ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Α΄ 2
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)Original language
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
Greek New Testament: Textus Receptus
1παρακαλω ουν πρωτον παντων ποιεισθαι δεησεισ προσευχασ εντευξεισ ευχαριστιασ υπερ παντων ανθρωπων
1Παρακαλῶ οὖν πρῶτον πάντων ποιεῖσθαι δεήσεις, προσευχάς, ἐντεύξεις, εὐχαριστίας, ὑπὲρ πάντων ἀνθρώπων·
2υπερ βασιλεων και παντων των εν υπεροχη οντων ινα ηρεμον και ησυχιον βιον διαγωμεν εν παση ευσεβεια και σεμνοτητι
2ὑπὲρ βασιλέων καὶ πάντων τῶν ἐν ὑπεροχῇ ὄντων, ἵνα ἤρεμον καὶ ἡσύχιον βίον διάγωμεν ἐν πάσῃ εὐσεβείᾳ καὶ σεμνότητι.
3τουτο γαρ καλον και αποδεκτον ενωπιον του σωτηροσ ημων θεου
3Τοῦτο γὰρ καλὸν καὶ ἀπόδεκτον ἐνώπιον τοῦ σωτῆρος ἡμῶν Θεοῦ,
4οσ παντασ ανθρωπουσ θελει σωθηναι και εισ επιγνωσιν αληθειασ ελθειν
4ὃς πάντας ἀνθρώπους θέλει σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν.
5εισ γαρ θεοσ εισ και μεσιτησ θεου και ανθρωπων ανθρωποσ χριστοσ ιησουσ
5Εἷς γὰρ Θεός, εἷς καὶ μεσίτης Θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπος Χριστὸς Ἰησοῦς,
6ο δουσ εαυτον αντιλυτρον υπερ παντων το μαρτυριον καιροισ ιδιοισ
6ὁ δοὺς ἑαυτὸν ἀντίλυτρον ὑπὲρ πάντων, τὸ μαρτύριον καιροῖς ἰδίοις,
7εισ ο ετεθην εγω κηρυξ και αποστολοσ αληθειαν λεγω εν χριστω ου ψευδομαι διδασκαλοσ εθνων εν πιστει και αληθεια
7εἰς ὃ ἐτέθην ἐγὼ κῆρυξ καὶ ἀπόστολος· ἀλήθειαν λέγω ἐν Χριστῷ, οὐ ψεύδομαι· διδάσκαλος ἐθνῶν ἐν πίστει καὶ ἀληθείᾳ.
8βουλομαι ουν προσευχεσθαι τουσ ανδρασ εν παντι τοπω επαιροντασ οσιουσ χειρασ χωρισ οργησ και διαλογισμου
8Βούλομαι οὖν προσεύχεσθαι τοὺς ἄνδρας ἐν παντὶ τόπῳ, ἐπαίροντας ὁσίους χεῖρας, χωρὶς ὀργῆς καὶ διαλογισμοῦ.
9ωσαυτωσ και τασ γυναικασ εν καταστολη κοσμιω μετα αιδουσ και σωφροσυνησ κοσμειν εαυτασ μη εν πλεγμασιν η χρυσω η μαργαριταισ η ιματισμω πολυτελει
9Ὡσαύτως καὶ τὰς γυναῖκας ἐν καταστολῇ κοσμίῳ, μετὰ αἰδοῦς καὶ σωφροσύνης, κοσμεῖν ἑαυτάς, μὴ ἐν πλέγμασιν, ἢ χρυσῷ, ἢ μαργαρίταις, ἢ ἱματισμῷ πολυτελεῖ,
10αλλ ο πρεπει γυναιξιν επαγγελλομεναισ θεοσεβειαν δι εργων αγαθων
10ἀλλ᾿ ὃ πρέπει γυναιξὶν ἐπαγγελλομέναις θεοσέβειαν, δι᾿ ἔργων ἀγαθῶν.
11γυνη εν ησυχια μανθανετω εν παση υποταγη
11Γυνὴ ἐν ἡσυχίᾳ μανθανέτω ἐν πάσῃ ὑποταγῇ.
12γυναικι δε διδασκειν ουκ επιτρεπω ουδε αυθεντειν ανδροσ αλλ ειναι εν ησυχια
12Γυναικὶ δὲ διδάσκειν οὐκ ἐπιτρέπω, οὐδὲ αὐθεντεῖν ἀνδρός, ἀλλ᾿ εἶναι ἐν ἡσυχίᾳ.
13αδαμ γαρ πρωτοσ επλασθη ειτα ευα
13Ἀδὰμ γὰρ πρῶτος ἐπλάσθη, εἶτα Εὔα·
14και αδαμ ουκ ηπατηθη η δε γυνη απατηθεισα εν παραβασει γεγονεν
14καὶ Ἀδὰμ οὐκ ἠπατήθη, ἡ δὲ γυνὴ ἀπατηθεῖσα ἐν παραβάσει γέγονε·
15σωθησεται δε δια τησ τεκνογονιασ εαν μεινωσιν εν πιστει και αγαπη και αγιασμω μετα σωφροσυνησ
15σωθήσεται δὲ διὰ τῆς τεκνογονίας, ἐὰν μείνωσιν ἐν πίστει καὶ ἀγάπῃ καὶ ἁγιασμῷ μετὰ σωφροσύνης.
Tip: use the ← and → keys to turn chapters.