ΚΑΤΑ ΛΟΥΚΑΝ 13
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)Original language
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
Greek New Testament: Textus Receptus
1παρησαν δε τινεσ εν αυτω τω καιρω απαγγελλοντεσ αυτω περι των γαλιλαιων ων το αιμα πιλατοσ εμιξεν μετα των θυσιων αυτων
1Παρῆσαν δέ τινες ἐν αὐτῷ τῷ καιρῷ ἀπαγγέλλοντες αὐτῷ περὶ τῶν Γαλιλαίων, ὧν τὸ αἷμα Πιλάτος ἔμιξε μετὰ τῶν θυσιῶν αὐτῶν.
2και αποκριθεισ ο ιησουσ ειπεν αυτοισ δοκειτε οτι οι γαλιλαιοι ουτοι αμαρτωλοι παρα παντασ τουσ γαλιλαιουσ εγενοντο οτι τοιαυτα πεπονθασιν
2Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς, Δοκεῖτε ὅτι οἱ Γαλιλαῖοι οὗτοι ἁμαρτωλοὶ παρὰ πάντας τοὺς Γαλιλαίους ἐγένοντο, ὅτι τοιαῦτα πεπόνθασιν;
3ουχι λεγω υμιν αλλ εαν μη μετανοητε παντεσ ωσαυτωσ απολεισθε
3Οὐχί, λέγω ὑμῖν· ἀλλ᾿ ἐὰν μὴ μετανοῆτε, πάντες ὡσαύτως ἀπολεῖσθε.
4η εκεινοι οι δεκα και οκτω εφ ουσ επεσεν ο πυργοσ εν τω σιλωαμ και απεκτεινεν αυτουσ δοκειτε οτι ουτοι οφειλεται εγενοντο παρα παντασ ανθρωπουσ τουσ κατοικουντασ εν ιερουσαλημ
4Ἢ ἐκεῖνοι οἱ δέκα καὶ ὀκτώ, ἐφ᾿ οὓς ἔπεσεν ὁ πύργος ἐν τῷ Σιλωὰμ καὶ ἀπέκτεινεν αὐτούς, δοκεῖτε ὅτι οὗτοι ὀφειλέται ἐγένοντο παρὰ πάντας ἀνθρώπους τοὺς κατοικοῦντας ἐν Ἱερουσαλήμ;
5ουχι λεγω υμιν αλλ εαν μη μετανοητε παντεσ ομοιωσ απολεισθε
5Οὐχί, λέγω ὑμῖν· ἀλλ᾿ ἐὰν μὴ μετανοῆτε, πάντες ὁμοίως ἀπολεῖσθε.
6ελεγεν δε ταυτην την παραβολην συκην ειχεν τισ εν τω αμπελωνι αυτου πεφυτευμενην και ηλθεν ζητων καρπον εν αυτη και ουχ ευρεν
6Ἔλεγε δὲ ταύτην τὴν παραβολήν· Συκῆν εἶχέ τις ἐν τῷ ἀμπελῶνι αὐτοῦ πεφυτευμένην· καὶ ἦλθε καρπὸν ζητῶν ἐν αὐτῇ, καὶ οὐχ εὗρεν.
7ειπεν δε προσ τον αμπελουργον ιδου τρια ετη ερχομαι ζητων καρπον εν τη συκη ταυτη και ουχ ευρισκω εκκοψον αυτην ινα τι και την γην καταργει
7Εἶπε δὲ πρὸς τὸν ἀμπελουργόν, Ἰδού, τρία ἔτη ἔρχομαι ζητῶν καρπὸν ἐν τῇ συκῇ ταύτῃ, καὶ οὐχ εὑρίσκω· ἔκκοψον αὐτήν· ἵνα τί καὶ τὴν γῆν καταργεῖ;
8ο δε αποκριθεισ λεγει αυτω κυριε αφεσ αυτην και τουτο το ετοσ εωσ οτου σκαψω περι αυτην και βαλω κοπρια
8Ὁ δὲ ἀποκριθεὶς λέγει αὐτῷ, Κύριε, ἄφες αὐτὴν καὶ τοῦτο τὸ ἔτος, ἕως ὅτου σκάψω περὶ αὐτήν, καὶ βάλω κοπρίαν·
9καν μεν ποιηση καρπον ει δε μηγε εισ το μελλον εκκοψεισ αυτην
9κἂν μὲν ποιήσῃ καρπόν· εἰ δὲ μήγε, εἰς τὸ μέλλον ἐκκόψεις αὐτήν.
10ην δε διδασκων εν μια των συναγωγων εν τοισ σαββασιν
10Ἦν δὲ διδάσκων ἐν μιᾷ τῶν συναγωγῶν ἐν τοῖς σάββασι·
11και ιδου γυνη ην πνευμα εχουσα ασθενειασ ετη δεκα και οκτω και ην συγκυπτουσα και μη δυναμενη ανακυψαι εισ το παντελεσ
11καὶ ἰδού, γυνὴ ἦν πνεῦμα ἔχουσα ἀσθενείας ἔτη δέκα καὶ ὀκτώ, καὶ ἦν συγκύπτουσα, καὶ μὴ δυναμένη ἀνακύψαι εἰς τὸ παντελές.
12ιδων δε αυτην ο ιησουσ προσεφωνησεν και ειπεν αυτη γυναι απολελυσαι τησ ασθενειασ σου
12Ἰδὼν δὲ αὐτὴν ὁ Ἰησοῦς προσεφώνησε, καὶ εἶπεν αὐτῇ, Γύναι, ἀπολέλυσαι τῆς ἀσθενείας σου.
13και επεθηκεν αυτη τασ χειρασ και παραχρημα ανωρθωθη και εδοξαζεν τον θεον
13Καὶ ἐπέθηκεν αὐτῇ τὰς χεῖρας· καὶ παραχρῆμα ἀνωρθώθη, καὶ ἐδόξαζε τὸν Θεόν.
14αποκριθεισ δε ο αρχισυναγωγοσ αγανακτων οτι τω σαββατω εθεραπευσεν ο ιησουσ ελεγεν τω οχλω εξ ημεραι εισιν εν αισ δει εργαζεσθαι εν ταυταισ ουν ερχομενοι θεραπευεσθε και μη τη ημερα του σαββατου
14Ἀποκριθεὶς δὲ ὁ ἀρχισυνάγωγος, ἀγανακτῶν ὅτι τῷ σαββάτῳ ἐθεράπευσεν ὁ Ἰησοῦς, ἔλεγε τῷ ὄχλῳ, Ἓξ ἡμέραι εἰσὶν ἐν αἷς δεῖ ἐργάζεσθαι· ἐν ταύταις οὖν ἐρχόμενοι θεραπεύεσθε, καὶ μὴ τῇ ἡμέρᾳ τοῦ σαββάτου.
15απεκριθη ουν αυτω ο κυριοσ και ειπεν υποκριται εκαστοσ υμων τω σαββατω ου λυει τον βουν αυτου η τον ονον απο τησ φατνησ και απαγαγων ποτιζει
15Ἀπεκρίθη οὖν αὐτῷ ὁ Κύριος, καὶ εἶπεν, Ὑποκριτά, ἕκαστος ὑμῶν τῷ σαββάτῳ οὐ λύει τὸν βοῦν αὐτοῦ ἢ τὸν ὄνον ἀπὸ τῆς φάτνης, καὶ ἀπαγαγὼν ποτίζει;
16ταυτην δε θυγατερα αβρααμ ουσαν ην εδησεν ο σατανασ ιδου δεκα και οκτω ετη ουκ εδει λυθηναι απο του δεσμου τουτου τη ημερα του σαββατου
16Ταύτην δέ, θυγατέρα Ἀβραὰμ οὖσαν, ἣν ἔδησεν ὁ Σατανᾶς, ἰδού, δέκα καὶ ὀκτὼ ἔτη, οὐκ ἔδει λυθῆναι ἀπὸ τοῦ δεσμοῦ τούτου τῇ ἡμέρᾳ τοῦ σαββάτου;
17και ταυτα λεγοντοσ αυτου κατησχυνοντο παντεσ οι αντικειμενοι αυτω και πασ ο οχλοσ εχαιρεν επι πασιν τοισ ενδοξοισ τοισ γινομενοισ υπ αυτου
17Καὶ ταῦτα λέγοντος αὐτοῦ, κατῃσχύνοντο πάντες οἱ ἀντικείμενοι αὐτῷ· καὶ πᾶς ὁ ὄχλος ἔχαιρεν ἐπὶ πᾶσι τοῖς ἐνδόξοις τοῖς γινομένοις ὑπ᾿ αὐτοῦ.
18ελεγεν δε τινι ομοια εστιν η βασιλεια του θεου και τινι ομοιωσω αυτην
18Ἔλεγε δέ, Τίνι ὁμοία ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ; Καὶ τίνι ὁμοιώσω αὐτήν;
19ομοια εστιν κοκκω σιναπεωσ ον λαβων ανθρωποσ εβαλεν εισ κηπον εαυτου και ηυξησεν και εγενετο εισ δενδρον μεγα και τα πετεινα του ουρανου κατεσκηνωσεν εν τοισ κλαδοισ αυτου
19Ὁμοία ἐστὶ κόκκῳ σινάπεως, ὃν λαβὼν ἄνθρωπος ἔβαλεν εἰς κῆπον ἑαυτοῦ· καὶ ηὔξησε, καὶ ἐγένετο εἰς δένδρον μέγα, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατεσκήνωσεν ἐν τοῖς κλάδοις αὐτοῦ.
20παλιν ειπεν τινι ομοιωσω την βασιλειαν του θεου
20Καὶ πάλιν εἶπε, Τίνι ὁμοιώσω τὴν βασιλείαν τοῦ Θεοῦ;
21ομοια εστιν ζυμη ην λαβουσα γυνη ενεκρυψεν εισ αλευρου σατα τρια εωσ ου εζυμωθη ολον
21Ὁμοία ἐστὶ ζύμῃ, ἣν λαβοῦσα γυνὴ ἐνέκρυψεν εἰς ἀλεύρου σάτα τρία, ἕως οὗ ἐζυμώθη ὅλον.
22και διεπορευετο κατα πολεισ και κωμασ διδασκων και πορειαν ποιουμενοσ εισ ιερουσαλημ
22Καὶ διεπορεύετο κατὰ πόλεις καὶ κώμας διδάσκων, καὶ πορείαν ποιούμενος εἰς Ἱερουσαλήμ.
23ειπεν δε τισ αυτω κυριε ει ολιγοι οι σωζομενοι ο δε ειπεν προσ αυτουσ
23Εἶπε δέ τις αὐτῷ, Κύριε, εἰ ὀλίγοι οἱ σῳζόμενοι; Ὁ δὲ εἶπε πρὸς αὐτούς,
24αγωνιζεσθε εισελθειν δια τησ στενησ πυλησ οτι πολλοι λεγω υμιν ζητησουσιν εισελθειν και ουκ ισχυσουσιν
24Ἀγωνίζεσθε εἰσελθεῖν διὰ τῆς στενῆς πύλης· ὅτι πολλοί, λέγω ὑμῖν, ζητήσουσιν εἰσελθεῖν, καὶ οὐκ ἰσχύσουσιν.
25αφ ου αν εγερθη ο οικοδεσποτησ και αποκλειση την θυραν και αρξησθε εξω εσταναι και κρουειν την θυραν λεγοντεσ κυριε κυριε ανοιξον ημιν και αποκριθεισ ερει υμιν ουκ οιδα υμασ ποθεν εστε
25Ἀφ᾿ οὗ ἂν ἐγερθῇ ὁ οἰκοδεσπότης καὶ ἀποκλείσῃ τὴν θύραν, καὶ ἄρξησθε ἔξω ἑστάναι καὶ κρούειν τὴν θύραν, λέγοντες, Κύριε, Κύριε, ἄνοιξον ἡμῖν· καὶ ἀποκριθεὶς ἐρεῖ ὑμῖν, Οὐκ οἶδα ὑμᾶς, πόθεν ἐστέ·
26τοτε αρξεσθε λεγειν εφαγομεν ενωπιον σου και επιομεν και εν ταισ πλατειαισ ημων εδιδαξασ
26τότε ἄρξεσθε λέγειν, Ἐφάγομεν ἐνώπιόν σου καὶ ἐπίομεν, καὶ ἐν ταῖς πλατείαις ἡμῶν ἐδίδαξας.
27και ερει λεγω υμιν ουκ οιδα υμασ ποθεν εστε αποστητε απ εμου παντεσ οι εργαται τησ αδικιασ
27Καὶ ἐρεῖ, Λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς πόθεν ἐστέ· ἀπόστητε ἀπ᾿ ἐμοῦ πάντες οἱ ἐργάται τῆς ἀδικίας.
28εκει εσται ο κλαυθμοσ και ο βρυγμοσ των οδοντων οταν οψησθε αβρααμ και ισαακ και ιακωβ και παντασ τουσ προφητασ εν τη βασιλεια του θεου υμασ δε εκβαλλομενουσ εξω
28Ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων, ὅταν ὄψησθε Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ καὶ πάντας τοὺς προφήτας ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ, ὑμᾶς δὲ ἐκβαλλομένους ἔξω.
29και ηξουσιν απο ανατολων και δυσμων και βορρα και νοτου και ανακλιθησονται εν τη βασιλεια του θεου
29Καὶ ἥξουσιν ἀπὸ ἀνατολῶν καὶ δυσμῶν, καὶ ἀπὸ βορρᾶ καὶ νότου, καὶ ἀνακλιθήσονται ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ.
30και ιδου εισιν εσχατοι οι εσονται πρωτοι και εισιν πρωτοι οι εσονται εσχατοι
30Καὶ ἰδού, εἰσὶν ἔσχατοι οἳ ἔσονται πρῶτοι, καὶ εἰσὶ πρῶτοι οἳ ἔσονται ἔσχατοι.
31εν αυτη τη ημερα προσηλθον τινεσ φαρισαιοι λεγοντεσ αυτω εξελθε και πορευου εντευθεν οτι ηρωδησ θελει σε αποκτειναι
31Ἐν αὐτῇ τῇ ἡμέρᾳ προσῆλθόν τινες Φαρισαῖοι, λέγοντες αὐτῷ, Ἔξελθε καὶ πορεύου ἐντεῦθεν, ὅτι Ἡρῴδης θέλει σε ἀποκτεῖναι.
32και ειπεν αυτοισ πορευθεντεσ ειπατε τη αλωπεκι ταυτη ιδου εκβαλλω δαιμονια και ιασεισ επιτελω σημερον και αυριον και τη τριτη τελειουμαι
32Καὶ εἶπεν αὐτοῖς, Πορευθέντες εἴπατε τῇ ἀλώπεκι ταύτῃ, Ἰδού, ἐκβάλλω δαιμόνια καὶ ἰάσεις ἐπιτελῶ σήμερον καὶ αὔριον, καὶ τῇ τρίτῃ τελειοῦμαι.
33πλην δει με σημερον και αυριον και τη εχομενη πορευεσθαι οτι ουκ ενδεχεται προφητην απολεσθαι εξω ιερουσαλημ
33Πλὴν δεῖ με σήμερον καὶ αὔριον καὶ τῇ ἐχομένῃ πορεύεσθαι· ὅτι οὐκ ἐνδέχεται προφήτην ἀπολέσθαι ἔξω Ἱερουσαλήμ.
34ιερουσαλημ ιερουσαλημ η αποκτενουσα τουσ προφητασ και λιθοβολουσα τουσ απεσταλμενουσ προσ αυτην ποσακισ ηθελησα επισυναξαι τα τεκνα σου ον τροπον ορνισ την εαυτησ νοσσιαν υπο τασ πτερυγασ και ουκ ηθελησατε
34Ἱερουσαλήμ, Ἱερουσαλήμ, ἡ ἀποκτείνουσα τοὺς προφήτας καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν, ποσάκις ἠθέλησα ἐπισυνάξαι τὰ τέκνα σου, ὃν τρόπον ὄρνις τὴν ἑαυτῆς νοσσιὰν ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε.
35ιδου αφιεται υμιν ο οικοσ υμων ερημοσ λεγω δε υμιν οτι ου μη με ιδητε εωσ αν ηξει οτε ειπητε ευλογημενοσ ο ερχομενοσ εν ονοματι κυριου
35Ἰδού, ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος. Ἀμὴν δὲ λέγω ὑμῖν ὅτι οὐ μή με ἴδητε ἕως ἂν ἥξῃ, ὅτε εἴπητε, Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Tip: use the ← and → keys to turn chapters.