ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Α΄ 6
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)Original language
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
Greek New Testament: Textus Receptus
1οσοι εισιν υπο ζυγον δουλοι τουσ ιδιουσ δεσποτασ πασησ τιμησ αξιουσ ηγεισθωσαν ινα μη το ονομα του θεου και η διδασκαλια βλασφημηται
1Ὅσοι εἰσὶν ὑπὸ ζυγὸν δοῦλοι, τοὺς ἰδίους δεσπότας πάσης τιμῆς ἀξίους ἡγείσθωσαν, ἵνα μὴ τὸ ὄνομα τοῦ Θεοῦ καὶ ἡ διδασκαλία βλασφημῆται.
2οι δε πιστουσ εχοντεσ δεσποτασ μη καταφρονειτωσαν οτι αδελφοι εισιν αλλα μαλλον δουλευετωσαν οτι πιστοι εισιν και αγαπητοι οι τησ ευεργεσιασ αντιλαμβανομενοι ταυτα διδασκε και παρακαλει
2Οἱ δὲ πιστοὺς ἔχοντες δεσπότας μὴ καταφρονείτωσαν, ὅτι ἀδελφοί εἰσιν· ἀλλὰ μᾶλλον δουλευέτωσαν, ὅτι πιστοί εἰσι καὶ ἀγαπητοὶ οἱ τῆς εὐεργεσίας ἀντιλαμβανόμενοι. Ταῦτα δίδασκε καὶ παρακάλει.
3ει τισ ετεροδιδασκαλει και μη προσερχεται υγιαινουσιν λογοισ τοισ του κυριου ημων ιησου χριστου και τη κατ ευσεβειαν διδασκαλια
3Εἴ τις ἑτεροδιδασκαλεῖ, καὶ μὴ προσέρχεται ὑγιαίνουσι λόγοις, τοῖς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ τῇ κατ᾿ εὐσέβειαν διδασκαλίᾳ,
4τετυφωται μηδεν επισταμενοσ αλλα νοσων περι ζητησεισ και λογομαχιασ εξ ων γινεται φθονοσ ερισ βλασφημιαι υπονοιαι πονηραι
4τετύφωται, μηδὲν ἐπιστάμενος, ἀλλὰ νοσῶν περὶ ζητήσεις καὶ λογομαχίας, ἐξ ὧν γίνεται φθόνος, ἔρις, βλασφημίαι, ὑπόνοιαι πονηραί,
5διαπαρατριβαι διεφθαρμενων ανθρωπων τον νουν και απεστερημενων τησ αληθειασ νομιζοντων πορισμον ειναι την ευσεβειαν αφιστασο απο των τοιουτων
5παραδιατριβαὶ διεφθαρμένων ἀνθρώπων τὸν νοῦν, καὶ ἀπεστερημένων τῆς ἀληθείας, νομιζόντων πορισμὸν εἶναι τὴν εὐσέβειαν. Ἀφίστασο ἀπὸ τῶν τοιούτων.
6εστιν δε πορισμοσ μεγασ η ευσεβεια μετα αυταρκειασ
6Ἔστι δὲ πορισμὸς μέγας ἡ εὐσέβεια μετὰ αὐταρκείας·
7ουδεν γαρ εισηνεγκαμεν εισ τον κοσμον δηλον οτι ουδε εξενεγκειν τι δυναμεθα
7οὐδὲν γὰρ εἰσηνέγκαμεν εἰς τὸν κόσμον, δῆλον ὅτι οὐδὲ ἐξενεγκεῖν τι δυνάμεθα·
8εχοντεσ δε διατροφασ και σκεπασματα τουτοισ αρκεσθησομεθα
8ἔχοντες δὲ διατροφὰς καὶ σκεπάσματα τούτοις ἀρκεσθησόμεθα.
9οι δε βουλομενοι πλουτειν εμπιπτουσιν εισ πειρασμον και παγιδα και επιθυμιασ πολλασ ανοητουσ και βλαβερασ αιτινεσ βυθιζουσιν τουσ ανθρωπουσ εισ ολεθρον και απωλειαν
9Οἱ δὲ βουλόμενοι πλουτεῖν ἐμπίπτουσιν εἰς πειρασμὸν καὶ παγίδα καὶ ἐπιθυμίας πολλὰς ἀνοήτους καὶ βλαβεράς, αἵτινες βυθίζουσι τοὺς ἀνθρώπους εἰς ὄλεθρον καὶ ἀπώλειαν.
10ριζα γαρ παντων των κακων εστιν η φιλαργυρια ησ τινεσ ορεγομενοι απεπλανηθησαν απο τησ πιστεωσ και εαυτουσ περιεπειραν οδυναισ πολλαισ
10Ῥίζα γὰρ πάντων τῶν κακῶν ἐστὶν ἡ φιλαργυρία· ἧς τινὲς ὀρεγόμενοι ἀπεπλανήθησαν ἀπὸ τῆς πίστεως, καὶ ἑαυτοὺς περιέπειραν ὀδύναις πολλαῖς.
11συ δε ω ανθρωπε του θεου ταυτα φευγε διωκε δε δικαιοσυνην ευσεβειαν πιστιν αγαπην υπομονην πραοτητα
11Σὺ δέ, ὦ ἄνθρωπε τοῦ Θεοῦ, ταῦτα φεῦγε· δίωκε δὲ δικαιοσύνην, εὐσέβειαν, πίστιν, ἀγάπην, ὑπομονήν, πρᾳότητα.
12αγωνιζου τον καλον αγωνα τησ πιστεωσ επιλαβου τησ αιωνιου ζωησ εισ ην εκληθησ και ωμολογησασ την καλην ομολογιαν ενωπιον πολλων μαρτυρων
12Ἀγωνίζου τὸν καλὸν ἀγῶνα τῆς πίστεως, ἐπιλαβοῦ τῆς αἰωνίου ζωῆς, εἰς ἣν καὶ ἐκλήθης, καὶ ὡμολόγησας τὴν καλὴν ὁμολογίαν ἐνώπιον πολλῶν μαρτύρων.
13παραγγελλω σοι ενωπιον του θεου του ζωοποιουντοσ τα παντα και χριστου ιησου του μαρτυρησαντοσ επι ποντιου πιλατου την καλην ομολογιαν
13Παραγγέλλω σοι ἐνώπιον τοῦ Θεοῦ τοῦ ζῳοποιοῦντος τὰ πάντα, καὶ Χριστοῦ Ἰησοῦ τοῦ μαρτυρήσαντος ἐπὶ Ποντίου Πιλάτου τὴν καλὴν ὁμολογίαν,
14τηρησαι σε την εντολην ασπιλον ανεπιληπτον μεχρι τησ επιφανειασ του κυριου ημων ιησου χριστου
14τηρῆσαί σε τὴν ἐντολὴν ἄσπιλον, ἀνεπίληπτον, μέχρι τῆς ἐπιφανείας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ,
15ην καιροισ ιδιοισ δειξει ο μακαριοσ και μονοσ δυναστησ ο βασιλευσ των βασιλευοντων και κυριοσ των κυριευοντων
15ἣν καιροῖς ἰδίοις δείξει ὁ μακάριος καὶ μόνος δυνάστης, ὁ βασιλεὺς τῶν βασιλευόντων, καὶ Κύριος τῶν κυριευόντων,
16ο μονοσ εχων αθανασιαν φωσ οικων απροσιτον ον ειδεν ουδεισ ανθρωπων ουδε ιδειν δυναται ω τιμη και κρατοσ αιωνιον αμην
16ὁ μόνος ἔχων ἀθανασίαν, φῶς οἰκῶν ἀπρόσιτον, ὃν εἶδεν οὐδεὶς ἀνθρώπων, οὐδὲ ἰδεῖν δύναται· ᾧ τιμὴ καὶ κράτος αἰώνιον. Ἀμήν.
17τοισ πλουσιοισ εν τω νυν αιωνι παραγγελλε μη υψηλοφρονειν μηδε ηλπικεναι επι πλουτου αδηλοτητι αλλ εν τω θεω τω ζωντι τω παρεχοντι ημιν παντα πλουσιωσ εισ απολαυσιν
17Τοῖς πλουσίοις ἐν τῷ νῦν αἰῶνι παράγγελλε, μὴ ὑψηλοφρονεῖν, μηδὲ ἠλπικέναι ἐπὶ πλούτου ἀδηλότητι, ἀλλ᾿ ἐν τῷ Θεῷ τῷ ζῶντι, τῷ παρέχοντι ἡμῖν πλουσίως πάντα εἰς ἀπόλαυσιν·
18αγαθοεργειν πλουτειν εν εργοισ καλοισ ευμεταδοτουσ ειναι κοινωνικουσ
18ἀγαθοεργεῖν, πλουτεῖν ἐν ἔργοις καλοῖς, εὐμεταδότους εἶναι, κοινωνικούς,
19αποθησαυριζοντασ εαυτοισ θεμελιον καλον εισ το μελλον ινα επιλαβωνται τησ αιωνιου ζωησ
19ἀποθησαυρίζοντας ἑαυτοῖς θεμέλιον καλὸν εἰς τὸ μέλλον, ἵνα ἐπιλάβωνται τῆς αἰωνίου ζωῆς.
20ω τιμοθεε την παραθηκην φυλαξον εκτρεπομενοσ τασ βεβηλουσ κενοφωνιασ και αντιθεσεισ τησ ψευδωνυμου γνωσεωσ
20Ὦ Τιμόθεε, τὴν παρακαταθήκην φύλαξον, ἐκτρεπόμενος τὰς βεβήλους κενοφωνίας καὶ ἀντιθέσεις τῆς ψευδωνύμου γνώσεως·
21ην τινεσ επαγγελλομενοι περι την πιστιν ηστοχησαν η χαρισ μετα σου αμην
21ἥν τινες ἐπαγγελλόμενοι περὶ τὴν πίστιν ἠστόχησαν. Ἡ χάρις μετὰ σοῦ. Ἀμήν.
Tip: use the ← and → keys to turn chapters.