ΚΑΤΑ ΛΟΥΚΑΝ 6
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)Original language
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
Greek New Testament: Textus Receptus
1εγενετο δε εν σαββατω δευτεροπρωτω διαπορευεσθαι αυτον δια των σποριμων και ετιλλον οι μαθηται αυτου τουσ σταχυασ και ησθιον ψωχοντεσ ταισ χερσιν
1Ἐγένετο δὲ ἐν σαββάτῳ δευτεροπρώτῳ διαπορεύεσθαι αὐτὸν διὰ τῶν σπορίμων· καὶ ἔτιλλον οἱ μαθηταὶ αὐτοῦ τοὺς στάχυας, καὶ ἤσθιον, ψώχοντες ταῖς χερσί.
2τινεσ δε των φαρισαιων ειπον αυτοισ τι ποιειτε ο ουκ εξεστιν ποιειν εν τοισ σαββασιν
2Τινὲς δὲ τῶν Φαρισαίων εἶπον αὐτοῖς, Τί ποιεῖτε ὃ οὐκ ἔξεστι ποιεῖν ἐν τοῖς σάββασι;
3και αποκριθεισ προσ αυτουσ ειπεν ο ιησουσ ουδε τουτο ανεγνωτε ο εποιησεν δαυιδ οποτε επεινασεν αυτοσ και οι μετ αυτου οντεσ
3Καὶ ἀποκριθεὶς πρὸς αὐτοὺς εἶπεν ὁ Ἰησοῦς, Οὐδὲ τοῦτο ἀνέγνωτε, ὃ ἐποίησε Δαβίδ, ὁπότε ἐπείνασεν αὐτὸς καὶ οἱ μετ᾿ αὐτοῦ ὄντες;
4ωσ εισηλθεν εισ τον οικον του θεου και τουσ αρτουσ τησ προθεσεωσ ελαβεν και εφαγεν και εδωκεν και τοισ μετ αυτου ουσ ουκ εξεστιν φαγειν ει μη μονουσ τουσ ιερεισ
4Ὡς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ Θεοῦ, καὶ τοὺς ἄρτους τῆς προθέσεως ἔλαβε, καὶ ἔφαγε, καὶ ἔδωκε καὶ τοῖς μετ᾿ αὐτοῦ, οὓς οὐκ ἔξεστι φαγεῖν εἰ μὴ μόνους τοὺς ἱερεῖς;
5και ελεγεν αυτοισ οτι κυριοσ εστιν ο υιοσ του ανθρωπου και του σαββατου
5Καὶ ἔλεγεν αὐτοῖς ὅτι Κύριός ἐστιν ὁ υἱὸς τοῦ ἀνθρώπου καὶ τοῦ σαββάτου.
6εγενετο δε και εν ετερω σαββατω εισελθειν αυτον εισ την συναγωγην και διδασκειν και ην εκει ανθρωποσ και η χειρ αυτου η δεξια ην ξηρα
6Ἐγένετο δὲ καὶ ἐν ἑτέρῳ σαββάτῳ εἰσελθεῖν αὐτὸν εἰς τὴν συναγωγὴν καὶ διδάσκειν· καὶ ἦν ἐκεῖ ἄνθρωπος, καὶ ἡ χεὶρ αὐτοῦ ἡ δεξιὰ ἦν ξηρά.
7παρετηρουν δε οι γραμματεισ και οι φαρισαιοι ει εν τω σαββατω θεραπευσει ινα ευρωσιν κατηγοριαν αυτου
7Παρετήρουν δὲ αὐτὸν οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι, εἰ ἐν τῷ σαββάτῳ θεραπεύσει· ἵνα εὕρωσι κατηγορίαν αὐτοῦ.
8αυτοσ δε ηδει τουσ διαλογισμουσ αυτων και ειπεν τω ανθρωπω τω ξηραν εχοντι την χειρα εγειραι και στηθι εισ το μεσον ο δε αναστασ εστη
8Αὐτὸς δὲ ᾔδει τοὺς διαλογισμοὺς αὐτῶν, καὶ εἶπε τῷ ἀνθρώπῳ τῷ ξηρὰν ἔχοντι τὴν χεῖρα, Ἔγειραι, καὶ στῆθι εἰς τὸ μέσον. Ὁ δὲ ἀναστὰς ἔστη.
9ειπεν ουν ο ιησουσ προσ αυτουσ επερωτησω υμασ τι εξεστιν τοισ σαββασιν αγαθοποιησαι η κακοποιησαι ψυχην σωσαι η αποκτειναι
9Εἶπεν οὖν ὁ Ἰησοῦς πρὸς αὐτούς, Ἐπερωτήσω ὑμᾶς τί, Ἔξεστι τοῖς σάββασιν ἀγαθοποιῆσαι ἢ κακοποιῆσαι; Ψυχὴν σῶσαι ἢ ἀπολέσαι;
10και περιβλεψαμενοσ παντασ αυτουσ ειπεν αυτω εκτεινον την χειρα σου ο δε εποιησεν και αποκατεσταθη η χειρ αυτου υγιησ ωσ η αλλη
10Καὶ περιβλεψάμενος πάντας αὐτούς, εἶπε τῷ ἀνθρώπῳ, Ἔκτεινον τὴν χεῖρά σου. Ὁ δὲ ἐποίησεν οὕτω· καὶ ἀποκατεστάθη ἡ χεὶρ αὐτοῦ ὑγιὴς ὡς ἡ ἄλλη.
11αυτοι δε επλησθησαν ανοιασ και διελαλουν προσ αλληλουσ τι αν ποιησειαν τω ιησου
11Αὐτοὶ δὲ ἐπλήσθησαν ἀνοίας· καὶ διελάλουν πρὸς ἀλλήλους, τί ἂν ποιήσειαν τῷ Ἰησοῦ.
12εγενετο δε εν ταισ ημεραισ ταυταισ εξηλθεν εισ το οροσ προσευξασθαι και ην διανυκτερευων εν τη προσευχη του θεου
12Ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ταύταις ἐξῆλθεν εἰς τὸ ὄρος προσεύξασθαι· καὶ ἦν διανυκτερεύων ἐν τῇ προσευχῇ τοῦ Θεοῦ.
13και οτε εγενετο ημερα προσεφωνησεν τουσ μαθητασ αυτου και εκλεξαμενοσ απ αυτων δωδεκα ουσ και αποστολουσ ωνομασεν
13Καὶ ὅτε ἐγένετο ἡμέρα, προσεφώνησε τοὺς μαθητὰς αὐτοῦ· καὶ ἐκλεξάμενος ἀπ᾿ αὐτῶν δώδεκα, οὓς καὶ ἀποστόλους ὠνόμασε,
14σιμωνα ον και ωνομασεν πετρον και ανδρεαν τον αδελφον αυτου ιακωβον και ιωαννην φιλιππον και βαρθολομαιον
14Σίμωνα ὃν καὶ ὠνόμασε Πέτρον, καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ, Ἰάκωβον καὶ Ἰωάννην, Φίλιππον καὶ Βαρθολομαῖον,
15ματθαιον και θωμαν ιακωβον τον του αλφαιου και σιμωνα τον καλουμενον ζηλωτην
15Ματθαῖον καὶ Θωμᾶν, Ἰάκωβον τὸν τοῦ Ἁλφαίου, καὶ Σίμωνα τὸν καλούμενον Ζηλωτήν,
16ιουδαν ιακωβου και ιουδαν ισκαριωτην οσ και εγενετο προδοτησ
16Ἰούδαν Ἰακώβου, καὶ Ἰούδαν Ἰσκαριώτην, ὃς καὶ ἐγένετο προδότης.
17και καταβασ μετ αυτων εστη επι τοπου πεδινου και οχλοσ μαθητων αυτου και πληθοσ πολυ του λαου απο πασησ τησ ιουδαιασ και ιερουσαλημ και τησ παραλιου τυρου και σιδωνοσ οι ηλθον ακουσαι αυτου και ιαθηναι απο των νοσων αυτων
17Καὶ καταβὰς μετ᾿ αὐτῶν, ἔστη ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλήμ, καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ, καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν·
18και οι οχλουμενοι υπο πνευματων ακαθαρτων και εθεραπευοντο
18καὶ οἱ ὀχλούμενοι ὑπὸ πνευμάτων ἀκαθάρτων, καὶ ἐθεραπεύοντο.
19και πασ ο οχλοσ εζητει απτεσθαι αυτου οτι δυναμισ παρ αυτου εξηρχετο και ιατο παντασ
19Καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ· ὅτι δύναμις παρ᾿ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας.
20και αυτοσ επαρασ τουσ οφθαλμουσ αυτου εισ τουσ μαθητασ αυτου ελεγεν μακαριοι οι πτωχοι οτι υμετερα εστιν η βασιλεια του θεου
20Καὶ αὐτὸς ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ ἔλεγε, Μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ.
21μακαριοι οι πεινωντεσ νυν οτι χορτασθησεσθε μακαριοι οι κλαιοντεσ νυν οτι γελασετε
21Μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε. Μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε.
22μακαριοι εστε οταν μισησωσιν υμασ οι ανθρωποι και οταν αφορισωσιν υμασ και ονειδισωσιν και εκβαλωσιν το ονομα υμων ωσ πονηρον ενεκα του υιου του ανθρωπου
22Μακάριοί ἐστε, ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς, καὶ ὀνειδίσωσι, καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρόν, ἕνεκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου.
23χαρητε εν εκεινη τη ημερα και σκιρτησατε ιδου γαρ ο μισθοσ υμων πολυσ εν τω ουρανω κατα ταυτα γαρ εποιουν τοισ προφηταισ οι πατερεσ αυτων
23Χαίρετε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γάρ, ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ· κατὰ ταῦτα γὰρ ἐποίουν τοῖς προφήταις οἱ πατέρες αὐτῶν.
24πλην ουαι υμιν τοισ πλουσιοισ οτι απεχετε την παρακλησιν υμων
24Πλὴν οὐαὶ ὑμῖν τοῖς πλουσίοις, ὅτι ἀπέχετε τὴν παράκλησιν ὑμῶν.
25ουαι υμιν οι εμπεπλησμενοι οτι πεινασετε ουαι υμιν οι γελωντεσ νυν οτι πενθησετε και κλαυσετε
25Οὐαὶ ὑμῖν, οἱ ἐμπεπλησμένοι, ὅτι πεινάσετε. Οὐαὶ ὑμῖν, οἱ γελῶντες νῦν, ὅτι πενθήσετε καὶ κλαύσετε.
26ουαι οταν καλωσ υμασ ειπωσιν οι ανθρωποι κατα ταυτα γαρ εποιουν τοισ ψευδοπροφηταισ οι πατερεσ αυτων
26Οὐαὶ ὑμῖν, ὅταν καλῶς ὑμᾶς εἴπωσι πάντες οἱ ἄνθρωποι· κατὰ ταῦτα γὰρ ἐποίουν τοῖς ψευδοπροφήταις οἱ πατέρες αὐτῶν.
27αλλ υμιν λεγω τοισ ακουουσιν αγαπατε τουσ εχθρουσ υμων καλωσ ποιειτε τοισ μισουσιν υμασ
27Ἀλλ᾿ ὑμῖν λέγω τοῖς ἀκούουσιν, Ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς,
28ευλογειτε τουσ καταρωμενουσ υμιν προσευχεσθε υπερ των επηρεαζοντων υμασ
28εὐλογεῖτε τοὺς καταρωμένους ὑμῖν, καὶ προσεύχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς.
29τω τυπτοντι σε επι την σιαγονα παρεχε και την αλλην και απο του αιροντοσ σου το ιματιον και τον χιτωνα μη κωλυσησ
29Τῷ τύπτοντί σε ἐπὶ τὴν σιαγόνα, πάρεχε καὶ τὴν ἄλλην· καὶ ἀπὸ τοῦ αἴροντός σου τὸ ἱμάτιον, καὶ τὸν χιτῶνα μὴ κωλύσῃς.
30παντι δε τω αιτουντι σε διδου και απο του αιροντοσ τα σα μη απαιτει
30Παντὶ δὲ τῷ αἰτοῦντί σε δίδου· καὶ ἀπὸ τοῦ αἴροντος τὰ σὰ μὴ ἀπαίτει.
31και καθωσ θελετε ινα ποιωσιν υμιν οι ανθρωποι και υμεισ ποιειτε αυτοισ ομοιωσ
31Καὶ καθὼς θέλετε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς ὁμοίως.
32και ει αγαπατε τουσ αγαπωντασ υμασ ποια υμιν χαρισ εστιν και γαρ οι αμαρτωλοι τουσ αγαπωντασ αυτουσ αγαπωσιν
32Καὶ εἰ ἀγαπᾶτε τοὺς ἀγαπῶντας ὑμᾶς, ποία ὑμῖν χάρις ἐστί; Καὶ γὰρ οἱ ἁμαρτωλοὶ τοὺς ἀγαπῶντας αὐτοὺς ἀγαπῶσι.
33και εαν αγαθοποιητε τουσ αγαθοποιουντασ υμασ ποια υμιν χαρισ εστιν και γαρ οι αμαρτωλοι το αυτο ποιουσιν
33Καὶ ἐὰν ἀγαθοποιῆτε τοὺς ἀγαθοποιοῦντας ὑμᾶς, ποία ὑμῖν χάρις ἐστί; Καὶ γὰρ οἱ ἁμαρτωλοὶ τὸ αὐτὸ ποιοῦσι.
34και εαν δανειζητε παρ ων ελπιζετε απολαβειν ποια υμιν χαρισ εστιν και γαρ αμαρτωλοι αμαρτωλοισ δανειζουσιν ινα απολαβωσιν τα ισα
34Καὶ ἐὰν δανείζητε παρ᾿ ὧν ἐλπίζετε ἀπολαβεῖν, ποία ὑμῖν χάρις ἐστί; Καὶ γὰρ οἱ ἁμαρτωλοὶ ἁμαρτωλοῖς δανείζουσιν, ἵνα ἀπολάβωσι τὰ ἴσα.
35πλην αγαπατε τουσ εχθρουσ υμων και αγαθοποιειτε και δανειζετε μηδεν απελπιζοντεσ και εσται ο μισθοσ υμων πολυσ και εσεσθε υιοι υψιστου οτι αυτοσ χρηστοσ εστιν επι τουσ αχαριστουσ και πονηρουσ
35Πλὴν ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, καὶ ἀγαθοποιεῖτε, καὶ δανείζετε, μηδὲν ἀπελπίζοντες· καὶ ἔσται ὁ μισθὸς ὑμῶν πολύς, καὶ ἔσεσθε υἱοὶ τοῦ ὑψίστου· ὅτι αὐτὸς χρηστός ἐστιν ἐπὶ τοὺς ἀχαρίστους καὶ πονηρούς.
36γινεσθε ουν οικτιρμονεσ καθωσ και ο πατηρ υμων οικτιρμων εστιν
36Γίνεσθε οὖν οἰκτίρμονες, καθὼς καὶ ὁ πατὴρ ὑμῶν οἰκτίρμων ἐστί.
37και μη κρινετε και ου μη κριθητε μη καταδικαζετε και ου μη καταδικασθητε απολυετε και απολυθησεσθε
37Καὶ μὴ κρίνετε, καὶ οὐ μὴ κριθῆτε. Μὴ καταδικάζετε, καὶ οὐ μὴ καταδικασθῆτε· ἀπολύετε, καὶ ἀπολυθήσεσθε·
38διδοτε και δοθησεται υμιν μετρον καλον πεπιεσμενον και σεσαλευμενον και υπερεκχυνομενον δωσουσιν εισ τον κολπον υμων τω γαρ αυτω μετρω ω μετρειτε αντιμετρηθησεται υμιν
38δίδοτε, καὶ δοθήσεται ὑμῖν· μέτρον καλόν, πεπιεσμένον καὶ σεσαλευμένον καὶ ὑπερεκχυνόμενον δώσουσιν εἰς τὸν κόλπον ὑμῶν. Τῷ γὰρ αὐτῷ μέτρῳ ᾧ μετρεῖτε ἀντιμετρηθήσεται ὑμῖν.
39ειπεν δε παραβολην αυτοισ μητι δυναται τυφλοσ τυφλον οδηγειν ουχι αμφοτεροι εισ βοθυνον πεσουνται
39Εἶπε δὲ παραβολὴν αὐτοῖς, Μήτι δύναται τυφλὸς τυφλὸν ὁδηγεῖν; Οὐχὶ ἀμφότεροι εἰς βόθυνον πεσοῦνται;
40ουκ εστιν μαθητησ υπερ τον διδασκαλον αυτου κατηρτισμενοσ δε πασ εσται ωσ ο διδασκαλοσ αυτου
40Οὐκ ἔστι μαθητὴς ὑπὲρ τὸν διδάσκαλον αὐτοῦ· κατηρτισμένος δὲ πᾶς ἔσται ὡς ὁ διδάσκαλος αὐτοῦ.
41τι δε βλεπεισ το καρφοσ το εν τω οφθαλμω του αδελφου σου την δε δοκον την εν τω ιδιω οφθαλμω ου κατανοεισ
41Τί δὲ βλέπεις τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου, τὴν δὲ δοκὸν τὴν ἐν τῷ ἰδίῳ ὀφθαλμῷ οὐ κατανοεῖς;
42η πωσ δυνασαι λεγειν τω αδελφω σου αδελφε αφεσ εκβαλω το καρφοσ το εν τω οφθαλμω σου αυτοσ την εν τω οφθαλμω σου δοκον ου βλεπων υποκριτα εκβαλε πρωτον την δοκον εκ του οφθαλμου σου και τοτε διαβλεψεισ εκβαλειν το καρφοσ το εν τω οφθαλμω του αδελφου σου
42Ἢ πῶς δύνασαι λέγειν τῷ ἀδελφῷ σου, Ἀδελφέ, ἄφες ἐκβάλω τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ σου, αὐτὸς τὴν ἐν τῷ ὀφθαλμῷ σου δοκὸν οὐ βλέπων; Ὑποκριτά, ἔκβαλε πρῶτον τὴν δοκὸν ἐκ τοῦ ὀφθαλμοῦ σου, καὶ τότε διαβλέψεις ἐκβαλεῖν τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου.
43ου γαρ εστιν δενδρον καλον ποιουν καρπον σαπρον ουδε δενδρον σαπρον ποιουν καρπον καλον
43Οὐ γάρ ἐστι δένδρον καλὸν ποιοῦν καρπὸν σαπρόν· οὐδὲ δένδρον σαπρὸν ποιοῦν καρπὸν καλόν.
44εκαστον γαρ δενδρον εκ του ιδιου καρπου γινωσκεται ου γαρ εξ ακανθων συλλεγουσιν συκα ουδε εκ βατου τρυγωσιν σταφυλην
44Ἕκαστον γὰρ δένδρον ἐκ τοῦ ἰδίου καρποῦ γινώσκεται. Οὐ γὰρ ἐξ ἀκανθῶν συλλέγουσι σῦκα, οὐδὲ ἐκ βάτου τρυγῶσι σταφυλήν.
45ο αγαθοσ ανθρωποσ εκ του αγαθου θησαυρου τησ καρδιασ αυτου προφερει το αγαθον και ο πονηροσ ανθρωποσ εκ του πονηρου θησαυρου τησ καρδιασ αυτου προφερει το πονηρον εκ γαρ του περισσευματοσ τησ καρδιασ λαλει το στομα αυτου
45Ὁ ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ τῆς καρδίας αὐτοῦ προφέρει τὸ ἀγαθόν, καὶ ὁ πονηρὸς ἄνθρωπος ἐκ τοῦ πονηροῦ θησαυροῦ τῆς καρδίας αὐτοῦ προφέρει τὸ πονηρόν· ἐκ γὰρ τοῦ περισσεύματος τῆς καρδίας λαλεῖ τὸ στόμα αὐτοῦ.
46τι δε με καλειτε κυριε κυριε και ου ποιειτε α λεγω
46Τί δέ με καλεῖτε, Κύριε, Κύριε, καὶ οὐ ποιεῖτε ἃ λέγω;
47πασ ο ερχομενοσ προσ με και ακουων μου των λογων και ποιων αυτουσ υποδειξω υμιν τινι εστιν ομοιοσ
47Πᾶς ὁ ἐρχόμενος πρός με καὶ ἀκούων μου τῶν λόγων καὶ ποιῶν αὐτούς, ὑποδείξω ὑμῖν τίνι ἐστὶν ὅμοιος·
48ομοιοσ εστιν ανθρωπω οικοδομουντι οικιαν οσ εσκαψεν και εβαθυνεν και εθηκεν θεμελιον επι την πετραν πλημμυρασ δε γενομενησ προσερρηξεν ο ποταμοσ τη οικια εκεινη και ουκ ισχυσεν σαλευσαι αυτην τεθεμελιωτο γαρ επι την πετραν
48ὅμοιός ἐστιν ἀνθρώπῳ οἰκοδομοῦντι οἰκίαν, ὃς ἔσκαψε καὶ ἐβάθυνε, καὶ ἔθηκε θεμέλιον ἐπὶ τὴν πέτραν· πλημμύρας δὲ γενομένης, προσέρρηξεν ὁ ποταμὸς τῇ οἰκίᾳ ἐκείνῃ, καὶ οὐκ ἴσχυσε σαλεῦσαι αὐτήν· τεθεμελίωτο γὰρ ἐπὶ τὴν πέτραν.
49ο δε ακουσασ και μη ποιησασ ομοιοσ εστιν ανθρωπω οικοδομησαντι οικιαν επι την γην χωρισ θεμελιου η προσερρηξεν ο ποταμοσ και ευθεωσ επεσεν και εγενετο το ρηγμα τησ οικιασ εκεινησ μεγα
49Ὁ δὲ ἀκούσας καὶ μὴ ποιήσας ὅμοιός ἐστιν ἀνθρώπῳ οἰκοδομήσαντι οἰκίαν ἐπὶ τὴν γῆν χωρὶς θεμελίου· ᾗ προσέρρηξεν ὁ ποταμός, καὶ εὐθέως ἔπεσε, καὶ ἐγένετο τὸ ῥῆγμα τῆς οἰκίας ἐκείνης μέγα.
Tip: use the ← and → keys to turn chapters.