, καὶ εἶδον ἐν ἐκστάσει ὅραμα, καταβαῖνον σκεῦός τι, ὡς ὀθόνην μεγάλην τέσσαρσιν ἀρχαῖς καθιεμένην ἐκ τοῦ οὐρανοῦ, καὶ ἦλθεν ἄχρις ἐμοῦ·
5εγω ημην εν πολει ιοππη προσευχομενοσ και ειδον εν εκστασει οραμα καταβαινον σκευοσ τι ωσ οθονην μεγαλην τεσσαρσιν αρχαισ καθιεμενην εκ του ουρανου και ηλθεν αχρι εμου
6εἰς ἣν ἀτενίσας κατενόουν, καὶ εἶδον τὰ τετράποδα τῆς γῆς καὶ τὰ θηρία καὶ τὰ ἑρπετὰ καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ.
6εισ ην ατενισασ κατενοουν και ειδον τα τετραποδα τησ γησ και τα θηρια και τα ερπετα και τα πετεινα του ουρανου
7Ἤκουσα δὲ φωνῆς λεγούσης μοι, Ἀναστάς, Πέτρε, θῦσον καὶ φάγε.
7ηκουσα δε φωνησ λεγουσησ μοι αναστασ πετρε θυσον και φαγε
8Εἶπον δέ, Μηδαμῶς, Κύριε· ὅτι πᾶν κοινὸν ἢ ἀκάθαρτον οὐδέποτε εἰσῆλθεν εἰς τὸ στόμα μου.
8ειπον δε μηδαμωσ κυριε οτι παν κοινον η ακαθαρτον ουδεποτε εισηλθεν εισ το στομα μου
9Ἀπεκρίθη δέ μοι φωνὴ ἐκ δευτέρου ἐκ τοῦ οὐρανοῦ, Ἃ ὁ Θεὸς ἐκαθάρισε, σὺ μὴ κοίνου.
9απεκριθη δε μοι φωνη εκ δευτερου εκ του ουρανου α ο θεοσ εκαθαρισεν συ μη κοινου
10Τοῦτο δὲ ἐγένετο ἐπὶ τρίς, καὶ πάλιν ἀνεσπάσθη ἅπαντα εἰς τὸν οὐρανόν.
10τουτο δε εγενετο επι τρισ και παλιν ανεσπασθη απαντα εισ τον ουρανον
11Καὶ ἰδού, ἐξαυτῆς τρεῖς ἄνδρες ἐπέστησαν ἐπὶ τὴν οἰκίαν ἐν ᾗ ἤμην, ἀπεσταλμένοι ἀπὸ Καισαρείας πρός με.
11και ιδου εξαυτησ τρεισ ανδρεσ επεστησαν επι την οικιαν εν η ημην απεσταλμενοι απο καισαρειασ προσ με
12Εἶπε δέ μοι τὸ πνεῦμα συνελθεῖν αὐτοῖς, μηδὲν διακρινόμενον. Ἦλθον δὲ σὺν ἐμοὶ καὶ οἱ ἓξ ἀδελφοὶ οὗτοι, καὶ εἰσήλθομεν εἰς τὸν οἶκον τοῦ ἀνδρός·
12ειπεν δε μοι το πνευμα συνελθειν αυτοισ μηδεν διακρινομενον ηλθον δε συν εμοι και οι εξ αδελφοι ουτοι και εισηλθομεν εισ τον οικον του ανδροσ
13ἀπήγγειλέ τε ἡμῖν πῶς εἶδε τὸν ἄγγελον ἐν τῷ οἴκῳ αὐτοῦ σταθέντα, καὶ εἰπόντα αὐτῷ, Ἀπόστειλον εἰς Ἰόππην ἄνδρας, καὶ μετάπεμψαι Σίμωνα, τὸν ἐπικαλούμενον Πέτρον,
13απηγγειλεν τε ημιν πωσ ειδεν τον αγγελον εν τω οικω αυτου σταθεντα και ειποντα αυτω αποστειλον εισ ιοππην ανδρασ και μεταπεμψαι σιμωνα τον επικαλουμενον πετρον
14ὃς λαλήσει ῥήματα πρός σε, ἐν οἷς σωθήσῃ σὺ καὶ πᾶς ὁ οἶκός σου.
14οσ λαλησει ρηματα προσ σε εν οισ σωθηση συ και πασ ο οικοσ σου
15Ἐν δὲ τῷ ἄρξασθαί με λαλεῖν, ἐπέπεσε τὸ πνεῦμα τὸ ἅγιον ἐπ᾿ αὐτούς, ὥσπερ καὶ ἐφ᾿ ἡμᾶς ἐν ἀρχῇ.
15εν δε τω αρξασθαι με λαλειν επεπεσεν το πνευμα το αγιον επ αυτουσ ωσπερ και εφ ημασ εν αρχη
16Ἐμνήσθην δὲ τοῦ ῥήματος Κυρίου, ὡς ἔλεγεν, Ἰωάννης μὲν ἐβάπτισεν ὕδατι, ὑμεῖς δὲ βαπτισθήσεσθε ἐν πνεύματι ἁγίῳ.
16εμνησθην δε του ρηματοσ κυριου ωσ ελεγεν ιωαννησ μεν εβαπτισεν υδατι υμεισ δε βαπτισθησεσθε εν πνευματι αγιω
17Εἰ οὖν τὴν ἴσην δωρεὰν ἔδωκεν αὐτοῖς ὁ Θεὸς ὡς καὶ ἡμῖν, πιστεύσασιν ἐπὶ τὸν Κύριον Ἰησοῦν Χριστόν, ἐγὼ δὲ τίς ἤμην δυνατὸς κωλῦσαι τὸν Θεόν;
17ει ουν την ισην δωρεαν εδωκεν αυτοισ ο θεοσ ωσ και ημιν πιστευσασιν επι τον κυριον ιησουν χριστον εγω δε τισ ημην δυνατοσ κωλυσαι τον θεον
18Ἀκούσαντες δὲ ταῦτα ἡσύχασαν, καὶ ἐδόξαζον τὸν Θεόν, λέγοντες, Ἄρα γε καὶ τοῖς ἔθνεσιν ὁ Θεὸς τὴν μετάνοιαν ἔδωκεν εἰς ζωήν.
18ακουσαντεσ δε ταυτα ησυχασαν και εδοξαζον τον θεον λεγοντεσ αρα γε και τοισ εθνεσιν ο θεοσ την μετανοιαν εδωκεν εισ ζωην
19Οἱ μὲν οὖν διασπαρέντες ἀπὸ τῆς θλίψεως τῆς γενομένης ἐπὶ Στεφάνῳ διῆλθον ἕως Φοινίκης καὶ Κύπρου καὶ Ἀντιοχείας, μηδενὶ λαλοῦντες τὸν λόγον εἰ μὴ μόνον Ἰουδαίοις.
19οι μεν ουν διασπαρεντεσ απο τησ θλιψεωσ τησ γενομενησ επι στεφανω διηλθον εωσ φοινικησ και κυπρου και αντιοχειασ μηδενι λαλουντεσ τον λογον ει μη μονον ιουδαιοισ
20Ἦσαν δέ τινες ἐξ αὐτῶν ἄνδρες Κύπριοι καὶ Κυρηναῖοι, οἵτινες εἰσελθόντες εἰς Ἀντιόχειαν, ἐλάλουν πρὸς τοὺς Ἑλληνιστάς, εὐαγγελιζόμενοι τὸν Κύριον Ἰησοῦν.
20ησαν δε τινεσ εξ αυτων ανδρεσ κυπριοι και κυρηναιοι οιτινεσ εισελθοντεσ εισ αντιοχειαν ελαλουν προσ τουσ ελληνιστασ ευαγγελιζομενοι τον κυριον ιησουν
21Καὶ ἦν χεὶρ Κυρίου μετ᾿ αὐτῶν· πολύς τε ἀριθμὸς πιστεύσας ἐπέστρεψεν ἐπὶ τὸν Κύριον.
21και ην χειρ κυριου μετ αυτων πολυσ τε αριθμοσ πιστευσασ επεστρεψεν επι τον κυριον
22Ἠκούσθη δὲ ὁ λόγος εἰς τὰ ὦτα τῆς ἐκκλησίας τῆς ἐν Ἱεροσολύμοις περὶ αὐτῶν· καὶ ἐξαπέστειλαν Βαρνάβαν διελθεῖν ἕως Ἀντιοχείας·
22ηκουσθη δε ο λογοσ εισ τα ωτα τησ εκκλησιασ τησ εν ιεροσολυμοισ περι αυτων και εξαπεστειλαν βαρναβαν διελθειν εωσ αντιοχειασ
23ὃς παραγενόμενος καὶ ἰδὼν τὴν χάριν τοῦ Θεοῦ ἐχάρη, καὶ παρεκάλει πάντας τῇ προθέσει τῆς καρδίας προσμένειν τῷ Κυρίῳ·
23οσ παραγενομενοσ και ιδων την χαριν του θεου εχαρη και παρεκαλει παντασ τη προθεσει τησ καρδιασ προσμενειν τω κυριω
24ὅτι ἦν ἀνὴρ ἀγαθὸς καὶ πλήρης πνεύματος ἁγίου καὶ πίστεως· καὶ προσετέθη ὄχλος ἱκανὸς τῷ Κυρίῳ.
24οτι ην ανηρ αγαθοσ και πληρησ πνευματοσ αγιου και πιστεωσ και προσετεθη οχλοσ ικανοσ τω κυριω
25Ἐξῆλθε δὲ εἰς Ταρσὸν ὁ Βαρνάβας ἀναζητῆσαι Σαῦλον,
25εξηλθεν δε εισ ταρσον ο βαρναβασ αναζητησαι σαυλον
26καὶ εὑρὼν αὐτὸν ἤγαγεν αὐτὸν εἰς Ἀντιόχειαν. Ἐγένετο δὲ αὐτοὺς ἐνιαυτὸν ὅλον συναχθῆναι ἐν τῇ ἐκκλησίᾳ καὶ διδάξαι ὄχλον ἱκανόν, χρηματίσαι τε πρῶτον ἐν Ἀντιοχείᾳ τοὺς μαθητὰς Χριστιανούς.
26και ευρων ηγαγεν αυτον εισ αντιοχειαν εγενετο δε αυτουσ ενιαυτον ολον συναχθηναι τη εκκλησια και διδαξαι οχλον ικανον χρηματισαι τε πρωτον εν αντιοχεια τουσ μαθητασ χριστιανουσ
27Ἐν ταύταις δὲ ταῖς ἡμέραις κατῆλθον ἀπὸ Ἱεροσολύμων προφῆται εἰς Ἀντιόχειαν.
27εν ταυταισ δε ταισ ημεραισ κατηλθον απο ιεροσολυμων προφηται εισ αντιοχειαν
28Ἀναστὰς δὲ εἷς ἐξ αὐτῶν ὀνόματι Ἄγαβος, ἐσήμανε διὰ τοῦ πνεύματος λιμὸν μέγαν μέλλειν ἔσεσθαι ἐφ᾿ ὅλην τὴν οἰκουμένην· ὅστις καὶ ἐγένετο ἐπὶ Κλαυδίου Καίσαρος.
28αναστασ δε εισ εξ αυτων ονοματι αγαβοσ εσημανεν δια του πνευματοσ λιμον μεγαν μελλειν εσεσθαι εφ ολην την οικουμενην οστισ και εγενετο επι κλαυδιου καισαροσ
29Τῶν δὲ μαθητῶν καθὼς ηὐπορεῖτό τις, ὥρισαν ἕκαστος αὐτῶν εἰς διακονίαν πέμψαι τοῖς κατοικοῦσιν ἐν τῇ Ἰουδαίᾳ ἀδελφοῖς·
29των δε μαθητων καθωσ ευπορειτο τισ ωρισαν εκαστοσ αυτων εισ διακονιαν πεμψαι τοισ κατοικουσιν εν τη ιουδαια αδελφοισ
30ὃ καὶ ἐποίησαν, ἀποστείλαντες πρὸς τοὺς πρεσβυτέρους διὰ χειρὸς Βαρνάβα καὶ Σαύλου.
30ο και εποιησαν αποστειλαντεσ προσ τουσ πρεσβυτερουσ δια χειροσ βαρναβα και σαυλου

Tip: use the ← and → keys to turn chapters.