ΙΩΒ 17
Septuagint (Brenton Greek text, with Apocrypha)Original language
Septuagint (Brenton Greek text, with Apocrypha)
Old Persian Version (ترجمه قدیم)
1Ὀλέκομαι πνεύματι φερόμενος, δέομαι δὲ ταφῆς, καὶ οὐ τυγχάνω.
1«روح من تلف شده، و روزهایم تمام گردیده، و قبر برای من حاضر است.
2Λίσσομαι κάμνων, καὶ τί ποιήσας;
2به درستی که استهزاکنندگان نزد منند، و چشم من در منازعت ایشان دائم میماند.
3ἔκλεψαν δέ μου τὰ ὑπάρχοντα ἀλλότριοι. Τίς ἐστιν οὕτος; τῇ χειρί μου συνδεθήτω.
3الان گرو بده و به جهت من نزد خود ضامن باش. والا کیست که به من دست دهد؟
4Ὅτι καρδίαν αὐτῶν ἔκρυψας ἀπὸ φρονήσεως, διὰ τοῦτο οὐ μὴ ὑψώσῃς αὐτούς.
4چونکه دل ایشان را از حکمت منع کردهای، بنابراین ایشان را بلند نخواهی ساخت.
5Τῇ μερίδι ἀναγγελεῖ κακίας· ὀφθαλμοὶ δὲ ἐφʼ υἱοῖς ἐτάκησαν.
5کسیکه دوستان خود را به تاراج تسلیم کند، چشمان فرزندانش تار خواهد شد.
6Ἔθου δέ με θρύλλημα ἐν ἔθνεσι, γέλως δὲ αὐτοῖς ἀπέβην.
6مرا نزدامتها مثل ساخته است، و مثل کسیکه بر رویش آب دهان اندازند شدهام.
7Πεπώρωνται γὰρ ἀπὸ ὀργῆς οἱ ὀφθαλμοί μου, πεπολιόρκημαι μεγάλως ὑπὸ πάντων.
7چشم من از غصه کاهیده شده است، و تمامی اعضایم مثل سایه گردیده.
8Θαῦμα ἔσχεν ἀληθινοὺς ἐπὶ τούτῳ, δίκαιος δὲ ἐπὶ παρανόμῳ ἐπανασταίη.
8راستان بهسبب این، حیران میمانند وصالحان خویشتن را بر ریاکاران برمی انگیزانند.
9Σχοίη δὲ πιστὸς τὴν ἑαυτοῦ ὁδὸν, καθαρὸς δὲ χεῖρας ἀναλάβοι θάρσος.
9لیکن مرد عادل به طریق خود متمسک میشود، و کسیکه دست پاک دارد، در قوت ترقی خواهدنمود.
10Οὐ μὴν δὲ ἀλλὰ πάντες ἐρείδετε καὶ δεῦτε δὴ, οὐ γὰρ εὑρίσκω ἐν ὑμῖν ἀληθές.
10«اما همه شما برگشته، الان بیایید و در میان شما حکیمی نخواهم یافت.
11Αἱ ἡμέραι μου παρῆλθον ἐν βρόμῳ, ἐῤῥάγη δὲ τὰ ἄρθρα τῆς καρδίας μου.
11روزهای من گذشته، و قصدهای من و فکرهای دلم منقطع شده است.
12Νύκτα εἰς ἡμέραν ἔθηκα, φῶς ἐγγὺς ἀπὸ προσώπου σκότους.
12شب را به روز تبدیل میکنند و باوجود تاریکی میگویند روشنایی نزدیک است.
13Ἐὰν γὰρ ὑπομείνω, ᾅδης μου ὁ οἶκος, ἐν δὲ γνοφῳ ἔστρωταί μου ἡ στρωμνή.
13وقتی که امید دارم هاویه خانه من میباشد، وبستر خود را در تاریکی میگسترانم،
14Θάνατον ἐπεκαλεσάμην πατέρα μου εἶναι, μητέρα δέ μου καὶ ἀδελφὴν σαπρίαν.
14و به هلاکت میگویم تو پدر من هستی و به کرم که تومادر و خواهر من میباشی.
15Ποῦ οὖν μου ἔτι ἐστὶν ἡ ἐλπὶς, ἢ τὰ ἀγαθά μου ὄψομαι;
15پس امید من کجااست؟ و کیست که امید مرا خواهد دید؟
16Ἢ μετʼ ἐμοῦ εἰς ᾅδην καταβήσονται; ἢ ὁμοθυμαδὸν ἐπὶ χώματος καταβησόμεθα;
16تابندهای هاویه فرو میرود، هنگامی که با هم درخاک نزول (نماییم ).»
Tip: use the ← and → keys to turn chapters.