ΓΕΝΕΣΙΣ 11
Septuagint (Brenton Greek text, with Apocrypha)Original language
Septuagint (Brenton Greek text, with Apocrypha)
Chinese Union Version, punctuated (Simplified)
1Καὶ ἦν πᾶσα ἡ γῆ χεῖλος ἓν, καὶ φωνὴ μία πᾶσι.
1那时,天下人的口音、言语都是一样。
2Καὶ ἐγένετο ἐν τῷ κινῆσαι αὐτοὺς ἀπὸ ἀνατολῶν, εὗρον πεδίον ἐν γῇ Σεναὰρ, καὶ κατῴκησαν ἐκεῖ.
2他们往东边迁移的时候,在 示拿 地遇见一片平原,就住在那里。
3Καὶ εἶπεν ἄνθρωπος τῷ πλησίον αὐτοῦ, δεῦτε πλινθεύσωμεν πλίνθους, καὶ ὀπτήσωμεν αὐτὰς πυρί· καὶ ἐγένετο αὐτοῖς ἡ πλίνθος εἰς λίθον, καὶ ἄσφαλτος ἦν αὐτοῖς ὁ πηλός.
3他们彼此商量说:「来吧!我们要做砖,把砖烧透了。」他们就拿砖当石头,又拿石漆当灰泥。
4Καὶ εἶπαν, δεῦτε οἰκοδομήσωμεν ἑαυτοῖς πόλιν καὶ πύργον, οὗ ἔσται ἡ κεφαλὴ ἕως τοῦ οὐρανοῦ, καὶ ποιήσωμεν ἑαυτοῖς ὄνομα, πρὸ τοῦ διασπαρῆναι ἡμᾶς ἐπὶ προσώπου πάσης τῆς γῆς.
4他们说:「来吧!我们要建造一座城和一座塔,塔顶通天,为要传扬我们的名,免得我们分散在全地上。」
5Καὶ κατέβη Κύριος ἰδεῖν τὴν πόλιν καὶ τὸν πύργον, ὃν ᾠκοδόμησαν οἱ υἱοὶ τῶν ἀνθρώπων.
5耶和华降临,要看看世人所建造的城和塔。
6Καὶ εἶπε Κύριος, ἰδοὺ γένος ἓν, καὶ χεῖλος ἓν πάντων, καὶ τοῦτο ἤρξαντο ποιῆσαι, καὶ νῦν οὐκ ἐκλείψει ἀπʼ αὐτῶν πάντα ὅσα ἂν ἐπιθῶνται ποιεῖν.
6耶和华说:「看哪,他们成为一样的人民,都是一样的言语,如今既做起这事来,以后他们所要做的事就没有不成就的了。
7Δεῦτε, καὶ καταβάντες συγχέωμεν αὐτῶν ἐκεῖ τὴν γλῶσσαν, ἵνα μὴ ἀκούσωσιν ἕκαστος τὴν φωνὴν τοῦ πλησίον.
7我们下去,在那里变乱他们的口音,使他们的言语彼此不通。」
8Καὶ διέσπειρεν αὐτοὺς Κύριος ἐκεῖθεν ἐπὶ πρόσωπον πάσης τῆς γῆς· καὶ ἐπαύσαντο οἰκοδομοῦντες τῆν πόλιν καὶ τὸν πύργον.
8于是耶和华使他们从那里分散在全地上;他们就停工,不造那城了。
9Διὰ τοῦτο ἐκλήθη τὸ ὄνομα αὐτῆς, Σύγχυσις, ὅτι ἐκεῖ συνέχεε Κύριος τὰ χείλη πάσης τῆς γῆς, καὶ ἐκεῖθεν διέσπειρεν αὐτοὺς Κύριος ἐπὶ πρόσωπον πάσης τῆς γῆς.
9因为耶和华在那里变乱天下人的言语,使众人分散在全地上,所以那城名叫 巴别 。
10Καὶ αὗται αἱ γενέσεις Σήμ· καὶ ἦν Σὴμ υἱὸς ἑκατὸν ἐτῶν, ὅτε ἐγέννησε τὸν Ἀρφαξὰδ, δευτέρου ἔτους μετὰ τὸν κατακλυσμόν.
10闪 的后代记在下面。洪水以后二年, 闪 一百岁生了 亚法撒 。
11Καὶ ἔζησε Σὴμ, μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Ἀρφαξὰδ, ἔτη πεντακόσια, καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας, καὶ ἀπέθανε.
11闪 生 亚法撒 之后又活了五百年,并且生儿养女。
12Καὶ ἔζησεν Ἀρφαξὰδ ἑκατὸν τριακονταπέντε ἔτη, καὶ ἐγέννησε τὸν Καϊνᾶν.
12亚法撒 活到三十五岁,生了 沙拉 。
13Καὶ ἔζησεν Ἀρφαξὰδ, μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Καϊνᾶν, ἔτη τετρακόσια, καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας, καὶ ἀπέθανε. Καὶ ἔζησε Καϊνᾶν ἑκατὸν καὶ τριάκοντα ἔτη, καὶ ἐγέννησε τὸν Σαλά· καὶ ἔξησε Καϊνᾶν, μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Σαλὰ, ἔτη τριακόσια τριάκοντα, καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας, καὶ ἀπέθανε.
13亚法撒 生 沙拉 之后又活了四百零三年,并且生儿养女。
14Καὶ ἔζησε Σαλὰ ἑκατὸν τριάκοντα ἔτη, καὶ ἐγέννησε τὸν Ἕβερ.
14沙拉 活到三十岁,生了 希伯 。
15Καὶ ἔζησε Σαλὰ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Ἕβερ, τριακόσια τριάκοντα ἔτη, καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας· καὶ ἀπέθανε.
15沙拉 生 希伯 之后又活了四百零三年,并且生儿养女。
16Καὶ ἔζησεν Ἕβερ ἑκατὸν τριάκοντα τέσσαρα ἔτη, καὶ ἐγέννησε τὸν Φαλέγ.
16希伯 活到三十四岁,生了 法勒 。
17Καὶ ἔξησεν Ἕβερ, μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Φαλὲγ, ἔτη διακόσια ἑβδομήκοντα, καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας, καὶ ἀπέθανε.
17希伯 生 法勒 之后又活了四百三十年,并且生儿养女。
18Καὶ ἔζησε Φαλὲγ τριάκοντα καὶ ἑκατὸν ἔτη, καὶ ἐγέννησε τὸν Ῥαγαῦ.
18法勒 活到三十岁,生了 拉吴 。
19Καὶ ἔζησε Φαλὲγ, μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Ῥαγαῦ, ἐννέα καὶ διακόσια ἔτη, καὶ ἐγέννησεν υἱοὺς και θυγατέρας, καὶ ἀπέθανε.
19法勒 生 拉吴 之后又活了二百零九年,并且生儿养女。
20Καὶ ἔζησε Ῥαγαὺ ἑκατὸν τριάκοντα καὶ δύο ἔτη, καὶ ἐγέννησε τὸν Σερούχ.
20拉吴 活到三十二岁,生了 西鹿 。
21Καὶ ἔζησε Ῥαγαῦ, μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Σεροὺχ, διακόσια ἑπτὰ ἔτη, καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας, καὶ ἀπέθανε.
21拉吴 生 西鹿 之后又活了二百零七年,并且生儿养女。
22Καὶ ἔζησε Σεροὺχ ἑκατὸν τριάκοντα ἔτη, καὶ ἐγέννησε τὸν Ναχώρ.
22西鹿 活到三十岁,生了 拿鹤 。
23Καὶ ἔζησε Σεροὺχ, μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Ναχὼρ, ἔτη διακόσια, καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας, καὶ ἀπέθανε.
23西鹿 生 拿鹤 之后又活了二百年,并且生儿养女。
24Καὶ ἔζησε Ναχὼρ ἔτη ἑκατὸν ἑβδομηκονταεννέα, καὶ ἐγέννησε τὸν Θάῤῥα.
24拿鹤 活到二十九岁,生了 他拉 。
25Καὶ ἔζησε Ναχὼρ, μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Θάῤῥα, ἔτη ἑκατὸν εἰκοσιπὲντε, καὶ ἐγεννησεν υἱοὺς καὶ θυγατέρας, καὶ ἀπέθανε.
25拿鹤 生 他拉 之后又活了一百一十九年,并且生儿养女。
26Καὶ ἔζησε Θάῤῥα ἑβδομήκοντα ἔτη, καὶ ἐγέννησε τὸν Ἄβραμ, καὶ τὸν Ναχὼρ, καὶ τὸν Ἀῤῥάν.
26他拉 活到七十岁,生了 亚伯兰 、 拿鹤 、 哈兰 。
27Αὗται δὲ αἱ γενέσεις Θάῤῥα· Θάῤῥα ἐγέννησε τὸν Ἅβραμ, καὶ τὸν Ναχὼρ, καὶ τὸν Ἀῤῥάν· καὶ Ἀῤῥὰν ἐγέννησε τὸν Λώτ.
27他拉 的后代记在下面。 他拉 生 亚伯兰 、 拿鹤 、 哈兰 ; 哈兰 生 罗得 。
28Καὶ ἀπέθανεν Ἀῤῥὰν ἐνώπιον Θάῤῥα τοῦ πατρὸς αὐτοῦ ἐν τῇ γῇ ᾗ ἐγενήθη, ἐν τῇ χώρᾳ τῶν Χαλδαίων.
28哈兰 死在他的本地 迦勒底 的 吾珥 ,在他父亲 他拉 之先。
29Καὶ ἔλαβον Ἅβραμ καὶ Ναχὼρ ἑαυτοῖς γυναῖκας· ὄνομα τῇ γυναικὶ Ἅβραμ, Σάρα, καὶ ὄνομα τῇ γυναικὶ Ναχὼρ, Μελχά, θυγάτηρ Ἀῤῥάν· καὶ πατὴρ Μελχὰ, καὶ πατὴρ Ἰεσχά.
29亚伯兰 、 拿鹤 各娶了妻: 亚伯兰 的妻子名叫 撒莱 ; 拿鹤 的妻子名叫 密迦 ,是 哈兰 的女儿; 哈兰 是 密迦 和 亦迦 的父亲。
30Καὶ ἦν Σάρα στεῖρα, καὶ οὐκ ἐτεκνοποίει.
30撒莱 不生育,没有孩子。
31Καὶ ἔλαβε Θάῤῥα τὸν Ἅβραμ υἱὸν αὐτοῦ, καὶ τὸν Λὼτ υἱὸν Ἀῤῥάν, υἱὸν τοῦ υἱοῦ αὐτοῦ, καὶ τὴν Σάραν τὴν νύμφην αὐτοῦ, γυναῖκα Ἅβραμ τοῦ υἱοῦ αὐτοῦ, καὶ ἐξήγαγεν αὐτοὺς ἐκ τῆς χώρας τῶν Χαλδαίων, πορευθῆναι εἰς γῆν Χαναάν· καὶ ἦλθον ἕως Χαῤῥὰν, καὶ κατῴκησεν ἐκεῖ.
31他拉 带着他儿子 亚伯兰 和他孙子 哈兰 的儿子 罗得 ,并他儿妇 亚伯兰 的妻子 撒莱 ,出了 迦勒底 的 吾珥 ,要往 迦南 地去;他们走到 哈兰 ,就住在那里。
32Καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Θάῤῥα ἐν γῇ Χαῤῥὰν, διακόσια πέντε ἔτη· καὶ ἀπέθανε Θάῤῥα ἐν Χαῤῥάν.
32他拉 共活了二百零五岁,就死在 哈兰 。
Tip: use the ← and → keys to turn chapters.