ΙΩΒ
Chapter 32
Septuagint (Brenton Gree…
vs Old Persian Versio…
Aa
Text size
Line width
Verse numbers
Septuagint (Brenton Greek text, with Apocrypha)
Old Persian Version (ترجمه قدیم)
1Ἡσύχασαν δὲ καὶ οἱ τρεῖς φίλοι αὐτοῦ ἔτι ἀντειπεῖν Ἰὼβ, ἦν γὰρ Ἰὼβ δίκαιος ἐναντίον αὐτῶν.
1پس آن سه مرد از جواب دادن به ایوب باز ماندند چونکه او در نظر خود عادل بود.
2Ὠργίσθη δὲ Ἐλιοὺς ὁ τοῦ Βαραχιὴλ ὁ Βουζίτης ἐκ τῆς συγγενείας Ῥὰμ, τῆς Αὐσίτιδος χώρας· ὠργίσθη δὲ τῷ Ἰὼβ σφόδρα, διότι ἀπέφῃνεν ἑαυτὸν δίκαιον ἐναντίον Κυρίου·
2آنگاه خشم الیهو ابن برکئیل بوزی که ازقبیله رام بود مشتعل شد، و غضبش بر ایوب افروخته گردید، از این جهت که خویشتن را ازخدا عادلتر می‌نمود.
3Καὶ κατὰ τῶν τριῶν δὲ φίλων ὠργίσθη σφόδρα, διότι οὐκ ἠδυνήθησαν ἀποκριθῆναι ἀντίθετα Ἰὼβ, καὶ ἔθεντο αὐτὸν εἶναι ἀσεβῆ.
3و خشمش بر سه رفیق خود افروخته گردید، از این جهت که هر‌چندجواب نمی یافتند، اما ایوب را مجرم می‌شمردند.
4Ἐλιοὺς δὲ ὑπέμεινε δοῦναι ἀπόκρισιν Ἰὼβ, ὅτι πρεσβύτεροι αὐτοῦ εἰσιν ἡμέραις.
4و الیهو از سخن‌گفتن با ایوب درنگ نموده بود زیرا که ایشان در عمر، از وی بزرگتربودند.
5Καὶ εἶδεν Ἐλιοὺς, ὅτι οὐκ ἔστιν ἀπόκρισις ἐν στόματι τῶν τριῶν ἀνδρῶν, καὶ ἐθυμώθη ὀργῇ αὐτοῦ.
5اما چون الیهو دید که به زبان آن سه مردجوابی نیست، پس خشمش افروخته شد.
6Ὑπολαβὼν δὲ Ἐλιοὺς ὁ τοῦ Βαραχιὴλ ὁ Βουζίτης, εἶπε, Νεώτερος μέν εἰμι τῷ χρόνῳ, ὑμεῖς δέ ἐστε πρεσβύτεροι, διὸ ἡσύχασα φοβηθεὶς τοῦ ὑμῖν ἀναγγεῖλαι τὴν ἐμαυτοῦ ἐπιστήμην.
6و الیهو ابن برکئیل بوزی به سخن آمده، گفت: «من در عمر صغیر هستم، و شما موسفید. بنابراین ترسیده، جرات نکردم که رای خود را برای شمابیان کنم.
7Εἶπα δὲ, ὅτι οὐχ ὁ χρόνος ἐστὶν ὁ λαλῶν, ἐν πολλοῖς δὲ ἔτεσιν οἴδασι σοφίαν.
7و گفتم روزها سخن گوید، و کثرت سالها، حکمت را اعلام نماید.
8Ἀλλὰ πνεῦμά ἐστιν ἐν βροτοῖς· πνοὴ δὲ παντοκράτορός ἐστιν ἡ διδάσκουσα.
8لیکن در انسان روحی هست، و نفخه قادرمطلق، ایشان را فطانت می‌بخشد.
9Οὐχ οἱ πολυχρόνιοί εἰσι σοφοὶ, οὐδʼ οἱ γέροντες οἴδασι κρίμα.
9بزرگان نیستند که حکمت دارند، و نه پیران که انصاف را می‌فهمند.
10Διὸ εἶπα, ἀκούσατέ μου, καὶ ἀναγγελῶ ὑμῖν ἃ οἶδα.
10بنابراین می‌گویم که مرا بشنو. و من نیز رای خود را بیان خواهم نمود.
11Ἐνωτίζεσθέ μου τὰ ῥήματα· ἐρῶ γὰρ ὑμῶν ἀκουόντων ἄχρις οὗ ἐτάσητε λόγουις,
11اینک از سخن‌گفتن با شما درنگ نمودم، و براهین شما را گوش گرفتم. تا سخنان را کاوش گردید.
12καὶ μέχρι ὑμῶν συνήσω, καὶ ἰδοὺ οὐκ ἦν τῷ Ἰὼβ ἐλέγχων ἀνταποκρινόμενος ῥήματα αὐτοῦ ἐξ ὑμῶν·
12و من در شما تامل نمودم و اینک کسی از شما نبود که ایوب را ملزم سازد. یا سخنان او را جواب دهد.
13ἵνα μὴ εἴπητε, εὕρομεν σοφίαν Κυρίῳ προσθέμενοι.
13مبادا بگویید که حکمت رادریافت نموده‌ایم، خدا او را مغلوب می‌سازد و نه انسان.
14Ἀνθρώπῳ δὲ ἐπετρέψατε λαλῆσαι τοιαῦτα ῥήματα.
14زیرا که سخنان خود را به ضد من ترتیب نداده است، و به سخنان شما او را جواب نخواهم داد.
15Ἐπτοήθησαν, οὐκ ἀπεκρίθησαν ἔτι, ἐπαλαίωσαν ἐξ αὐτῶν λόγους.
15ایشان حیران شده، دیگر جواب ندادند، وسخن از ایشان منقطع شد.
16Ὑπέμεινα, οὐ γὰρ ἐλάλησα, ὅτι ἔστησαν, οὐκ ἀπεκρίθησαν.
16پس آیا من انتظاربکشم چونکه سخن نمی گویند؟ و ساکت شده، دیگر جواب نمی دهند؟
17Ὑπολαβὼν δὲ Ἐλιοῦς, λέγει,
17پس من نیز از حصه خود جواب خواهم داد، و من نیز رای خود رابیان خواهم نمود.
18πάλιν λαλήσω, πλήρης γάρ εἰμι ῥημάτων, ὀλέκει γάρ με τὸ πνεῦμα τῆς γαστρός.
18زیرا که از سخنان، مملوهستم. و روح باطن من، مرا به تنگ می‌آورد.
19Ἡ δὲ γαστήρ μου ὥσπερ ἀσκὸς γλεύκους ζέων δεδεμένος, ἢ ὥσπερ φυσητὴρ χαλκέως ἐῤῥηγώς.
19اینک دل من مثل شرابی است که مفتوح نشده باشد، و مثل مشکهای تازه نزدیک است بترکد.
20Λαλήσω, ἵνα ἀναπαύσωμαι ἀνοίξας τὰ χείλη,
20سخن خواهم راند تا راحت یابم و لبهای خودرا گشوده، جواب خواهم داد.
21ἄνθρωπον γὰρ οὐ μὴ αἰσχυνθῶ, ἀλλὰ μὴν οὐδὲ βροτὸν οὐ μὴ ἐντραπῶ.
21حاشا از من که طرفداری نمایم و به احدی کلام تملق‌آمیز گویم.
22Οὐ γὰρ ἐπίσταμαι θαυμάσαι πρόσωπα· εἰ δὲ μὴ, καὶ ἐμὲ σῆτες ἔδονται.
22چونکه به گفتن سخنان تملق‌آمیز عارف نیستم. والا خالقم مرا به زودی خواهد برداشت.

Tip: use the ← and → keys to turn chapters.