ΚΑΤΑ ΛΟΥΚΑΝ 20
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)Original language
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
Greek New Testament: Textus Receptus
1και εγενετο εν μια των ημερων εκεινων διδασκοντοσ αυτου τον λαον εν τω ιερω και ευαγγελιζομενου επεστησαν οι ιερεισ και οι γραμματεισ συν τοισ πρεσβυτεροισ
1Καὶ ἐγένετο ἐν μιᾷ τῶν ἡμερῶν ἐκείνων, διδάσκοντος αὐτοῦ τὸν λαὸν ἐν τῷ ἱερῷ καὶ εὐαγγελιζομένου, ἐπέστησαν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς σὺν τοῖς πρεσβυτέροις,
2και ειπον προσ αυτον λεγοντεσ ειπε ημιν εν ποια εξουσια ταυτα ποιεισ η τισ εστιν ο δουσ σοι την εξουσιαν ταυτην
2καὶ εἶπον πρὸς αὐτόν, λέγοντες, Εἰπὲ ἡμῖν, ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς, ἢ τίς ἐστιν ὁ δούς σοι τὴν ἐξουσίαν ταύτην;
3αποκριθεισ δε ειπεν προσ αυτουσ ερωτησω υμασ καγω ενα λογον και ειπατε μοι
3Ἀποκριθεὶς δὲ εἶπε πρὸς αὐτούς, Ἐρωτήσω ὑμᾶς κἀγὼ ἕνα λόγον, καὶ εἴπατέ μοι·
4το βαπτισμα ιωαννου εξ ουρανου ην η εξ ανθρωπων
4Τὸ βάπτισμα Ἰωάννου ἐξ οὐρανοῦ ἦν, ἢ ἐξ ἀνθρώπων;
5οι δε συνελογισαντο προσ εαυτουσ λεγοντεσ οτι εαν ειπωμεν εξ ουρανου ερει δια τι ουκ επιστευσατε αυτω
5Οἱ δὲ συνελογίσαντο πρὸς ἑαυτούς, λέγοντες ὅτι Ἐὰν εἴπωμεν, Ἐξ οὐρανοῦ, ἐρεῖ, Διὰ τί οὖν οὐκ ἐπιστεύσατε αὐτῷ;
6εαν δε ειπωμεν εξ ανθρωπων πασ ο λαοσ καταλιθασει ημασ πεπεισμενοσ γαρ εστιν ιωαννην προφητην ειναι
6Ἐὰν δὲ εἴπωμεν, Ἐξ ἀνθρώπων, πᾶς ὁ λαὸς καταλιθάσει ἡμᾶς· πεπεισμένος γάρ ἐστιν Ἰωάννην προφήτην εἶναι.
7και απεκριθησαν μη ειδεναι ποθεν
7Καὶ ἀπεκρίθησαν μὴ εἰδέναι πόθεν.
8και ο ιησουσ ειπεν αυτοισ ουδε εγω λεγω υμιν εν ποια εξουσια ταυτα ποιω
8Καὶ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς, Οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.
9ηρξατο δε προσ τον λαον λεγειν την παραβολην ταυτην ανθρωποσ εφυτευσεν αμπελωνα και εξεδοτο αυτον γεωργοισ και απεδημησεν χρονουσ ικανουσ
9Ἤρξατο δὲ πρὸς τὸν λαὸν λέγειν τὴν παραβολὴν ταύτην· Ἄνθρωπός τις ἐφύτευσεν ἀμπελῶνα, καὶ ἐξέδοτο αὐτὸν γεωργοῖς, καὶ ἀπεδήμησε χρόνους ἱκανούς·
10και εν καιρω απεστειλεν προσ τουσ γεωργουσ δουλον ινα απο του καρπου του αμπελωνοσ δωσιν αυτω οι δε γεωργοι δειραντεσ αυτον εξαπεστειλαν κενον
10καὶ ἐν καιρῷ ἀπέστειλε πρὸς τοὺς γεωργοὺς δοῦλον, ἵνα ἀπὸ τοῦ καρποῦ τοῦ ἀμπελῶνος δῶσιν αὐτῷ. Οἱ δὲ γεωργοὶ δείραντες αὐτὸν ἐξαπέστειλαν κενόν.
11και προσεθετο πεμψαι ετερον δουλον οι δε κακεινον δειραντεσ και ατιμασαντεσ εξαπεστειλαν κενον
11Καὶ προσέθετο πέμψαι ἕτερον δοῦλον· οἱ δὲ κἀκεῖνον δείραντες καὶ ἀτιμάσαντες ἐξαπέστειλαν κενόν.
12και προσεθετο πεμψαι τριτον οι δε και τουτον τραυματισαντεσ εξεβαλον
12Καὶ προσέθετο πέμψαι τρίτον· οἱ δὲ καὶ τοῦτον τραυματίσαντες ἐξέβαλον.
13ειπεν δε ο κυριοσ του αμπελωνοσ τι ποιησω πεμψω τον υιον μου τον αγαπητον ισωσ τουτον ιδοντεσ εντραπησονται
13Εἶπε δὲ ὁ κύριος τοῦ ἀμπελῶνος, Τί ποιήσω; Πέμψω τὸν υἱόν μου τὸν ἀγαπητόν· ἴσως τοῦτον ἰδόντες ἐντραπήσονται.
14ιδοντεσ δε αυτον οι γεωργοι διελογιζοντο προσ εαυτουσ λεγοντεσ ουτοσ εστιν ο κληρονομοσ δευτε αποκτεινωμεν αυτον ινα ημων γενηται η κληρονομια
14Ἰδόντες δὲ αὐτὸν οἱ γεωργοὶ διελογίζοντο πρὸς ἑαυτούς, λέγοντες, Οὗτός ἐστιν ὁ κληρονόμος· δεῦτε, ἀποκτείνωμεν αὐτόν, ἵνα ἡμῶν γένηται ἡ κληρονομία.
15και εκβαλοντεσ αυτον εξω του αμπελωνοσ απεκτειναν τι ουν ποιησει αυτοισ ο κυριοσ του αμπελωνοσ
15Καὶ ἐκβαλόντες αὐτὸν ἔξω τοῦ ἀμπελῶνος, ἀπέκτειναν. Τί οὖν ποιήσει αὐτοῖς ὁ κύριος τοῦ ἀμπελῶνος;
16ελευσεται και απολεσει τουσ γεωργουσ τουτουσ και δωσει τον αμπελωνα αλλοισ ακουσαντεσ δε ειπον μη γενοιτο
16Ἐλεύσεται καὶ ἀπολέσει τοὺς γεωργοὺς τούτους, καὶ δώσει τὸν ἀμπελῶνα ἄλλοις. Ἀκούσαντες δὲ εἶπον, Μὴ γένοιτο.
17ο δε εμβλεψασ αυτοισ ειπεν τι ουν εστιν το γεγραμμενον τουτο λιθον ον απεδοκιμασαν οι οικοδομουντεσ ουτοσ εγενηθη εισ κεφαλην γωνιασ
17Ὁ δὲ ἐμβλέψας αὐτοῖς εἶπε, Τί οὖν ἐστι τὸ γεγραμμένον τοῦτο, Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας;
18πασ ο πεσων επ εκεινον τον λιθον συνθλασθησεται εφ ον δ αν πεση λικμησει αυτον
18Πᾶς ὁ πεσὼν ἐπ᾿ ἐκεῖνον τὸν λίθον συνθλασθήσεται· ἐφ᾿ ὃν δ᾿ ἂν πέσῃ, λικμήσει αὐτόν.
19και εζητησαν οι αρχιερεισ και οι γραμματεισ επιβαλειν επ αυτον τασ χειρασ εν αυτη τη ωρα και εφοβηθησαν εγνωσαν γαρ οτι προσ αυτουσ την παραβολην ταυτην ειπεν
19Καὶ ἐζήτησαν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς ἐπιβαλεῖν ἐπ᾿ αὐτὸν τὰς χεῖρας ἐν αὐτῇ τῇ ὥρᾳ, καὶ ἐφοβήθησαν τὸν λαόν· ἔγνωσαν γὰρ ὅτι πρὸς αὐτοὺς τὴν παραβολὴν ταύτην εἶπε.
20και παρατηρησαντεσ απεστειλαν εγκαθετουσ υποκρινομενουσ εαυτουσ δικαιουσ ειναι ινα επιλαβωνται αυτου λογου εισ το παραδουναι αυτον τη αρχη και τη εξουσια του ηγεμονοσ
20Καὶ παρατηρήσαντες ἀπέστειλαν ἐγκαθέτους, ὑποκρινομένους ἑαυτοὺς δικαίους εἶναι, ἵνα ἐπιλάβωνται αὐτοῦ λόγου, εἰς τὸ παραδοῦναι αὐτὸν τῇ ἀρχῇ καὶ τῇ ἐξουσίᾳ τοῦ ἡγεμόνος.
21και επηρωτησαν αυτον λεγοντεσ διδασκαλε οιδαμεν οτι ορθωσ λεγεισ και διδασκεισ και ου λαμβανεισ προσωπον αλλ επ αληθειασ την οδον του θεου διδασκεισ
21Καὶ ἐπηρώτησαν αὐτόν, λέγοντες, Διδάσκαλε, οἴδαμεν ὅτι ὀρθῶς λέγεις καὶ διδάσκεις· καὶ οὐ λαμβάνεις πρόσωπον, ἀλλ᾿ ἐπ᾿ ἀληθείας τὴν ὁδὸν τοῦ Θεοῦ διδάσκεις.
22εξεστιν ημιν καισαρι φορον δουναι η ου
22Ἔξεστιν ἡμῖν Καίσαρι φόρον δοῦναι, ἢ οὔ;
23κατανοησασ δε αυτων την πανουργιαν ειπεν προσ αυτουσ τι με πειραζετε
23Κατανοήσας δὲ αὐτῶν τὴν πανουργίαν, εἶπε πρὸς αὐτούς, Τί με πειράζετε;
24επιδειξατε μοι δηναριον τινοσ εχει εικονα και επιγραφην αποκριθεντεσ δε ειπον καισαροσ
24Ἐπιδείξατέ μοι δηνάριον· τίνος ἔχει εἰκόνα καὶ ἐπιγραφήν; Ἀποκριθέντες δὲ εἶπον, Καίσαρος.
25ο δε ειπεν αυτοισ αποδοτε τοινυν τα καισαροσ καισαρι και τα του θεου τω θεω
25Ὁ δὲ εἶπεν αὐτοῖς, Ἀπόδοτε τοίνυν τὰ Καίσαρος Καίσαρι, καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ.
26και ουκ ισχυσαν επιλαβεσθαι αυτου ρηματοσ εναντιον του λαου και θαυμασαντεσ επι τη αποκρισει αυτου εσιγησαν
26Καὶ οὐκ ἴσχυσαν ἐπιλαβέσθαι αὐτοῦ ῥήματος ἐναντίον τοῦ λαοῦ· καὶ θαυμάσαντες ἐπὶ τῇ ἀποκρίσει αὐτοῦ, ἐσίγησαν.
27προσελθοντεσ δε τινεσ των σαδδουκαιων οι αντιλεγοντεσ αναστασιν μη ειναι επηρωτησαν αυτον
27Προσελθόντες δέ τινες τῶν Σαδδουκαίων, οἱ ἀντιλέγοντες ἀνάστασιν μὴ εἶναι, ἐπηρώτησαν αὐτόν,
28λεγοντεσ διδασκαλε μωσησ εγραψεν ημιν εαν τινοσ αδελφοσ αποθανη εχων γυναικα και ουτοσ ατεκνοσ αποθανη ινα λαβη ο αδελφοσ αυτου την γυναικα και εξαναστηση σπερμα τω αδελφω αυτου
28λέγοντες, Διδάσκαλε, Μωσῆς ἔγραψεν ἡμῖν, Ἐάν τινος ἀδελφὸς ἀποθάνῃ ἔχων γυναῖκα, καὶ οὗτος ἄτεκνος ἀποθάνῃ, ἵνα λάβῃ ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα, καὶ ἐξαναστήσῃ σπέρμα τῷ ἀδελφῷ αὐτοῦ.
29επτα ουν αδελφοι ησαν και ο πρωτοσ λαβων γυναικα απεθανεν ατεκνοσ
29Ἑπτὰ οὖν ἀδελφοὶ ἦσαν· καὶ ὁ πρῶτος λαβὼν γυναῖκα, ἀπέθανεν ἄτεκνος·
30και ελαβεν ο δευτεροσ την γυναικα και ουτοσ απεθανεν ατεκνοσ
30καὶ ἔλαβεν ὁ δεύτερος τὴν γυναῖκα, καὶ οὗτος ἀπέθανεν ἄτεκνος.
31και ο τριτοσ ελαβεν αυτην ωσαυτωσ ωσαυτωσ δε και οι επτα ου κατελιπον τεκνα και απεθανον
31Καὶ ὁ τρίτος ἔλαβεν αὐτήν. Ὡσαύτως δὲ καὶ οἱ ἑπτά· καὶ οὐ κατέλιπον τέκνα, καὶ ἀπέθανον.
32υστερον δε παντων απεθανεν και η γυνη
32Ὕστερον δὲ πάντων ἀπέθανε καὶ ἡ γυνή.
33εν τη ουν αναστασει τινοσ αυτων γινεται γυνη οι γαρ επτα εσχον αυτην γυναικα
33Ἐν τῇ οὖν ἀναστάσει, τίνος αὐτῶν γίνεται γυνή; Οἱ γὰρ ἑπτὰ ἔσχον αὐτὴν γυναῖκα.
34και αποκριθεισ ειπεν αυτοισ ο ιησουσ οι υιοι του αιωνοσ τουτου γαμουσιν και εκγαμισκονται
34Καὶ ἀποκριθεὶς εἶπεν αὐτοῖς ὁ Ἰησοῦς, Οἱ υἱοὶ τοῦ αἰῶνος τούτου γαμοῦσι καὶ ἐκγαμίσκονται·
35οι δε καταξιωθεντεσ του αιωνοσ εκεινου τυχειν και τησ αναστασεωσ τησ εκ νεκρων ουτε γαμουσιν ουτε εκγαμιζονται
35οἱ δὲ καταξιωθέντες τοῦ αἰῶνος ἐκείνου τυχεῖν καὶ τῆς ἀναστάσεως τῆς ἐκ νεκρῶν οὔτε γαμοῦσιν οὔτε ἐκγαμίσκονται·
36ουτε γαρ αποθανειν ετι δυνανται ισαγγελοι γαρ εισιν και υιοι εισιν του θεου τησ αναστασεωσ υιοι οντεσ
36οὔτε γὰρ ἀποθανεῖν ἔτι δύνανται· ἰσάγγελοι γάρ εἰσι, καὶ υἱοί εἰσι τοῦ Θεοῦ, τῆς ἀναστάσεως υἱοὶ ὄντες.
37οτι δε εγειρονται οι νεκροι και μωσησ εμηνυσεν επι τησ βατου ωσ λεγει κυριον τον θεον αβρααμ και τον θεον ισαακ και τον θεον ιακωβ
37Ὅτι δὲ ἐγείρονται οἱ νεκροί, καὶ Μωσῆς ἐμήνυσεν ἐπὶ τῆς βάτου, ὡς λέγει, Κύριον τὸν Θεὸν Ἀβραὰμ καὶ τὸν Θεὸν Ἰσαὰκ καὶ τὸν Θεὸν Ἰακώβ.
38θεοσ δε ουκ εστιν νεκρων αλλα ζωντων παντεσ γαρ αυτω ζωσιν
38Θεὸς δὲ οὐκ ἔστι νεκρῶν, ἀλλὰ ζώντων· πάντες γὰρ αὐτῷ ζῶσιν.
39αποκριθεντεσ δε τινεσ των γραμματεων ειπον διδασκαλε καλωσ ειπασ
39Ἀποκριθέντες δέ τινες τῶν γραμματέων εἶπον, Διδάσκαλε, καλῶς εἶπας.
40ουκετι δε ετολμων επερωταν αυτον ουδεν
40Οὐκέτι δὲ ἐτόλμων ἐπερωτᾷν αὐτὸν οὐδέν.
41ειπεν δε προσ αυτουσ πωσ λεγουσιν τον χριστον υιον δαυιδ ειναι
41Εἶπε δὲ πρὸς αὐτούς, Πῶς λέγουσι τὸν Χριστὸν υἱὸν Δαβὶδ εἶναι;
42και αυτοσ δαυιδ λεγει εν βιβλω ψαλμων ειπεν ο κυριοσ τω κυριω μου καθου εκ δεξιων μου
42Καὶ αὐτὸς Δαβὶδ λέγει ἐν βίβλῳ ψαλμῶν, Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου, Κάθου ἐκ δεξιῶν μου,
43εωσ αν θω τουσ εχθρουσ σου υποποδιον των ποδων σου
43ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.
44δαυιδ ουν κυριον αυτον καλει και πωσ υιοσ αυτου εστιν
44Δαβὶδ οὖν Κύριον αὐτὸν καλεῖ, καὶ πῶς υἱὸς αὐτοῦ ἐστιν;
45ακουοντοσ δε παντοσ του λαου ειπεν τοισ μαθηταισ αυτου
45Ἀκούοντος δὲ παντὸς τοῦ λαοῦ, εἶπε τοῖς μαθηταῖς αὐτοῦ,
46προσεχετε απο των γραμματεων των θελοντων περιπατειν εν στολαισ και φιλουντων ασπασμουσ εν ταισ αγοραισ και πρωτοκαθεδριασ εν ταισ συναγωγαισ και πρωτοκλισιασ εν τοισ δειπνοισ
46Προσέχετε ἀπὸ τῶν γραμματέων τῶν θελόντων περιπατεῖν ἐν στολαῖς, καὶ φιλούντων ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς, καὶ πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς, καὶ πρωτοκλισίας ἐν τοῖς δείπνοις·
47οι κατεσθιουσιν τασ οικιασ των χηρων και προφασει μακρα προσευχονται ουτοι ληψονται περισσοτερον κριμα
47οἳ κατεσθίουσι τὰς οἰκίας τῶν χηρῶν, καὶ προφάσει μακρὰ προσεύχονται. Οὗτοι λήψονται περισσότερον κρίμα.
Tip: use the ← and → keys to turn chapters.