ΚΑΤΑ ΛΟΥΚΑΝ 11
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)Original language
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
Greek New Testament: Textus Receptus
1και εγενετο εν τω ειναι αυτον εν τοπω τινι προσευχομενον ωσ επαυσατο ειπεν τισ των μαθητων αυτου προσ αυτον κυριε διδαξον ημασ προσευχεσθαι καθωσ και ιωαννησ εδιδαξεν τουσ μαθητασ αυτου
1Καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτὸν ἐν τόπῳ τινὶ προσευχόμενον, ὡς ἐπαύσατο, εἶπέ τις τῶν μαθητῶν αὐτοῦ πρὸς αὐτόν, Κύριε, δίδαξον ἡμᾶς προσεύχεσθαι, καθὼς καὶ Ἰωάννης ἐδίδαξε τοὺς μαθητὰς αὐτοῦ.
2ειπεν δε αυτοισ οταν προσευχησθε λεγετε πατερ ημων ο εν τοισ ουρανοισ αγιασθητω το ονομα σου ελθετω η βασιλεια σου γενηθητω το θελημα σου ωσ εν ουρανω και επι τησ γησ
2Εἶπε δὲ αὐτοῖς, Ὅταν προσεύχησθε, λέγετε, Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου. Ἐλθέτω ἡ βασιλεία σου. Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς.
3τον αρτον ημων τον επιουσιον διδου ημιν το καθ ημεραν
3Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δίδου ἡμῖν τὸ καθ᾿ ἡμέραν.
4και αφεσ ημιν τασ αμαρτιασ ημων και γαρ αυτοι αφιεμεν παντι οφειλοντι ημιν και μη εισενεγκησ ημασ εισ πειρασμον αλλα ρυσαι ημασ απο του πονηρου
4Καὶ ἄφες ἡμῖν τὰς ἁμαρτίας ἡμῶν, καὶ γὰρ αὐτοὶ ἀφίεμεν παντὶ ὀφείλοντι ἡμῖν. Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
5και ειπεν προσ αυτουσ τισ εξ υμων εξει φιλον και πορευσεται προσ αυτον μεσονυκτιου και ειπη αυτω φιλε χρησον μοι τρεισ αρτουσ
5Καὶ εἶπε πρὸς αὐτούς, Τίς ἐξ ὑμῶν ἕξει φίλον, καὶ πορεύσεται πρὸς αὐτὸν μεσονυκτίου, καὶ εἴπῃ αὐτῷ, Φίλε, χρῆσόν μοι τρεῖς ἄρτους,
6επειδη φιλοσ παρεγενετο εξ οδου προσ με και ουκ εχω ο παραθησω αυτω
6ἐπειδὴ φίλος μου παρεγένετο ἐξ ὁδοῦ πρός με, καὶ οὐκ ἔχω ὃ παραθήσω αὐτῷ·
7κακεινοσ εσωθεν αποκριθεισ ειπη μη μοι κοπουσ παρεχε ηδη η θυρα κεκλεισται και τα παιδια μου μετ εμου εισ την κοιτην εισιν ου δυναμαι αναστασ δουναι σοι
7κἀκεῖνος ἔσωθεν ἀποκριθεὶς εἴπῃ, Μή μοι κόπους πάρεχε· ἤδη ἡ θύρα κέκλεισται, καὶ τὰ παιδία μου μετ᾿ ἐμοῦ εἰς τὴν κοίτην εἰσίν· οὐ δύναμαι ἀναστὰς δοῦναί σοι.
8λεγω υμιν ει και ου δωσει αυτω αναστασ δια το ειναι αυτου φιλον δια γε την αναιδειαν αυτου εγερθεισ δωσει αυτω οσον χρηζει
8Λέγω ὑμῖν, εἰ καὶ οὐ δώσει αὐτῷ ἀναστάς, διὰ τὸ εἶναι αὐτοῦ φίλον, διά γε τὴν ἀναίδειαν αὐτοῦ ἐγερθεὶς δώσει αὐτῷ ὅσων χρῄζει.
9καγω υμιν λεγω αιτειτε και δοθησεται υμιν ζητειτε και ευρησετε κρουετε και ανοιγησεται υμιν
9Κἀγὼ ὑμῖν λέγω, αἰτεῖτε, καὶ δοθήσεται ὑμῖν· ζητεῖτε, καὶ εὑρήσετε· κρούετε, καὶ ἀνοιγήσεται ὑμῖν.
10πασ γαρ ο αιτων λαμβανει και ο ζητων ευρισκει και τω κρουοντι ανοιγησεται
10Πᾶς γὰρ ὁ αἰτῶν λαμβάνει· καὶ ὁ ζητῶν εὑρίσκει· καὶ τῷ κρούοντι ἀνοιγήσεται.
11τινα δε υμων τον πατερα αιτησει ο υιοσ αρτον μη λιθον επιδωσει αυτω η και ιχθυν μη αντι ιχθυοσ οφιν επιδωσει αυτω
11Τίνα δὲ ὑμῶν τὸν πατέρα αἰτήσει ὁ υἱὸς ἄρτον, μὴ λίθον ἐπιδώσει αὐτῷ; Εἰ καὶ ἰχθύν, μὴ ἀντὶ ἰχθύος ὄφιν ἐπιδώσει αὐτῷ;
12η και εαν αιτηση ωον μη επιδωσει αυτω σκορπιον
12Ἢ καὶ ἐὰν αἰτήσῃ ᾠόν, μὴ ἐπιδώσει αὐτῷ σκορπίον;
13ει ουν υμεισ πονηροι υπαρχοντεσ οιδατε δοματα αγαθα διδοναι τοισ τεκνοισ υμων ποσω μαλλον ο πατηρ ο εξ ουρανου δωσει πνευμα αγιον τοισ αιτουσιν αυτον
13Εἰ οὖν ὑμεῖς πονηροὶ ὑπάρχοντες οἴδατε ἀγαθὰ δόματα διδόναι τοῖς τέκνοις ὑμῶν, πόσῳ μᾶλλον ὁ πατὴρ ὁ ἐξ οὐρανοῦ δώσει πνεῦμα ἅγιον τοῖς αἰτοῦσιν αὐτόν;
14και ην εκβαλλων δαιμονιον και αυτο ην κωφον εγενετο δε του δαιμονιου εξελθοντοσ ελαλησεν ο κωφοσ και εθαυμασαν οι οχλοι
14Καὶ ἦν ἐκβάλλων δαιμόνιον, καὶ αὐτὸ ἦν κωφόν. Ἐγένετο δέ, τοῦ δαιμονίου ἐξελθόντος, ἐλάλησεν ὁ κωφός· καὶ ἐθαύμασαν οἱ ὄχλοι.
15τινεσ δε εξ αυτων ειπον εν βεελζεβουλ αρχοντι των δαιμονιων εκβαλλει τα δαιμονια
15Τινὲς δὲ ἐξ αὐτῶν εἶπον, Ἐν Βεελζεβοὺλ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια.
16ετεροι δε πειραζοντεσ σημειον παρ αυτου εζητουν εξ ουρανου
16Ἕτεροι δὲ πειράζοντες σημεῖον παρ᾿ αὐτοῦ ἐζήτουν ἐξ οὐρανοῦ.
17αυτοσ δε ειδωσ αυτων τα διανοηματα ειπεν αυτοισ πασα βασιλεια εφ εαυτην διαμερισθεισα ερημουται και οικοσ επι οικον πιπτει
17Αὐτὸς δὲ εἰδὼς αὐτῶν τὰ διανοήματα εἶπεν αὐτοῖς, Πᾶσα βασιλεία ἐφ᾿ ἑαυτὴν διαμερισθεῖσα ἐρημοῦται· καὶ οἶκος ἐπὶ οἶκον, πίπτει.
18ει δε και ο σατανασ εφ εαυτον διεμερισθη πωσ σταθησεται η βασιλεια αυτου οτι λεγετε εν βεελζεβουλ εκβαλλειν με τα δαιμονια
18Εἰ δὲ καὶ ὁ Σατανᾶς ἐφ᾿ ἑαυτὸν διεμερίσθη, πῶς σταθήσεται ἡ βασιλεία αὐτοῦ; Ὅτι λέγετε ἐν Βεελζεβοὺλ ἐκβάλλειν με τὰ δαιμόνια.
19ει δε εγω εν βεελζεβουλ εκβαλλω τα δαιμονια οι υιοι υμων εν τινι εκβαλλουσιν δια τουτο κριται υμων αυτοι εσονται
19Εἰ δὲ ἐγὼ ἐν Βεελζεβοὺλ ἐκβάλλω τὰ δαιμόνια, οἱ υἱοὶ ὑμῶν ἐν τίνι ἐκβάλλουσι; Διὰ τοῦτο κριταὶ ὑμῶν αὐτοὶ ἔσονται.
20ει δε εν δακτυλω θεου εκβαλλω τα δαιμονια αρα εφθασεν εφ υμασ η βασιλεια του θεου
20Εἰ δὲ ἐν δακτύλῳ Θεοῦ ἐκβάλλω τὰ δαιμόνια, ἄρα ἔφθασεν ἐφ᾿ ὑμᾶς ἡ βασιλεία τοῦ Θεοῦ.
21οταν ο ισχυροσ καθωπλισμενοσ φυλασση την εαυτου αυλην εν ειρηνη εστιν τα υπαρχοντα αυτου
21Ὅταν ὁ ἰσχυρὸς καθωπλισμένος φυλάσσῃ τὴν ἑαυτοῦ αὐλήν, ἐν εἰρήνῃ ἐστὶ τὰ ὑπάρχοντα αὐτοῦ·
22επαν δε ο ισχυροτεροσ αυτου επελθων νικηση αυτον την πανοπλιαν αυτου αιρει εφ η επεποιθει και τα σκυλα αυτου διαδιδωσιν
22ἐπὰν δὲ ὁ ἰσχυρότερος αὐτοῦ ἐπελθὼν νικήσῃ αὐτόν, τὴν πανοπλίαν αὐτοῦ αἴρει ἐφ᾿ ᾗ ἐπεποίθει, καὶ τὰ σκῦλα αὐτοῦ διαδίδωσιν.
23ο μη ων μετ εμου κατ εμου εστιν και ο μη συναγων μετ εμου σκορπιζει
23Ὁ μὴ ὢν μετ᾿ ἐμοῦ κατ᾿ ἐμοῦ ἐστι· καὶ ὁ μὴ συνάγων μετ᾿ ἐμοῦ σκορπίζει.
24οταν το ακαθαρτον πνευμα εξελθη απο του ανθρωπου διερχεται δι ανυδρων τοπων ζητουν αναπαυσιν και μη ευρισκον λεγει υποστρεψω εισ τον οικον μου οθεν εξηλθον
24Ὅταν τὸ ἀκάθαρτον πνεῦμα ἐξέλθῃ ἀπὸ τοῦ ἀνθρώπου, διέρχεται δι᾿ ἀνύδρων τόπων, ζητοῦν ἀνάπαυσιν· καὶ μὴ εὑρίσκον λέγει, Ὑποστρέψω εἰς τὸν οἶκόν μου ὅθεν ἐξῆλθον.
25και ελθον ευρισκει σεσαρωμενον και κεκοσμημενον
25Καὶ ἐλθὸν εὑρίσκει σεσαρωμένον καὶ κεκοσμημένον.
26τοτε πορευεται και παραλαμβανει επτα ετερα πνευματα πονηροτερα εαυτου και ελθοντα κατοικει εκει και γινεται τα εσχατα του ανθρωπου εκεινου χειρονα των πρωτων
26Τότε πορεύεται καὶ παραλαμβάνει ἑπτὰ ἕτερα πνεύματα πονηρότερα ἑαυτοῦ, καὶ εἰσελθόντα κατοικεῖ ἐκεῖ· καὶ γίνεται τὰ ἔσχατα τοῦ ἀνθρώπου ἐκείνου χείρονα τῶν πρώτων.
27εγενετο δε εν τω λεγειν αυτον ταυτα επαρασα τισ γυνη φωνην εκ του οχλου ειπεν αυτω μακαρια η κοιλια η βαστασασα σε και μαστοι ουσ εθηλασασ
27Ἐγένετο δὲ ἐν τῷ λέγειν αὐτὸν ταῦτα, ἐπάρασά τις γυνὴ φωνὴν ἐκ τοῦ ὄχλου εἶπεν αὐτῷ, Μακαρία ἡ κοιλία ἡ βαστάσασά σε, καὶ μαστοὶ οὓς ἐθήλασας.
28αυτοσ δε ειπεν μενουνγε μακαριοι οι ακουοντεσ τον λογον του θεου και φυλασσοντεσ αυτον
28Αὐτὸς δὲ εἶπε, Μενοῦνγε μακάριοι οἱ ἀκούοντες τὸν λόγον τοῦ Θεοῦ καὶ φυλάσσοντες αὐτόν.
29των δε οχλων επαθροιζομενων ηρξατο λεγειν η γενεα αυτη πονηρα εστιν σημειον επιζητει και σημειον ου δοθησεται αυτη ει μη το σημειον ιωνα του προφητου
29Τῶν δὲ ὄχλων ἐπαθροιζομένων ἤρξατο λέγειν, Ἡ γενεὰ αὕτη πονηρά ἐστι· σημεῖον ἐπιζητεῖ, καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ, εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ τοῦ προφήτου.
30καθωσ γαρ εγενετο ιωνασ σημειον τοισ νινευιταισ ουτωσ εσται και ο υιοσ του ανθρωπου τη γενεα ταυτη
30Καθὼς γὰρ ἐγένετο Ἰωνᾶς σημεῖον τοῖς Νινευΐταις, οὕτως ἔσται καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου τῇ γενεᾷ ταύτῃ.
31βασιλισσα νοτου εγερθησεται εν τη κρισει μετα των ανδρων τησ γενεασ ταυτησ και κατακρινει αυτουσ οτι ηλθεν εκ των περατων τησ γησ ακουσαι την σοφιαν σολομωνοσ και ιδου πλειον σολομωνοσ ωδε
31Βασίλισσα νότου ἐγερθήσεται ἐν τῇ κρίσει μετὰ τῶν ἀνδρῶν τῆς γενεᾶς ταύτης, καὶ κατακρινεῖ αὐτούς· ὅτι ἦλθεν ἐκ τῶν περάτων τῆς γῆς ἀκοῦσαι τὴν σοφίαν Σολομῶντος, καὶ ἰδού, πλεῖον Σολομῶντος ὧδε.
32ανδρεσ νινευι αναστησονται εν τη κρισει μετα τησ γενεασ ταυτησ και κατακρινουσιν αυτην οτι μετενοησαν εισ το κηρυγμα ιωνα και ιδου πλειον ιωνα ωδε
32Ἄνδρες Νινευῒ ἀναστήσονται ἐν τῇ κρίσει μετὰ τῆς γενεᾶς ταύτης καὶ κατακρινοῦσιν αὐτήν· ὅτι μετενόησαν εἰς τὸ κήρυγμα Ἰωνᾶ, καὶ ἰδού, πλεῖον Ἰωνᾶ ὧδε.
33ουδεισ δε λυχνον αψασ εισ κρυπτην τιθησιν ουδε υπο τον μοδιον αλλ επι την λυχνιαν ινα οι εισπορευομενοι το φεγγοσ βλεπωσιν
33Οὐδεὶς δὲ λύχνον ἅψας εἰς κρυπτὸν τίθησιν, οὐδὲ ὑπὸ τὸν μόδιον, ἀλλ᾿ ἐπὶ τὴν λυχνίαν, ἵνα οἱ εἰσπορευόμενοι τὸ φέγγος βλέπωσιν.
34ο λυχνοσ του σωματοσ εστιν ο οφθαλμοσ οταν ουν ο οφθαλμοσ σου απλουσ η και ολον το σωμα σου φωτεινον εστιν επαν δε πονηροσ η και το σωμα σου σκοτεινον
34Ὁ λύχνος τοῦ σώματός ἐστιν ὁ ὀφθαλμός· ὅταν οὖν ὁ ὀφθαλμός σου ἁπλοῦς ᾖ, καὶ ὅλον τὸ σῶμά σου φωτεινόν ἐστιν· ἐπὰν δὲ πονηρὸς ᾖ, καὶ τὸ σῶμά σου σκοτεινόν.
35σκοπει ουν μη το φωσ το εν σοι σκοτοσ εστιν
35Σκόπει οὖν μὴ τὸ φῶς τὸ ἐν σοὶ σκότος ἐστίν.
36ει ουν το σωμα σου ολον φωτεινον μη εχον τι μεροσ σκοτεινον εσται φωτεινον ολον ωσ οταν ο λυχνοσ τη αστραπη φωτιζη σε
36Εἰ οὖν τὸ σῶμά σου ὅλον φωτεινόν, μὴ ἔχον τι μέρος σκοτεινόν, ἔσται φωτεινὸν ὅλον, ὡς ὅταν ὁ λύχνος τῇ ἀστραπῇ φωτίζῃ σε.
37εν δε τω λαλησαι ηρωτα αυτον φαρισαιοσ τισ οπωσ αριστηση παρ αυτω εισελθων δε ανεπεσεν
37Ἐν δὲ τῷ λαλῆσαι, ἠρώτα αὐτὸν Φαρισαῖός τις ὅπως ἀριστήσῃ παρ᾿ αὐτῷ· εἰσελθὼν δὲ ἀνέπεσεν.
38ο δε φαρισαιοσ ιδων εθαυμασεν οτι ου πρωτον εβαπτισθη προ του αριστου
38Ὁ δὲ Φαρισαῖος ἰδὼν ἐθαύμασεν ὅτι οὐ πρῶτον ἐβαπτίσθη πρὸ τοῦ ἀρίστου.
39ειπεν δε ο κυριοσ προσ αυτον νυν υμεισ οι φαρισαιοι το εξωθεν του ποτηριου και του πινακοσ καθαριζετε το δε εσωθεν υμων γεμει αρπαγησ και πονηριασ
39Εἶπε δὲ ὁ Κύριος πρὸς αὐτόν, Νῦν ὑμεῖς οἱ Φαρισαῖοι τὸ ἔξωθεν τοῦ ποτηρίου καὶ τοῦ πίνακος καθαρίζετε, τὸ δὲ ἔσωθεν ὑμῶν γέμει ἁρπαγῆς καὶ πονηρίας.
40αφρονεσ ουχ ο ποιησασ το εξωθεν και το εσωθεν εποιησεν
40Ἄφρονες, οὐχ ὁ ποιήσας τὸ ἔξωθεν καὶ τὸ ἔσωθεν ἐποίησε;
41πλην τα ενοντα δοτε ελεημοσυνην και ιδου παντα καθαρα υμιν εστιν
41Πλὴν τὰ ἐνόντα δότε ἐλεημοσύνην· καὶ ἰδού, πάντα καθαρὰ ὑμῖν ἐστιν.
42αλλ ουαι υμιν τοισ φαρισαιοισ οτι αποδεκατουτε το ηδυοσμον και το πηγανον και παν λαχανον και παρερχεσθε την κρισιν και την αγαπην του θεου ταυτα εδει ποιησαι κακεινα μη αφιεναι
42Ἀλλ᾿ οὐαὶ ὑμῖν τοῖς Φαρισαίοις, ὅτι ἀποδεκατοῦτε τὸ ἡδύοσμον καὶ τὸ πήγανον καὶ πᾶν λάχανον, καὶ παρέρχεσθε τὴν κρίσιν καὶ τὴν ἀγάπην τοῦ Θεοῦ· ταῦτα ἔδει ποιῆσαι, κἀκεῖνα μὴ ἀφιέναι.
43ουαι υμιν τοισ φαρισαιοισ οτι αγαπατε την πρωτοκαθεδριαν εν ταισ συναγωγαισ και τουσ ασπασμουσ εν ταισ αγοραισ
43Οὐαὶ ὑμῖν τοῖς Φαρισαίοις, ὅτι ἀγαπᾶτε τὴν πρωτοκαθεδρίαν ἐν ταῖς συναγωγαῖς, καὶ τοὺς ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς.
44ουαι υμιν γραμματεισ και φαρισαιοι υποκριται οτι εστε ωσ τα μνημεια τα αδηλα και οι ανθρωποι περιπατουντεσ επανω ουκ οιδασιν
44Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι, ὑποκριταί, ὅτι ἐστὲ ὡς τὰ μνημεῖα τὰ ἄδηλα, καὶ οἱ ἄνθρωποι οἱ περιπατοῦντες ἐπάνω οὐκ οἴδασιν.
45αποκριθεισ δε τισ των νομικων λεγει αυτω διδασκαλε ταυτα λεγων και ημασ υβριζεισ
45Ἀποκριθεὶς δέ τις τῶν νομικῶν λέγει αὐτῷ, Διδάσκαλε, ταῦτα λέγων καὶ ἡμᾶς ὑβρίζεις.
46ο δε ειπεν και υμιν τοισ νομικοισ ουαι οτι φορτιζετε τουσ ανθρωπουσ φορτια δυσβαστακτα και αυτοι ενι των δακτυλων υμων ου προσψαυετε τοισ φορτιοισ
46Ὁ δὲ εἶπε, Καὶ ὑμῖν τοῖς νομικοῖς οὐαί, ὅτι φορτίζετε τοὺς ἀνθρώπους φορτία δυσβάστακτα, καὶ αὐτοὶ ἑνὶ τῶν δακτύλων ὑμῶν οὐ προσψαύετε τοῖς φορτίοις.
47ουαι υμιν οτι οικοδομειτε τα μνημεια των προφητων οι δε πατερεσ υμων απεκτειναν αυτουσ
47Οὐαὶ ὑμῖν, ὅτι οἰκοδομεῖτε τὰ μνημεῖα τῶν προφητῶν, οἱ δὲ πατέρες ὑμῶν ἀπέκτειναν αὐτούς.
48αρα μαρτυρειτε και συνευδοκειτε τοισ εργοισ των πατερων υμων οτι αυτοι μεν απεκτειναν αυτουσ υμεισ δε οικοδομειτε αυτων τα μνημεια
48Ἄρα μαρτυρεῖτε καὶ συνευδοκεῖτε τοῖς ἔργοις τῶν πατέρων ὑμῶν· ὅτι αὐτοὶ μὲν ἀπέκτειναν αὐτούς, ὑμεῖς δὲ οἰκοδομεῖτε αὐτῶν τὰ μνημεῖα.
49δια τουτο και η σοφια του θεου ειπεν αποστελω εισ αυτουσ προφητασ και αποστολουσ και εξ αυτων αποκτενουσιν και εκδιωξουσιν
49Διὰ τοῦτο καὶ ἡ σοφία τοῦ Θεοῦ εἶπεν, Ἀποστελῶ εἰς αὐτοὺς προφήτας καὶ ἀποστόλους, καὶ ἐξ αὐτῶν ἀποκτενοῦσι καὶ ἐκδιώξουσιν·
50ινα εκζητηθη το αιμα παντων των προφητων το εκχυνομενον απο καταβολησ κοσμου απο τησ γενεασ ταυτησ
50ἵνα ἐκζητηθῇ τὸ αἷμα πάντων τῶν προφητῶν τὸ ἐκχυνόμενον ἀπὸ καταβολῆς κόσμου ἀπὸ τῆς γενεᾶς ταύτης,
51απο του αιματοσ αβελ εωσ του αιματοσ ζαχαριου του απολομενου μεταξυ του θυσιαστηριου και του οικου ναι λεγω υμιν εκζητηθησεται απο τησ γενεασ ταυτησ
51ἀπὸ τοῦ αἵματος Ἄβελ ἕως τοῦ αἵματος Ζαχαρίου τοῦ ἀπολομένου μεταξὺ τοῦ θυσιαστηρίου καὶ τοῦ οἴκου. Ναί, λέγω ὑμῖν, ἐκζητηθήσεται ἀπὸ τῆς γενεᾶς ταύτης.
52ουαι υμιν τοισ νομικοισ οτι ηρατε την κλειδα τησ γνωσεωσ αυτοι ουκ εισηλθετε και τουσ εισερχομενουσ εκωλυσατε
52Οὐαὶ ὑμῖν τοῖς νομικοῖς, ὅτι ἤρατε τὴν κλεῖδα τῆς γνώσεως· αὐτοὶ οὐκ εἰσήλθετε, καὶ τοὺς εἰσερχομένους ἐκωλύσατε.
53λεγοντοσ δε αυτου ταυτα προσ αυτουσ ηρξαντο οι γραμματεισ και οι φαρισαιοι δεινωσ ενεχειν και αποστοματιζειν αυτον περι πλειονων
53Λέγοντος δὲ αὐτοῦ ταῦτα πρὸς αὐτούς, ἤρξαντο οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι δεινῶς ἐνέχειν, καὶ ἀποστοματίζειν αὐτὸν περὶ πλειόνων,
54ενεδρευοντεσ αυτον ζητουντεσ θηρευσαι τι εκ του στοματοσ αυτου ινα κατηγορησωσιν αυτου
54ἐνεδρεύοντες αὐτόν, καὶ ζητοῦντες θηρεῦσαί τι ἐκ τοῦ στόματος αὐτοῦ, ἵνα κατηγορήσωσιν αὐτοῦ.
Tip: use the ← and → keys to turn chapters.