詩篇 33
Freedom Bible (フリーダム・バイブル)Translation
Freedom Bible (フリーダム・バイブル)
Septuagint (Greek Old Testament), second edition
1義人たちよ、主にあって喜べ。 まっすぐな者には賛美がふさわしい。
1Τῷ Δαυΐδ, ὁπότε ἠλλοίωσε τὸ πρόσωπον αὐτοῦ ἐναντίον Ἀβιμέλεχ, καὶ ἀπέλυσεν αὐτόν, καὶ ἀπῆλθεν.
2竪琴に合わせて主に感謝をささげよ。 十弦の琴に合わせて主にほめ歌を歌え。
2ΕΥΛΟΓΗΣΩ τὸν Κύριον ἐν παντὶ καιρῷ, διὰ παντὸς ἡ αἴνεσις αὐτοῦ ἐν τῷ στόματί μου.
3主に新しい歌を歌え。 喜びの叫びと共に巧みに奏でよ。
3ἐν τῷ Κυρίῳ ἐπαινεθήσεται ἡ ψυχή μου· ἀκουσάτωσαν πρᾳεῖς, καὶ εὐφρανθήτωσαν.
4主の言葉は正しく、 そのすべての業は真実のうちになされるからである。
4μεγαλύνατε τὸν Κύριον σὺν ἐμοί, καὶ ὑψώσωμεν τὸ ὄνομα αὐτοῦ ἐπὶ τὸ αὐτό.
5主は義と公正を愛される。 地は主の慈しみに満ちている。
5ἐξεζήτησα τὸν Κύριον, καὶ ἐπήκουσέ μου καὶ ἐκ πασῶν τῶν θλίψεών μου ἐρρύσατό με.
6主の言葉によって天は造られ、 天のすべての軍勢は主の口の息によって造られた。
6προσέλθετε πρὸς αὐτὸν καὶ φωτίσθητε, καὶ τὰ πρόσωπα ὑμῶν οὐ μὴ καταισχυνθῇ.
7主は海の水を一つに集められる。 主は深い淵を倉に納められる。
7οὗτος ὁ πτωχὸς ἐκέκραξε καὶ ὁ Κύριος εἰσήκουσεν αὐτοῦ καὶ ἐκ πασῶν τῶν θλίψεων αὐτοῦ ἔσωσεν αὐτόν.
8全地よ、主を恐れ敬え。 世界のすべての住人よ、主を恐れおののけ。
8παρεμβαλεῖ ἄγγελος Κυρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν καὶ ρύσεται αὐτούς.
9主が語られると、そのとおりになり、 主が命じられると、それは堅く立ったからである。
9γεύσασθε καὶ ἴδετε ὅτι χρηστὸς ὁ Κύριος· μακάριος ἀνήρ, ὃς ἐλπίζει ἐπ᾿ αὐτόν.
10主は国々のはかりごとを無に帰し、 諸国の民の思いを無効にされる。
10φοβήθητε τὸν Κύριον πάντες οἱ ἅγιοι αὐτοῦ, ὅτι οὐκ ἔστιν ὑστέρημα τοῖς φοβουμένοις αὐτόν.
11主のはかりごとは永遠に堅く立ち、 その心の思いは代々に至る。
11πλούσιοι ἐπτώχευσαν καὶ ἐπείνασαν, οἱ δὲ ἐκζητοῦντες τὸν Κύριον οὐκ ἐλαττωθήσονται παντὸς ἀγαθοῦ. (διάψαλμα).
12主を自分の神とする国、 主がご自身の相続として選ばれた民は幸いである。
12δεῦτε, τέκνα, ἀκούσατέ μου· φόβον Κυρίου διδάξω ὑμᾶς.
13主は天から見下ろされる。 主はすべての人の子らを見られる。
13τίς ἐστιν ἄνθρωπος ὁ θέλων ζωήν, ἀγαπῶν ἡμέρας ἰδεῖν ἀγαθάς;
14その住まいから、 地のすべての住人を熟視される。
14παῦσον τὴν γλῶσσάν σου ἀπὸ κακοῦ καὶ χείλη σου τοῦ μὴ λαλῆσαι δόλον.
15主は彼らすべての心を形造り、 彼らのすべての業を顧みられる。
15ἔκκλινον ἀπὸ κακοῦ καὶ ποίησον ἀγαθόν, ζήτησον εἰρήνην καὶ δίωξον αὐτήν.
16王は軍勢の多さによって救われない。 勇士は大いなる力によって助け出されない。
16ὀφθαλμοὶ Κυρίου ἐπὶ δικαίους, καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν.
17安全のために馬に頼るのはむなしい。 その大いなる力によっても、人を助け出すことはできない。
17πρόσωπον δὲ Κυρίου ἐπὶ ποιοῦντας κακὰ τοῦ ἐξολοθρεῦσαι ἐκ γῆς τὸ μνημόσυνον αὐτῶν.
18見よ、主の目は主を恐れ敬う者たちに注がれ、 主の慈しみを待ち望む者たちに注がれている。
18ἐκέκραξαν οἱ δίκαιοι, καὶ ὁ Κύριος εἰσήκουσεν αὐτῶν, καὶ ἐκ πασῶν τῶν θλίψεων αὐτῶν ἐρρύσατο αὐτούς.
19それは、彼らの魂を死から助け出し、 飢饉の時にも彼らを生かし続けるためである。
19ἐγγὺς Κύριος τοῖς συντετριμμένοις τὴν καρδίαν καὶ τοὺς ταπεινοὺς τῷ πνεύματι σώσει.
20私たちの魂は主を待ち望む。 主は私たちの助け、私たちの盾。
20πολλαὶ αἱ θλίψεις τῶν δικαίων, καὶ ἐκ πασῶν αὐτῶν ρύσεται αὐτοὺς ὁ Κύριος·
21私たちの心は主にあって喜ぶ。 私たちがその聖なる御名に信頼を置いたからだ。
21φυλάσσει Κύριος πάντα τὰ ὀστᾶ αὐτῶν, ἓν ἐξ αὐτῶν οὐ συντριβήσεται.
22主よ、あなたの慈しみが私たちの上にありますように。 私たちがあなたを待ち望んでいるからだ。
22θάνατος ἁμαρτωλῶν πονηρός, καὶ οἱ μισοῦντες τὸν δίκαιον πλημμελήσουσι.
no verse 23 in this text
23λυτρώσεται Κύριος ψυχὰς δούλων αὐτοῦ, καὶ οὐ μὴ πλημμελήσουσι πάντες οἱ ἐλπίζοντες ἐπ᾿ αὐτόν.
Tip: use the ← and → keys to turn chapters.