ΚΑΤΑ ΛΟΥΚΑΝ 5
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)Original language
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
Greek New Testament: Textus Receptus
1εγενετο δε εν τω τον οχλον επικεισθαι αυτω του ακουειν τον λογον του θεου και αυτοσ ην εστωσ παρα την λιμνην γεννησαρετ
1Ἐγένετο δὲ ἐν τῷ τὸν ὄχλον ἐπικεῖσθαι αὐτῷ τοῦ ἀκούειν τὸν λόγον τοῦ Θεοῦ, καὶ αὐτὸς ἦν ἑστὼς παρὰ τὴν λίμνην Γεννησαρέτ·
2και ειδεν δυο πλοια εστωτα παρα την λιμνην οι δε αλιεισ αποβαντεσ απ αυτων απεπλυναν τα δικτυα
2καὶ εἶδε δύο πλοῖα ἑστῶτα παρὰ τὴν λίμνην· οἱ δὲ ἁλιεῖς ἀποβάντες ἀπ᾿ αὐτῶν ἀπέπλυναν τὰ δίκτυα.
3εμβασ δε εισ εν των πλοιων ο ην του σιμωνοσ ηρωτησεν αυτον απο τησ γησ επαναγαγειν ολιγον και καθισασ εδιδασκεν εκ του πλοιου τουσ οχλουσ
3Ἐμβὰς δὲ εἰς ἓν τῶν πλοίων, ὃ ἦν τοῦ Σίμωνος, ἠρώτησεν αὐτὸν ἀπὸ τῆς γῆς ἐπαναγαγεῖν ὀλίγον. Καὶ καθίσας ἐδίδασκεν ἐκ τοῦ πλοίου τοὺς ὄχλους.
4ωσ δε επαυσατο λαλων ειπεν προσ τον σιμωνα επαναγαγε εισ το βαθοσ και χαλασατε τα δικτυα υμων εισ αγραν
4Ὡς δὲ ἐπαύσατο λαλῶν, εἶπε πρὸς τὸν Σίμωνα, Ἐπανάγαγε εἰς τὸ βάθος, καὶ χαλάσατε τὰ δίκτυα ὑμῶν εἰς ἄγραν.
5και αποκριθεισ ο σιμων ειπεν αυτω επιστατα δι ολησ τησ νυκτοσ κοπιασαντεσ ουδεν ελαβομεν επι δε τω ρηματι σου χαλασω το δικτυον
5Καὶ ἀποκριθεὶς ὁ Σίμων εἶπεν αὐτῷ, Ἐπιστάτα, δι᾿ ὅλης τῆς νυκτὸς κοπιάσαντες οὐδὲν ἐλάβομεν· ἐπὶ δὲ τῷ ῥήματί σου χαλάσω τὸ δίκτυον.
6και τουτο ποιησαντεσ συνεκλεισαν πληθοσ ιχθυων πολυ διερρηγνυτο δε το δικτυον αυτων
6Καὶ τοῦτο ποιήσαντες, συνέκλεισαν ἰχθύων πλῆθος πολύ· διερρήγνυτο δὲ τὸ δίκτυον αὐτῶν·
7και κατενευσαν τοισ μετοχοισ τοισ εν τω ετερω πλοιω του ελθοντασ συλλαβεσθαι αυτοισ και ηλθον και επλησαν αμφοτερα τα πλοια ωστε βυθιζεσθαι αυτα
7καὶ κατένευσαν τοῖς μετόχοις τοῖς ἐν τῷ ἑτέρῳ πλοίῳ, τοῦ ἐλθόντας συλλαβέσθαι αὐτοῖς· καὶ ἦλθον καὶ ἔπλησαν ἀμφότερα τὰ πλοῖα, ὥστε βυθίζεσθαι αὐτά.
8ιδων δε σιμων πετροσ προσεπεσεν τοισ γονασιν ιησου λεγων εξελθε απ εμου οτι ανηρ αμαρτωλοσ ειμι κυριε
8Ἰδὼν δὲ Σίμων Πέτρος προσέπεσε τοῖς γόνασι τοῦ Ἰησοῦ, λέγων, Ἔξελθε ἀπ᾿ ἐμοῦ, ὅτι ἀνὴρ ἁμαρτωλός εἰμι, Κύριε.
9θαμβοσ γαρ περιεσχεν αυτον και παντασ τουσ συν αυτω επι τη αγρα των ιχθυων η συνελαβον
9Θάμβος γὰρ περιέσχεν αὐτὸν καὶ πάντας τοὺς σὺν αὐτῷ, ἐπὶ τῇ ἄγρᾳ τῶν ἰχθύων ᾗ συνέλαβον·
10ομοιωσ δε και ιακωβον και ιωαννην υιουσ ζεβεδαιου οι ησαν κοινωνοι τω σιμωνι και ειπεν προσ τον σιμωνα ο ιησουσ μη φοβου απο του νυν ανθρωπουσ εση ζωγρων
10ὁμοίως δὲ καὶ Ἰάκωβον καὶ Ἰωάννην, υἱοὺς Ζεβεδαίου, οἳ ἦσαν κοινωνοὶ τῷ Σίμωνι. Καὶ εἶπε πρὸς τὸν Σίμωνα ὁ Ἰησοῦς, Μὴ φοβοῦ· ἀπὸ τοῦ νῦν ἀνθρώπους ἔσῃ ζωγρῶν.
11και καταγαγοντεσ τα πλοια επι την γην αφεντεσ απαντα ηκολουθησαν αυτω
11Καὶ καταγαγόντες τὰ πλοῖα ἐπὶ τὴν γῆν, ἀφέντες ἅπαντα, ἠκολούθησαν αὐτῷ.
12και εγενετο εν τω ειναι αυτον εν μια των πολεων και ιδου ανηρ πληρησ λεπρασ και ιδων τον ιησουν πεσων επι προσωπον εδεηθη αυτου λεγων κυριε εαν θελησ δυνασαι με καθαρισαι
12Καὶ ἐγένετο, ἐν τῷ εἶναι αὐτὸν ἐν μιᾷ τῶν πόλεων, καὶ ἰδού, ἀνὴρ πλήρης λέπρας· καὶ ἰδὼν τὸν Ἰησοῦν, πεσὼν ἐπὶ πρόσωπον, ἐδεήθη αὐτοῦ, λέγων, Κύριε, ἐὰν θέλῃς, δύνασαί με καθαρίσαι.
13και εκτεινασ την χειρα ηψατο αυτου ειπων θελω καθαρισθητι και ευθεωσ η λεπρα απηλθεν απ αυτου
13Καὶ ἐκτείνας τὴν χεῖρα ἥψατο αὐτοῦ, εἰπών, Θέλω, καθαρίσθητι. Καὶ εὐθέως ἡ λέπρα ἀπῆλθεν ἀπ᾿ αὐτοῦ.
14και αυτοσ παρηγγειλεν αυτω μηδενι ειπειν αλλα απελθων δειξον σεαυτον τω ιερει και προσενεγκε περι του καθαρισμου σου καθωσ προσεταξεν μωσησ εισ μαρτυριον αυτοισ
14Καὶ αὐτὸς παρήγγειλεν αὐτῷ μηδενὶ εἰπεῖν· ἀλλὰ ἀπελθὼν δεῖξον σεαυτὸν τῷ ἱερεῖ, καὶ προσένεγκε περὶ τοῦ καθαρισμοῦ σου, καθὼς προσέταξε Μωσῆς, εἰς μαρτύριον αὐτοῖς.
15διηρχετο δε μαλλον ο λογοσ περι αυτου και συνηρχοντο οχλοι πολλοι ακουειν και θεραπευεσθαι υπ αυτου απο των ασθενειων αυτων
15Διήρχετο δὲ μᾶλλον ὁ λόγος περὶ αὐτοῦ· καὶ συνήρχοντο ὄχλοι πολλοὶ ἀκούειν, καὶ θεραπεύεσθαι ὑπ᾿ αὐτοῦ ἀπὸ τῶν ἀσθενειῶν αὐτῶν.
16αυτοσ δε ην υποχωρων εν ταισ ερημοισ και προσευχομενοσ
16Αὐτὸς δὲ ἦν ὑποχωρῶν ἐν ταῖς ἐρήμοις καὶ προσευχόμενος.
17και εγενετο εν μια των ημερων και αυτοσ ην διδασκων και ησαν καθημενοι φαρισαιοι και νομοδιδασκαλοι οι ησαν εληλυθοτεσ εκ πασησ κωμησ τησ γαλιλαιασ και ιουδαιασ και ιερουσαλημ και δυναμισ κυριου ην εισ το ιασθαι αυτουσ
17Καὶ ἐγένετο ἐν μιᾷ τῶν ἡμερῶν, καὶ αὐτὸς ἦν διδάσκων· καὶ ἦσαν καθήμενοι Φαρισαῖοι καὶ νομοδιδάσκαλοι, οἳ ἦσαν ἐληλυθότες ἐκ πάσης κώμης τῆς Γαλιλαίας καὶ Ἰουδαίας καὶ Ἱερουσαλήμ· καὶ δύναμις Κυρίου ἦν εἰς τὸ ἰᾶσθαι αὐτούς.
18και ιδου ανδρεσ φεροντεσ επι κλινησ ανθρωπον οσ ην παραλελυμενοσ και εζητουν αυτον εισενεγκειν και θειναι ενωπιον αυτου
18Καὶ ἰδού, ἄνδρες φέροντες ἐπὶ κλίνης ἄνθρωπον ὃς ἦν παραλελυμένος, καὶ ἐζήτουν αὐτὸν εἰσενεγκεῖν καὶ θεῖναι ἐνώπιον αὐτοῦ·
19και μη ευροντεσ ποιασ εισενεγκωσιν αυτον δια τον οχλον αναβαντεσ επι το δωμα δια των κεραμων καθηκαν αυτον συν τω κλινιδιω εισ το μεσον εμπροσθεν του ιησου
19καὶ μὴ εὑρόντες διὰ ποίας εἰσενέγκωσιν αὐτὸν διὰ τὸν ὄχλον, ἀναβάντες ἐπὶ τὸ δῶμα, διὰ τῶν κεράμων καθῆκαν αὐτὸν σὺν τῷ κλινιδίῳ εἰς τὸ μέσον ἔμπροσθεν τοῦ Ἰησοῦ.
20και ιδων την πιστιν αυτων ειπεν αυτω ανθρωπε αφεωνται σοι αι αμαρτιαι σου
20Καὶ ἰδὼν τὴν πίστιν αὐτῶν, εἶπεν αὐτῷ, Ἄνθρωπε, ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου.
21και ηρξαντο διαλογιζεσθαι οι γραμματεισ και οι φαρισαιοι λεγοντεσ τισ εστιν ουτοσ οσ λαλει βλασφημιασ τισ δυναται αφιεναι αμαρτιασ ει μη μονοσ ο θεοσ
21Καὶ ἤρξαντο διαλογίζεσθαι οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι, λέγοντες, Τίς ἐστιν οὗτος ὃς λαλεῖ βλασφημίας; Τίς δύναται ἀφιέναι ἁμαρτίας, εἰ μὴ μόνος ὁ Θεός;
22επιγνουσ δε ο ιησουσ τουσ διαλογισμουσ αυτων αποκριθεισ ειπεν προσ αυτουσ τι διαλογιζεσθε εν ταισ καρδιαισ υμων
22Ἐπιγνοὺς δὲ ὁ Ἰησοῦς τοὺς διαλογισμοὺς αὐτῶν ἀποκριθεὶς εἶπε πρὸς αὐτούς, Τί διαλογίζεσθε ἐν ταῖς καρδίαις ὑμῶν;
23τι εστιν ευκοπωτερον ειπειν αφεωνται σοι αι αμαρτιαι σου η ειπειν εγειραι και περιπατει
23Τί ἐστιν εὐκοπώτερον, εἰπεῖν, Ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου, ἢ εἰπεῖν, Ἔγειραι καὶ περιπάτει;
24ινα δε ειδητε οτι εξουσιαν εχει ο υιοσ του ανθρωπου επι τησ γησ αφιεναι αμαρτιασ ειπεν τω παραλελυμενω σοι λεγω εγειραι και αρασ το κλινιδιον σου πορευου εισ τον οικον σου
24Ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας — εἶπε τῷ παραλελυμένῳ — Σοὶ λέγω, ἔγειραι, καὶ ἄρας τὸ κλινίδιόν σου, πορεύου εἰς τὸν οἶκόν σου.
25και παραχρημα αναστασ ενωπιον αυτων αρασ εφ ο κατεκειτο απηλθεν εισ τον οικον αυτου δοξαζων τον θεον
25Καὶ παραχρῆμα ἀναστὰς ἐνώπιον αὐτῶν, ἄρας ἐφ᾿ ᾧ κατέκειτο, ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ, δοξάζων τὸν Θεόν.
26και εκστασισ ελαβεν απαντασ και εδοξαζον τον θεον και επλησθησαν φοβου λεγοντεσ οτι ειδομεν παραδοξα σημερον
26Καὶ ἔκστασις ἔλαβεν ἅπαντας, καὶ ἐδόξαζον τὸν Θεόν, καὶ ἐπλήσθησαν φόβου, λέγοντες ὅτι Εἴδομεν παράδοξα σήμερον.
27και μετα ταυτα εξηλθεν και εθεασατο τελωνην ονοματι λευιν καθημενον επι το τελωνιον και ειπεν αυτω ακολουθει μοι
27Καὶ μετὰ ταῦτα ἐξῆλθε, καὶ ἐθεάσατο τελώνην, ὀνόματι Λευΐν, καθήμενον ἐπὶ τὸ τελώνιον, καὶ εἶπεν αὐτῷ, Ἀκολούθει μοι.
28και καταλιπων απαντα αναστασ ηκολουθησεν αυτω
28Καὶ καταλιπὼν ἅπαντα, ἀναστὰς ἠκολούθησεν αὐτῷ.
29και εποιησεν δοχην μεγαλην λευισ αυτω εν τη οικια αυτου και ην οχλοσ τελωνων πολυσ και αλλων οι ησαν μετ αυτων κατακειμενοι
29Καὶ ἐποίησε δοχὴν μεγάλην ὁ Λευῒς αὐτῷ ἐν τῇ οἰκίᾳ αὐτοῦ· καὶ ἦν ὄχλος τελωνῶν πολύς, καὶ ἄλλων οἳ ἦσαν μετ᾿ αὐτῶν κατακείμενοι.
30και εγογγυζον οι γραμματεισ αυτων και οι φαρισαιοι προσ τουσ μαθητασ αυτου λεγοντεσ δια τι μετα των τελωνων και αμαρτωλων εσθιετε και πινετε
30Καὶ ἐγόγγυζον οἱ γραμματεῖς αὐτῶν καὶ οἱ Φαρισαῖοι πρὸς τοὺς μαθητὰς αὐτοῦ, λέγοντες, Διὰ τί μετὰ τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίετε καὶ πίνετε;
31και αποκριθεισ ο ιησουσ ειπεν προσ αυτουσ ου χρειαν εχουσιν οι υγιαινοντεσ ιατρου αλλ οι κακωσ εχοντεσ
31Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπε πρὸς αὐτούς, Οὐ χρείαν ἔχουσιν οἱ ὑγιαίνοντες ἰατροῦ, ἀλλ᾿ οἱ κακῶς ἔχοντες.
32ουκ εληλυθα καλεσαι δικαιουσ αλλα αμαρτωλουσ εισ μετανοιαν
32Οὐκ ἐλήλυθα καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν.
33οι δε ειπον προσ αυτον δια τι οι μαθηται ιωαννου νηστευουσιν πυκνα και δεησεισ ποιουνται ομοιωσ και οι των φαρισαιων οι δε σοι εσθιουσιν και πινουσιν
33Οἱ δὲ εἶπον πρὸς αὐτόν, Διὰ τί οἱ μαθηταὶ Ἰωάννου νηστεύουσι πυκνά, καὶ δεήσεις ποιοῦνται, ὁμοίως καὶ οἱ τῶν Φαρισαίων· οἱ δὲ σοὶ ἐσθίουσι καὶ πίνουσιν;
34ο δε ειπεν προσ αυτουσ μη δυνασθε τουσ υιουσ του νυμφωνοσ εν ω ο νυμφιοσ μετ αυτων εστιν ποιησαι νηστευειν
34Ὁ δὲ εἶπε πρὸς αὐτούς, Μὴ δύνασθε τοὺς υἱοὺς τοῦ νυμφῶνος, ἐν ᾧ ὁ νυμφίος μετ᾿ αὐτῶν ἐστι, ποιῆσαι νηστεύειν;
35ελευσονται δε ημεραι και οταν απαρθη απ αυτων ο νυμφιοσ τοτε νηστευσουσιν εν εκειναισ ταισ ημεραισ
35Ἐλεύσονται δὲ ἡμέραι, καὶ ὅταν ἀπαρθῇ ἀπ᾿ αὐτῶν ὁ νυμφίος, τότε νηστεύσουσιν ἐν ἐκείναις ταῖς ἡμέραις.
36ελεγεν δε και παραβολην προσ αυτουσ οτι ουδεισ επιβλημα ιματιου καινου επιβαλλει επι ιματιον παλαιον ει δε μηγε και το καινον σχιζει και τω παλαιω ου συμφωνει το απο του καινου
36Ἔλεγε δὲ καὶ παραβολὴν πρὸς αὐτοὺς ὅτι Οὐδεὶς ἐπίβλημα ἱματίου καινοῦ ἐπιβάλλει ἐπὶ ἱμάτιον παλαιόν· εἰ δὲ μήγε, καὶ τὸ καινὸν σχίζει, καὶ τῷ παλαιῷ οὐ συμφωνεῖ ἐπίβλημα τὸ ἀπὸ τοῦ καινοῦ.
37και ουδεισ βαλλει οινον νεον εισ ασκουσ παλαιουσ ει δε μηγε ρηξει ο νεοσ οινοσ τουσ ασκουσ και αυτοσ εκχυθησεται και οι ασκοι απολουνται
37Καὶ οὐδεὶς βάλλει οἶνον νέον εἰς ἀσκοὺς παλαιούς· εἰ δὲ μήγε, ῥήξει ὁ νέος οἶνος τοὺς ἀσκούς, καὶ αὐτὸς ἐκχυθήσεται, καὶ οἱ ἀσκοὶ ἀπολοῦνται.
38αλλα οινον νεον εισ ασκουσ καινουσ βλητεον και αμφοτεροι συντηρουνται
38Ἀλλὰ οἶνον νέον εἰς ἀσκοὺς καινοὺς βλητέον, καὶ ἀμφότεροι συντηροῦνται.
39και ουδεισ πιων παλαιον ευθεωσ θελει νεον λεγει γαρ ο παλαιοσ χρηστοτεροσ εστιν
39Καὶ οὐδεὶς πιὼν παλαιὸν εὐθέως θέλει νέον· λέγει γάρ, Ὁ παλαιὸς χρηστότερός ἐστιν.
Tip: use the ← and → keys to turn chapters.