ΚΑΤΑ ΛΟΥΚΑΝ 24
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)Original language
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
Greek New Testament: Textus Receptus
1τη δε μια των σαββατων ορθρου βαθεοσ ηλθον επι το μνημα φερουσαι α ητοιμασαν αρωματα και τινεσ συν αυταισ
1Τῇ δὲ μιᾷ τῶν σαββάτων, ὄρθρου βαθέος, ἦλθον ἐπὶ τὸ μνῆμα, φέρουσαι ἃ ἡτοίμασαν ἀρώματα, καί τινες σὺν αὐταῖς.
2ευρον δε τον λιθον αποκεκυλισμενον απο του μνημειου
2Εὗρον δὲ τὸν λίθον ἀποκεκυλισμένον ἀπὸ τοῦ μνημείου.
3και εισελθουσαι ουχ ευρον το σωμα του κυριου ιησου
3Καὶ εἰσελθοῦσαι οὐχ εὗρον τὸ σῶμα τοῦ Κυρίου Ἰησοῦ.
4και εγενετο εν τω διαπορεισθαι αυτασ περι τουτου και ιδου ανδρεσ δυο επεστησαν αυταισ εν εσθησεσιν αστραπτουσαισ
4Καὶ ἐγένετο ἐν τῷ διαπορεῖσθαι αὐτὰς περὶ τούτου, καὶ ἰδού, δύο ἄνδρες ἐπέστησαν αὐταῖς ἐν ἐσθήσεσιν ἀστραπτούσαις·
5εμφοβων δε γενομενων αυτων και κλινουσων το προσωπον εισ την γην ειπον προσ αυτασ τι ζητειτε τον ζωντα μετα των νεκρων
5ἐμφόβων δὲ γενομένων αὐτῶν, καὶ κλινουσῶν τὸ πρόσωπον εἰς τὴν γῆν, εἶπον πρὸς αὐτάς, Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν;
6ουκ εστιν ωδε αλλ ηγερθη μνησθητε ωσ ελαλησεν υμιν ετι ων εν τη γαλιλαια
6Οὐκ ἔστιν ὧδε, ἀλλ᾿ ἠγέρθη· μνήσθητε ὡς ἐλάλησεν ὑμῖν, ἔτι ὢν ἐν τῇ Γαλιλαίᾳ,
7λεγων οτι δει τον υιον του ανθρωπου παραδοθηναι εισ χειρασ ανθρωπων αμαρτωλων και σταυρωθηναι και τη τριτη ημερα αναστηναι
7λέγων ὅτι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου παραδοθῆναι εἰς χεῖρας ἀνθρώπων ἁμαρτωλῶν, καὶ σταυρωθῆναι, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστῆναι.
8και εμνησθησαν των ρηματων αυτου
8Καὶ ἐμνήσθησαν τῶν ῥημάτων αὐτοῦ,
9και υποστρεψασαι απο του μνημειου απηγγειλαν ταυτα παντα τοισ ενδεκα και πασιν τοισ λοιποισ
9καὶ ὑποστρέψασαι ἀπὸ τοῦ μνημείου, ἀπήγγειλαν ταῦτα πάντα τοῖς ἕνδεκα καὶ πᾶσι τοῖς λοιποῖς.
10ησαν δε η μαγδαληνη μαρια και ιωαννα και μαρια ιακωβου και αι λοιπαι συν αυταισ αι ελεγον προσ τουσ αποστολουσ ταυτα
10Ἦσαν δὲ ἡ Μαγδαληνὴ Μαρία καὶ Ἰωάννα καὶ Μαρία Ἰακώβου, καὶ αἱ λοιπαὶ σὺν αὐταῖς, αἳ ἔλεγον πρὸς τοὺς ἀποστόλους ταῦτα.
11και εφανησαν ενωπιον αυτων ωσει ληροσ τα ρηματα αυτων και ηπιστουν αυταισ
11Καὶ ἐφάνησαν ἐνώπιον αὐτῶν ὡσεὶ λῆρος τὰ ῥήματα αὐτῶν, καὶ ἠπίστουν αὐταῖς.
12ο δε πετροσ αναστασ εδραμεν επι το μνημειον και παρακυψασ βλεπει τα οθονια κειμενα μονα και απηλθεν προσ εαυτον θαυμαζων το γεγονοσ
12Ὁ δὲ Πέτρος ἀναστὰς ἔδραμεν ἐπὶ τὸ μνημεῖον, καὶ παρακύψας βλέπει τὰ ὀθόνια κείμενα μόνα· καὶ ἀπῆλθε πρὸς ἑαυτὸν θαυμάζων τὸ γεγονός.
13και ιδου δυο εξ αυτων ησαν πορευομενοι εν αυτη τη ημερα εισ κωμην απεχουσαν σταδιουσ εξηκοντα απο ιερουσαλημ η ονομα εμμαουσ
13Καὶ ἰδού, δύο ἐξ αὐτῶν ἦσαν πορευόμενοι ἐν αὐτῇ τῇ ἡμέρᾳ εἰς κώμην ἀπέχουσαν σταδίους ἑξήκοντα ἀπὸ Ἱερουσαλήμ, ᾗ ὄνομα Ἐμμαούς.
14και αυτοι ωμιλουν προσ αλληλουσ περι παντων των συμβεβηκοτων τουτων
14Καὶ αὐτοὶ ὡμίλουν πρὸς ἀλλήλους περὶ πάντων τῶν συμβεβηκότων τούτων.
15και εγενετο εν τω ομιλειν αυτουσ και συζητειν και αυτοσ ο ιησουσ εγγισασ συνεπορευετο αυτοισ
15Καὶ ἐγένετο ἐν τῷ ὁμιλεῖν αὐτοὺς καὶ συζητεῖν, καὶ αὐτὸς ὁ Ἰησοῦς ἐγγίσας συνεπορεύετο αὐτοῖς.
16οι δε οφθαλμοι αυτων εκρατουντο του μη επιγνωναι αυτον
16Οἱ δὲ ὀφθαλμοὶ αὐτῶν ἐκρατοῦντο τοῦ μὴ ἐπιγνῶναι αὐτόν.
17ειπεν δε προσ αυτουσ τινεσ οι λογοι ουτοι ουσ αντιβαλλετε προσ αλληλουσ περιπατουντεσ και εστε σκυθρωποι
17Εἶπε δὲ πρὸς αὐτούς, Τίνες οἱ λόγοι οὗτοι οὓς ἀντιβάλλετε πρὸς ἀλλήλους περιπατοῦντες, καί ἐστε σκυθρωποί;
18αποκριθεισ δε ο εισ ω ονομα κλεοπασ ειπεν προσ αυτον συ μονοσ παροικεισ ιερουσαλημ και ουκ εγνωσ τα γενομενα εν αυτη εν ταισ ημεραισ ταυταισ
18Ἀποκριθεὶς δὲ ὁ εἷς, ᾧ ὄνομα Κλεοπᾶς, εἶπε πρὸς αὐτόν, Σὺ μόνος παροικεῖς ἐν Ἱερουσαλήμ, καὶ οὐκ ἔγνως τὰ γενόμενα ἐν αὐτῇ ἐν ταῖς ἡμέραις ταύταις;
19και ειπεν αυτοισ ποια οι δε ειπον αυτω τα περι ιησου του ναζωραιου οσ εγενετο ανηρ προφητησ δυνατοσ εν εργω και λογω εναντιον του θεου και παντοσ του λαου
19Καὶ εἶπεν αὐτοῖς, Ποῖα; Οἱ δὲ εἶπον αὐτῷ, Τὰ περὶ Ἰησοῦ τοῦ Ναζωραίου, ὃς ἐγένετο ἀνὴρ προφήτης δυνατὸς ἐν ἔργῳ καὶ λόγῳ ἐναντίον τοῦ Θεοῦ καὶ παντὸς τοῦ λαοῦ·
20οπωσ τε παρεδωκαν αυτον οι αρχιερεισ και οι αρχοντεσ ημων εισ κριμα θανατου και εσταυρωσαν αυτον
20ὅπως τε παρέδωκαν αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ ἄρχοντες ἡμῶν εἰς κρίμα θανάτου, καὶ ἐσταύρωσαν αὐτόν.
21ημεισ δε ηλπιζομεν οτι αυτοσ εστιν ο μελλων λυτρουσθαι τον ισραηλ αλλα γε συν πασιν τουτοισ τριτην ταυτην ημεραν αγει σημερον αφ ου ταυτα εγενετο
21Ἡμεῖς δὲ ἠλπίζομεν ὅτι αὐτός ἐστιν ὁ μέλλων λυτροῦσθαι τὸν Ἰσραήλ. Ἀλλά γε σὺν πᾶσι τούτοις τρίτην ταύτην ἡμέραν ἄγει σήμερον ἀφ᾿ οὗ ταῦτα ἐγένετο.
22αλλα και γυναικεσ τινεσ εξ ημων εξεστησαν ημασ γενομεναι ορθριαι επι το μνημειον
22Ἀλλὰ καὶ γυναῖκές τινες ἐξ ἡμῶν ἐξέστησαν ἡμᾶς, γενόμεναι ὄρθριαι ἐπὶ τὸ μνημεῖον·
23και μη ευρουσαι το σωμα αυτου ηλθον λεγουσαι και οπτασιαν αγγελων εωρακεναι οι λεγουσιν αυτον ζην
23καὶ μὴ εὑροῦσαι τὸ σῶμα αὐτοῦ, ἦλθον λέγουσαι καὶ ὀπτασίαν ἀγγέλων ἑωρακέναι, οἳ λέγουσιν αὐτὸν ζῇν.
24και απηλθον τινεσ των συν ημιν επι το μνημειον και ευρον ουτωσ καθωσ και αι γυναικεσ ειπον αυτον δε ουκ ειδον
24Καὶ ἀπῆλθόν τινες τῶν σὺν ἡμῖν ἐπὶ τὸ μνημεῖον, καὶ εὗρον οὕτω καθὼς καὶ αἱ γυναῖκες εἶπον· αὐτὸν δὲ οὐκ εἶδον.
25και αυτοσ ειπεν προσ αυτουσ ω ανοητοι και βραδεισ τη καρδια του πιστευειν επι πασιν οισ ελαλησαν οι προφηται
25Καὶ αὐτὸς εἶπε πρὸς αὐτούς, Ὦ ἀνόητοι καὶ βραδεῖς τῇ καρδίᾳ τοῦ πιστεύειν ἐπὶ πᾶσιν οἷς ἐλάλησαν οἱ προφῆται·
26ουχι ταυτα εδει παθειν τον χριστον και εισελθειν εισ την δοξαν αυτου
26οὐχὶ ταῦτα ἔδει παθεῖν τὸν Χριστόν, καὶ εἰσελθεῖν εἰς τὴν δόξαν αὐτοῦ;
27και αρξαμενοσ απο μωσεωσ και απο παντων των προφητων διηρμηνευεν αυτοισ εν πασαισ ταισ γραφαισ τα περι εαυτου
27Καὶ ἀρξάμενος ἀπὸ Μωσέως καὶ ἀπὸ πάντων τῶν προφητῶν, διηρμήνευεν αὐτοῖς ἐν πάσαις ταῖς γραφαῖς τὰ περὶ ἑαυτοῦ.
28και ηγγισαν εισ την κωμην ου επορευοντο και αυτοσ προσεποιειτο πορρωτερω πορευεσθαι
28Καὶ ἤγγισαν εἰς τὴν κώμην οὗ ἐπορεύοντο· καὶ αὐτὸς προσεποιεῖτο πορρωτέρω πορεύεσθαι.
29και παρεβιασαντο αυτον λεγοντεσ μεινον μεθ ημων οτι προσ εσπεραν εστιν και κεκλικεν η ημερα και εισηλθεν του μειναι συν αυτοισ
29Καὶ παρεβιάσαντο αὐτόν, λέγοντες, Μεῖνον μεθ᾿ ἡμῶν, ὅτι πρὸς ἑσπέραν ἐστί, καὶ κέκλικεν ἡ ἡμέρα. Καὶ εἰσῆλθε τοῦ μεῖναι σὺν αὐτοῖς.
30και εγενετο εν τω κατακλιθηναι αυτον μετ αυτων λαβων τον αρτον ευλογησεν και κλασασ επεδιδου αυτοισ
30Καὶ ἐγένετο ἐν τῷ κατακλιθῆναι αὐτὸν μετ᾿ αὐτῶν, λαβὼν τὸν ἄρτον εὐλόγησε, καὶ κλάσας ἐπεδίδου αὐτοῖς.
31αυτων δε διηνοιχθησαν οι οφθαλμοι και επεγνωσαν αυτον και αυτοσ αφαντοσ εγενετο απ αυτων
31Αὐτῶν δὲ διηνοίχθησαν οἱ ὀφθαλμοί, καὶ ἐπέγνωσαν αὐτόν· καὶ αὐτὸς ἄφαντος ἐγένετο ἀπ᾿ αὐτῶν.
32και ειπον προσ αλληλουσ ουχι η καρδια ημων καιομενη ην εν ημιν ωσ ελαλει ημιν εν τη οδω και ωσ διηνοιγεν ημιν τασ γραφασ
32Καὶ εἶπον πρὸς ἀλλήλους, Οὐχὶ ἡ καρδία ἡμῶν καιομένη ἦν ἐν ἡμῖν, ὡς ἐλάλει ἡμῖν ἐν τῇ ὁδῷ, καὶ ὡς διήνοιγεν ἡμῖν τὰς γραφάς;
33και ανασταντεσ αυτη τη ωρα υπεστρεψαν εισ ιερουσαλημ και ευρον συνηθροισμενουσ τουσ ενδεκα και τουσ συν αυτοισ
33Καὶ ἀναστάντες αὐτῇ τῇ ὥρᾳ ὑπέστρεψαν εἰς Ἱερουσαλήμ, καὶ εὗρον συνηθροισμένους τοὺς ἕνδεκα καὶ τοὺς σὺν αὐτοῖς,
34λεγοντασ οτι ηγερθη ο κυριοσ οντωσ και ωφθη σιμωνι
34λέγοντας ὅτι Ἠγέρθη ὁ Κύριος ὄντως, καὶ ὤφθη Σίμωνι.
35και αυτοι εξηγουντο τα εν τη οδω και ωσ εγνωσθη αυτοισ εν τη κλασει του αρτου
35Καὶ αὐτοὶ ἐξηγοῦντο τὰ ἐν τῇ ὁδῷ, καὶ ὡς ἐγνώσθη αὐτοῖς ἐν τῇ κλάσει τοῦ ἄρτου.
36ταυτα δε αυτων λαλουντων αυτοσ ο ιησουσ εστη εν μεσω αυτων και λεγει αυτοισ ειρηνη υμιν
36Ταῦτα δὲ αὐτῶν λαλούντων, αὐτὸς ὁ Ἰησοῦς ἔστη ἐν μέσῳ αὐτῶν, καὶ λέγει αὐτοῖς, Εἰρήνη ὑμῖν.
37πτοηθεντεσ δε και εμφοβοι γενομενοι εδοκουν πνευμα θεωρειν
37Πτοηθέντες δὲ καὶ ἔμφοβοι γενόμενοι ἐδόκουν πνεῦμα θεωρεῖν.
38και ειπεν αυτοισ τι τεταραγμενοι εστε και δια τι διαλογισμοι αναβαινουσιν εν ταισ καρδιαισ υμων
38Καὶ εἶπεν αὐτοῖς, Τί τεταραγμένοι ἐστέ, καὶ διὰ τί διαλογισμοὶ ἀναβαίνουσιν ἐν ταῖς καρδίαις ὑμῶν;
39ιδετε τασ χειρασ μου και τουσ ποδασ μου οτι αυτοσ εγω ειμι ψηλαφησατε με και ιδετε οτι πνευμα σαρκα και οστεα ουκ εχει καθωσ εμε θεωρειτε εχοντα
39Ἴδετε τὰς χεῖράς μου καὶ τοὺς πόδας μου, ὅτι αὐτὸς ἐγώ εἰμι· ψηλαφήσατέ με καὶ ἴδετε, ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει, καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα.
40και τουτο ειπων επεδειξεν αυτοισ τασ χειρασ και τουσ ποδασ
40Καὶ τοῦτο εἰπὼν ἐπέδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τοὺς πόδας.
41ετι δε απιστουντων αυτων απο τησ χαρασ και θαυμαζοντων ειπεν αυτοισ εχετε τι βρωσιμον ενθαδε
41Ἔτι δὲ ἀπιστούντων αὐτῶν ἀπὸ τῆς χαρᾶς καὶ θαυμαζόντων, εἶπεν αὐτοῖς, Ἔχετέ τι βρώσιμον ἐνθάδε;
42οι δε επεδωκαν αυτω ιχθυοσ οπτου μεροσ και απο μελισσιου κηριου
42Οἱ δὲ ἐπέδωκαν αὐτῷ ἰχθύος ὀπτοῦ μέρος, καὶ ἀπὸ μελισσίου κηρίου.
43και λαβων ενωπιον αυτων εφαγεν
43Καὶ λαβὼν ἐνώπιον αὐτῶν ἔφαγεν.
44ειπεν δε αυτοισ ουτοι οι λογοι ουσ ελαλησα προσ υμασ ετι ων συν υμιν οτι δει πληρωθηναι παντα τα γεγραμμενα εν τω νομω μωσεωσ και προφηταισ και ψαλμοισ περι εμου
44Εἶπε δὲ αὐτοῖς, Οὗτοι οἱ λόγοι οὓς ἐλάλησα πρὸς ὑμᾶς ἔτι ὢν σὺν ὑμῖν, ὅτι δεῖ πληρωθῆναι πάντα τὰ γεγραμμένα ἐν τῷ νόμῳ Μωσέως καὶ προφήταις καὶ ψαλμοῖς περὶ ἐμοῦ.
45τοτε διηνοιξεν αυτων τον νουν του συνιεναι τασ γραφασ
45Τότε διήνοιξεν αὐτῶν τὸν νοῦν, τοῦ συνιέναι τὰς γραφάς·
46και ειπεν αυτοισ οτι ουτωσ γεγραπται και ουτωσ εδει παθειν τον χριστον και αναστηναι εκ νεκρων τη τριτη ημερα
46καὶ εἶπεν αὐτοῖς ὅτι Οὕτω γέγραπται, καὶ οὕτως ἔδει παθεῖν τὸν Χριστόν, καὶ ἀναστῆναι ἐκ νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ,
47και κηρυχθηναι επι τω ονοματι αυτου μετανοιαν και αφεσιν αμαρτιων εισ παντα τα εθνη αρξαμενον απο ιερουσαλημ
47καὶ κηρυχθῆναι ἐπὶ τῷ ὀνόματι αὐτοῦ μετάνοιαν καὶ ἄφεσιν ἁμαρτιῶν εἰς πάντα τὰ ἔθνη, ἀρξάμενον ἀπὸ Ἱερουσαλήμ.
48υμεισ δε εστε μαρτυρεσ τουτων
48Ὑμεῖς δέ ἐστε μάρτυρες τούτων.
49και ιδου εγω αποστελλω την επαγγελιαν του πατροσ μου εφ υμασ υμεισ δε καθισατε εν τη πολει ιερουσαλημ εωσ ου ενδυσησθε δυναμιν εξ υψουσ
49Καὶ ἰδού, ἐγὼ ἀποστέλλω τὴν ἐπαγγελίαν τοῦ πατρός μου ἐφ᾿ ὑμᾶς· ὑμεῖς δὲ καθίσατε ἐν τῇ πόλει Ἱερουσαλήμ, ἕως οὗ ἐνδύσησθε δύναμιν ἐξ ὕψους.
50εξηγαγεν δε αυτουσ εξω εωσ εισ βηθανιαν και επαρασ τασ χειρασ αυτου ευλογησεν αυτουσ
50Ἐξήγαγε δὲ αὐτοὺς ἔξω ἕως εἰς Βηθανίαν· καὶ ἐπάρας τὰς χεῖρας αὐτοῦ εὐλόγησεν αὐτούς.
51και εγενετο εν τω ευλογειν αυτον αυτουσ διεστη απ αυτων και ανεφερετο εισ τον ουρανον
51Καὶ ἐγένετο ἐν τῷ εὐλογεῖν αὐτὸν αὐτούς, διέστη ἀπ᾿ αὐτῶν, καὶ ἀνεφέρετο εἰς τὸν οὐρανόν.
52και αυτοι προσκυνησαντεσ αυτον υπεστρεψαν εισ ιερουσαλημ μετα χαρασ μεγαλησ
52Καὶ αὐτοὶ προσκυνήσαντες αὐτόν, ὑπέστρεψαν εἰς Ἱερουσαλὴμ μετὰ χαρᾶς μεγάλης·
53και ησαν δια παντοσ εν τω ιερω αινουντεσ και ευλογουντεσ τον θεον αμην
53καὶ ἦσαν διὰ παντὸς ἐν τῷ ἱερῷ, αἰνοῦντες καὶ εὐλογοῦντες τὸν Θεόν. Ἀμήν.
Tip: use the ← and → keys to turn chapters.