ΓΕΝΕΣΙΣ 24
Septuagint (Brenton Greek text, with Apocrypha)Original language
Septuagint (Brenton Greek text, with Apocrypha)
Chinese Union Version, punctuated (Simplified)
1Καὶ Ἁβραὰμ ἦν πρεσβύτερος προβεβηκὼς ἡμερῶν· καὶ Κύριος ηὐλόγησε τὸν Ἁβραὰμ κατὰ πάντα.
1亚伯拉罕 年纪老迈,向来在一切事上耶和华都赐福给他。
2Καὶ εἶπεν Ἁβραὰμ τῷ παιδὶ αὐτοῦ τῷ πρεσβυτέρῳ τῆς οἰκίας αὐτοῦ, τῷ ἄρχοντι πάντων τῶν αὐτοῦ, θὲς τὴν χεῖρά σου ὑπὸ τὸν μηρόν μου.
2亚伯拉罕 对管理他全业最老的仆人说:「请你把手放在我大腿底下。
3Καὶ ἐξορκιῶ σε Κύριον τὸν Θεὸν τοῦ οὐρανοῦ καὶ τὸν Θεὸν τῆς γῆς, ἵνα μὴ λάβῃς γυναῖκα τῷ υἱῷ μου Ἰσαὰκ ἀπὸ τῶν θυγατέρων τῶν Χαναναίων, μεθʼ ὧν ἐγὼ οἰκῶ ἐν αὐτοις.
3我要叫你指着耶和华—天地的主起誓,不要为我儿子娶这 迦南 地中的女子为妻。
4Ἀλλʼ ἢ εἰς τὴν γῆν μου, οὗ ἐγεννήθην, πορεύσῃ, καὶ εἰς τὴν φυλήν μου, καὶ λήψῃ γυναῖκα τῷ υἱῷ μου Ἰσαὰκ ἐκεῖθεν.
4你要往我本地本族去,为我的儿子 以撒 娶一个妻子。」
5Εἶπε δὲ πρὸς αὐτὸν ὁ παῖς, μή ποτε οὐ βούληται ἡ γυνὴ πορευθῆναι μετʼ ἐμοῦ ὀπίσω εἰς τὴν γῆν ταύτην, ἀποστρέψω τὸν υἱόν σου εἰς τὴν γῆν, ὅθεν ἐξῆλθες ἐκεῖθεν;
5仆人对他说:「倘若女子不肯跟我到这地方来,我必须将你的儿子带回你原出之地吗?」
6Εἶπε δὲ πρὸς αὐτὸν Ἁβραάμ, πρόσεχε σεαυτῷ μὴ ἀποστρέψῃς τὸν υἱόν μου ἐκεῖ.
6亚伯拉罕 对他说:「你要谨慎,不要带我的儿子回那里去。
7Κύριος ὁ Θεὸς τοῦ οὐρανοῦ καὶ ὁ Θεὸς τῆς γῆς, ὃς ἔλαβέ με ἐκ τοῦ οἴκου τοῦ πατρός μου, καἰ ἐκ τῆς γῆς ἧς ἐγεννήθην, ὃς ἐλάλησέ μοι, καὶ ὃς ὤμοσέ μοι, λέγων, σοὶ δώσω τὴν γῆν ταύτην καὶ τῷ σπέρματί σου, αὐτὸς ἀποστελεῖ τὸν Ἄγγελον αὐτοῦ ἔμπροσθέν σου, καὶ λήψῃ γυναῖκα τῷ υἱῷ μου ἐκεῖθεν.
7耶和华—天上的主曾带领我离开父家和本族的地,对我说话,向我起誓说:『我要将这地赐给你的后裔。』他必差遣使者在你面前,你就可以从那里为我儿子娶一个妻子。
8Ἐὰν δὲ μὴ θέλῃ ἡ γυνὴ πορευθῆναι μετὰ σοῦ εἰς τὴν γῆν ταύτην, καθαρὸς ἔσῃ ἀπὸ τοῦ ὅρκου μου· μόνον τὸν υἱόν μου μὴ ἀποστρέψῃς ἐκεῖ.
8倘若女子不肯跟你来,我使你起的誓就与你无干了,只是不可带我的儿子回那里去。」
9Καὶ ἔθηκεν ὁ παῖς τὴν χεῖρα αὐτοῦ ὑπὸ τὸν μηρὸν Ἁβραὰμ τοῦ κυρίου αὐτοῦ, καὶ ὤμοσεν αὐτῷ περὶ τοῦ ῥήματος τούτου.
9仆人就把手放在他主人 亚伯拉罕 的大腿底下,为这事向他起誓。
10Καὶ ἔλαβεν ὁ παῖς δέκα καμήλους ἀπὸ τῶν καμήλων τοῦ κυρίου αὐτοῦ, καὶ ἀπὸ πάντων τῶν ἀγαθῶν τοῦ κυρίου αὐτοῦ μεθʼ ἑαυτοῦ· καὶ ἀναστὰς ἐπορεύθη εἰς τὴν Μεσοποταμίαν εἰς τὴν πόλιν Ναχώρ.
10那仆人从他主人的骆驼里取了十匹骆驼,并带些他主人各样的财物,起身往 美索不达米亚 去,到了 拿鹤 的城。
11Καὶ ἐκοίμησε τὰς καμήλους ἔξω τῆς πόλεως παρὰ τὸ φρέαρ τοῦ ὕδατος τὸ πρὸς ὀψέ, ἡνίκα ἐκπορεύονται αἱ ὑδρευόμεναι.
11天将晚,众女子出来打水的时候,他便叫骆驼跪在城外的水井那里。
12Καὶ εἶπε, Κύριε ὁ Θεὸς τοῦ κυρίου μου Ἁβραάμ, εὐόδωσον ἐναντίον ἐμοῦ σήμερον, καὶ ποίησον ἔλεος μετὰ τοῦ κυρίου μου Ἁβραάμ.
12他说:「耶和华—我主人 亚伯拉罕 的 神啊,求你施恩给我主人 亚伯拉罕 ,使我今日遇见好机会。
13Ἰδοὺ ἐγὼ ἕστηκα ἐπὶ τῆς πηγῆς τοῦ ὕδατος· αἱ δὲ θυγατέρες τῶν οἰκούντων τὴν πόλιν ἐκπορεύονται ἀντλῆσαι ὕδωρ.
13我现今站在井旁,城内居民的女子们正出来打水。
14Καὶ ἔσται ἡ παρθένος ᾗ ἂν ἐγὼ εἴπω, ἐπίκλινον τὴν ὑδρίαν σου, ἵνα πίω, καὶ εἴπῃ μοι, πίε σύ, καὶ τὰς καμήλους σου ποτιῶ, ἕως ἂν παύσωνται πίνουσαι, ταύτην ἡτοίμασας τῷ παιδί σου τῷ Ἰσαάκ· καὶ ἐν τούτῳ γνώσομαι, ὅτι ἐποίησας ἔλεος μετὰ τοῦ κυρίου μου Ἁβραάμ.
14我向那一个女子说:『请你拿下水瓶来,给我水喝』,她若说:『请喝!我也给你的骆驼喝。』愿那女子就作你所预定给你仆人 以撒 的妻。这样,我便知道你施恩给我主人了。」
15Καὶ ἐγένετο πρὸ τοῦ συντελέσαι αὐτὸν λαλοῦντα ἐν τῇ διανοίᾳ αὐτοῦ, καὶ ἰδοὺ Ῥεβέκκα ἐξεπορεύετο ἡ τεχθεῖσα Βαθουήλ, υἱῷ Μελχὰς τῆς γυναικὸς Ναχώρ, ἀδελφοῦ δὲ Ἁβραάμ, ἔχουσα τὴν ὑδρίαν ἐπὶ τῶν ὤμων αὐτῆς.
15话还没有说完,不料, 利百加 肩头上扛着水瓶出来。 利百加 是 彼土利 所生的; 彼土利 是 亚伯拉罕 兄弟 拿鹤 妻子 密迦 的儿子。
16Ἡ δὲ παρθένος ἦν καλὴ τῇ ὄψει σφόδρα· παρθένος ἦν, ἀνὴρ οὐκ ἔγνω αὐτήν· καταβᾶσα δὲ ἐπὶ τὴν πηγὴν, ἔπλησε τὴν ὑδρίαν αὐτῆς, καὶ ἀνέβη.
16那女子容貌极其俊美,还是处女,也未曾有人亲近她。她下到井旁,打满了瓶,又上来。
17Ἐπέδραμε δὲ ὁ παῖς εἰς συνάντησιν αὐτῆς, καὶ εἶπε, Πότισόν με μικρὸν ὕδωρ ἐκ τῆς ὑδρίας σου.
17仆人跑上前去迎着她,说:「求你将瓶里的水给我一点喝。」
18Ἡ δὲ εἶπε, πίε, κύριε· καὶ ἔσπευσε καὶ καθεῖλε τὴν ὑδρίαν ἐπὶ τὸν βραχίονα αὐτῆς, καὶ ἐπότισεν αὐτὸν, ἕων ἐπαύσατο πίνων.
18女子说:「我主请喝!」就急忙拿下瓶来,托在手上给他喝。
19Καὶ εἶπε, καὶ ταῖς καμήλοις σου ὑδρεύσομαι, ἕως ἂν πᾶσαι πίωσι.
19女子给他喝了,就说:「我再为你的骆驼打水,叫骆驼也喝足。」
20Καὶ ἔσπευσε καὶ ἐξεκένωσε τὴν ὑδρίαν εἰς τὸ ποτιστήριον· καὶ ἔδραμεν ἐπὶ τὸ φρέαρ ἀντλῆσαι πάλιν· καὶ ὑδρεύσατο πάσαις ταῖς καμήλοις.
20她就急忙把瓶里的水倒在槽里,又跑到井旁打水,就为所有的骆驼打上水来。
21Ὁ δὲ ἄνθρωπος κατεμάνθανεν αὐτήν· καὶ παρεσιώπα τοῦ γνῶναι εἰ εὐώδωκε Κύριος τὴν ὁδὸν αὐτοῦ, ἢ οὔ.
21那人定睛看她,一句话也不说,要晓得耶和华赐他通达的道路没有。
22Ἐγένετο δὲ ἡνίκα ἐπαύσαντο πᾶσαι αἱ κάμηλοι πίνουσαι, ἔλαβεν ὁ ἄνθρωπος ἐνώτια χρυσᾶ ἀνὰ δραχμὴν ὁλκῆς, καὶ δύο ψέλλια ἐπὶ τὰς χεῖρας αὐτῆς, δέκα χρυσῶν ὁλκὴ αὐτῶν.
22骆驼喝足了,那人就拿一个金环,重半舍客勒,两个金镯,重十舍客勒,给了那女子,
23Καὶ ἐπηρώτησεν αὐτὴν, καὶ εἶπε, θυγάτηρ τίνος εἶ; ἀνάγγειλόν μοι, εἰ ἔστι παρὰ τῷ πατρί σου τόπος ἡμῖν του καταλῦσαι.
23说:「请告诉我,你是谁的女儿?你父亲家里有我们住宿的地方没有?」
24Ἡ δὲ εἶπεν αὐτῷ, θυγάτηρ Βαθουήλ εἰμι τοῦ Μελχάς, ὃν ἔτεκε τῷ Ναχώρ.
24女子说:「我是 密迦 与 拿鹤 之子 彼土利 的女儿」;
25Καὶ εἶπεν αὐτῷ, Καὶ ἄχυρα καὶ χορτάσματα πολλὰ παρʼ ἡμῖν, καὶ τόπος τοῦ καταλῦσαι.
25又说:「我们家里足有粮草,也有住宿的地方。」
26Καὶ εὐδοκήσας ὁ ἄνθρωπος προσεκύνησε τῷ Κυρίῳ
26那人就低头向耶和华下拜,
27Καὶ εἶπεν, εὐλογητὸς Κύριος ὁ Θεὸς τοῦ κυρίου μου Ἁβραάμ, ὃς οὐκ ἐγκατέλειπε τὴν δικαιοσύνην αὐτοῦ, καὶ τὴν ἀλήθειαν, ἀπὸ τοῦ κυρίου μου· ἐμὲ τʼ εὐώδωκε Κύριος εἰς οἶκον τοῦ ἀδελφοῦ τοῦ κυρίου μου.
27说:「耶和华—我主人 亚伯拉罕 的 神是应当称颂的,因他不断地以慈爱诚实待我主人。至于我,耶和华在路上引领我,直走到我主人的兄弟家里。」
28Καὶ δραμοῦσα ἡ παῖς ἀνήγγειλεν εἰς τὸν οἶκον τῆς μητρὸς αὐτῆς, κατὰ τὰ ῥήματα ταῦτα.
28女子跑回去,照着这些话告诉她母亲和她家里的人。
29Τῇ δὲ Ῥεβέκκᾷ ἀδελφὸς ἦν, ᾧ ὄνομα Λάβαν· καὶ ἔδραμε Λάβαν πρὸς τὸν ἄνθρωπον ἔξω ἐπὶ τὴν πηγήν.
29利百加 有一个哥哥,名叫 拉班 ,看见金环,又看见金镯在他妹子的手上,并听见他妹子 利百加 的话,说那人对我如此如此说。 拉班 就跑出来往井旁去,到那人跟前,见他仍站在骆驼旁边的井旁那里,
30Καὶ ἐγένετο ἡνίκα εἶδε τὰ ἐνώτια, καὶ τὰ ψέλλια ἐν ταῖς χερσὶ τῆς ἀδελφῆς αὐτοῦ, καὶ ὅτε ἤκουσε τὰ ῥήματα Ῥεβέκκας τῆς ἀδελφῆς αὐτοῦ, λεγούσης, οὕτω λελάληκέ μοι ὁ ἄνθρωπος, καὶ ἦλθε πρὸς τὸν ἄνθρωπον, ἑστηκότος αὐτοῦ ἐπὶ τῶν καμήλων ἐπὶ τῆς πηγῆς.
no verse 30 in this text
31Καὶ εἶπεν αὐτῷ, δεῦρο εἴσελθε, εὐλογητὸς Κυροίυ· ἱνατί ἕστηκας ἔξω; ἐγὼ δὲ ἡτοίμασα τὴν οἰκίαν, καὶ τόπον ταῖς καμήλοις.
31便对他说:「你这蒙耶和华赐福的,请进来,为什么站在外边?我已经收拾了房屋,也为骆驼预备了地方。」
32Εἰσῆλθε δὲ ὁ ἄνθρωπος εἰς τὴν οἰκίαν, καὶ ἀπέσαξε τὰς καμήλους· καὶ ἔδωκεν ἄχυρα καὶ χορτάσματα ταῖς καμήλοις, καὶ ὕδωρ νίψασθαι τοῖς ποσὶν αὐτοῦ, καὶ τοῖς ποσὶ τῶν ἀνδρῶν τῶν μετʼ αὐτοῦ.
32那人就进了 拉班 的家。 拉班 卸了骆驼,用草料喂上,拿水给那人和跟随的人洗脚;
33Καὶ παρέθηκεν αὐτοῖς ἄρτους φαγεῖν· καὶ εἶπεν, οὐ μὴ φάγω, ἕως τοῦ λαλῆσαί με τὰ ῥήματά μου· καὶ εἶπεν, λάλησον.
33把饭摆在他面前,叫他吃,他却说:「我不吃,等我说明白我的事情再吃。」 拉班 说:「请说。」
34Καὶ εἶπε, παῖς Ἁβραὰμ ἐγώ εἰμι.
34他说:「我是 亚伯拉罕 的仆人。
35Κύριος δὲ ηὐλόγησε τὸν κύριόν μου σφόδρα, καὶ ὑψώθη· καὶ ἔδωκεν αὐτῷ πρόβατα, καὶ μόσχους, καὶ ἀργύριον, καὶ χρυσίον, παῖδας, καὶ παιδίσκας, καμήλους, καὶ ὄνους.
35耶和华大大地赐福给我主人,使他昌大,又赐给他羊群、牛群、金银、仆婢、骆驼,和驴。
36Καὶ ἔτεκε Σάῤῥα ἡ γυνὴ τοῦ κυρίου μου υἱὸν ἕνα τῷ κυρίῳ μου μετὰ τὸ γηράσαι αὐτόν· καὶ ἔδωκεν αὐτῷ ὅσα ἦν αὐτῷ.
36我主人的妻子 撒拉 年老的时候给我主人生了一个儿子;我主人也将一切所有的都给了这个儿子。
37Καὶ ὥρκισέ με ὁ κύριός μου, λέγων, οὐ λήμψῃ γυναῖκα τῷ υἱῷ μου ἀπὸ τῶν θυγατέρων τῶν Χαναναίων, ἐν οἷς ἐγὼ παροικῶ ἐν τῇ γῇ αὐτῶν.
37我主人叫我起誓说:『你不要为我儿子娶 迦南 地的女子为妻。
38Ἀλλʼ εἰς τὸν οἶκον τοῦ πατρός μου πορεύσῃ, καὶ εἰς τὴν φυλήν μου, καὶ λήψῃ γυναῖκα τῷ υἱῷ μου ἐκεῖθεν.
38你要往我父家、我本族那里去,为我的儿子娶一个妻子。』
39Εἶπα δὲ τῷ κυρίῳ μου, μήποτε οὐ πορεύσεται ἡ γυνὴ μετʼ ἐμοῦ.
39我对我主人说:『恐怕女子不肯跟我来。』
40Καὶ εἶπέ μοι, Κύριος ὁ Θεὸς ᾧ εὐηρέστησα ἐναντίον αὐτοῦ, αὐτὸς ἐξαποστελεῖ τὸν Ἀγγελον αὐτοῦ μετὰ σοῦ, καὶ εὐοδώσει τὴν ὁδόν σου· καὶ λήψῃ γυναῖκα τῷ υἱῷ μου ἐκ τῆς φυλῆς μου, καὶ ἐκ τοῦ οἴκου τοῦ πατρός μου.
40他就说:『我所事奉的耶和华必要差遣他的使者与你同去,叫你的道路通达,你就得以在我父家、我本族那里,给我的儿子娶一个妻子。
41Τότε ἀθῷος ἔσῃ ἀπὸ τῆς ἀρᾶς μου· ἡνίκα γὰρ ἐὰν ἔλθῃς εἰς τὴν φυλήν μου, καὶ μή σοι δῶσι, καὶ ἔσῃ ἀθῷος ἀπὸ τοῦ ὁρκισμοῦ μου.
41只要你到了我本族那里,我使你起的誓就与你无干。他们若不把女子交给你,我使你起的誓也与你无干。』
42Καὶ ἐλθὼν σήμερον ἐπὶ τὴν πηγὴν εἶπα, Κύριε ὁ Θεὸς τοῦ κυρίου μου Ἁβραὰμ, εἰ σὺ εὐοδοῖς τὴν ὁδόν μου, ἐν ᾗ νῦν ἐγὼ πορεύομαι ἐν αὐτῇ,
42「我今日到了井旁,便说:『耶和华—我主人 亚伯拉罕 的 神啊,愿你叫我所行的道路通达。
43ἰδοὺ ἐγὼ ἐφέστηκα ἐπὶ τῆς πηγῆς τοῦ ὕδατος, καὶ αἱ θυγατέρες τῶν ἀνθρώπων τῆς πόλεως ἐκπορεύονται ἀντλῆσαι ὕδωρ· καὶ ἔσται ἡ παρθένος, ᾗ ἂν ἐγὼ εἴπω, πότισόν με ἐκ τῆς ὑδρίας σου μικρὸν ὕδωρ,
43我如今站在井旁,对哪一个出来打水的女子说:请你把你瓶里的水给我一点喝;
44καὶ εἴπῃ μοι, καὶ σὺ πίε, καὶ ταῖς καμήλοις σου ὑδρεύσομαι, αὕτη ἡ γυνὴ ἣν ἡτοίμασε Κύριος τῷ ἑαυτοῦ θεράποντι Ἰσαάκ· καὶ ἐν τούτῳ γνώσομαι, ὅτι πεποίηκας ἔλεος τῷ κυρίῳ μου Ἁβραάμ.
44她若说:你只管喝,我也为你的骆驼打水;愿那女子就作耶和华给我主人儿子所预定的妻。』
45Καὶ ἐγένετο πρὸ τοῦ συντελέσαι με λαλοῦντα ἐν τῇ διανοίᾳ μου, εὐθὺς Ῥεβέκκα ἐξεπορεύετο, ἔχουσα τὴν ὑδρίαν ἐπὶ τῶν ὤμων· καὶ κατέβη ἐπὶ τὴν πηγὴν, καὶ ὑδρεύσατο· εἶπα δὲ αὐτῇ, πότισόν με.
45我心里的话还没有说完, 利百加 就出来,肩头上扛着水瓶,下到井旁打水。我便对她说:『请你给我水喝。』
46Καὶ σπεύσασα καθεῖλε τὴν ὑδρίαν ἐπὶ τὸν βραχίονα αὐτῆς ἀφʼ ἑαυτῆς, καὶ εἶπε, πίε σὺ, καὶ τὰς καμήλους σου ποτιῶ· καὶ ἔπιον, καὶ τὰς καμήλους ἐπότισε.
46她就急忙从肩头上拿下瓶来,说:『请喝!我也给你的骆驼喝。』我便喝了;她又给我的骆驼喝了。
47Καὶ ἠρώτησα αὐτὴν, καὶ εἶπα, θυγάτηρ τίνος εἶ, ἀναγγειλόν μοι· ἡ δὲ ἔφη, θυγάτηρ Βαθουὴλ εἰμὶ υἱοῦ τοῦ Ναχὼρ, ὃν ἔτεκεν αὐτῷ Μελχά· καὶ περιέθηκα αὐτῇ τὰ ἐνώτια, καὶ τὰ ψέλλια περὶ τὰς χεῖρας αὐτῆς.
47我问她说:『你是谁的女儿?』她说:『我是 密迦 与 拿鹤 之子 彼土利 的女儿。』我就把环子戴在她鼻子上,把镯子戴在她两手上。
48Καὶ εὐδοκήσας προσεκύνησα τῷ Κυρίῳ, καὶ εὐλόγησα Κύριον τὸν Θεὸν τοῦ κυρίου μου Ἁβραὰμ, ὃς εὐώδωσέ με ἐν ὁδῷ ἀληθείας λαβεῖν τὴν θυγατέρα τοῦ ἀδελφοῦ τοῦ κυρίου μου τῷ υἱῷ αὐτοῦ.
48随后我低头向耶和华下拜,称颂耶和华—我主人 亚伯拉罕 的 神;因为他引导我走合式的道路,使我得着我主人兄弟的孙女,给我主人的儿子为妻。
49Εἰ οὖν ποιεῖτε ὑμεῖς ἔλεος καὶ δικαιοσύνην πρὸς τὸν κύριόν μου· εἰ δὲ μὴ, ἀπαγγείλατέ μοι, ἵνα ἐπιστρέψω εἰς δεξιὰν ἤ ἀριστεράν.
49现在你们若愿以慈爱诚实待我主人,就告诉我;若不然,也告诉我,使我可以或向左,或向右。」
50Ἀποκριθεὶς δὲ Λάβαν καὶ Βαθουὴλ εἶπαν, παρὰ κυρίου ἐξῆλθε τὸ πρᾶγμα τοῦτο· οὐ δυνησόμεθά σοι ἀντειπεῖν κακὸν ἢ καλόν.
50拉班 和 彼土利 回答说:「这事乃出于耶和华,我们不能向你说好说歹。
51Ἰδοὺ Ῥεβέκκα ἐνώπιόν σου· λαβὼν ἀπότρεχε· καὶ ἔστω γυνὴ τῷ υἱῷ τοῦ κυρίου σου, καθὰ ἐλάλησε Κύριος.
51看哪, 利百加 在你面前,可以将她带去,照着耶和华所说的,给你主人的儿子为妻。」
52Ἐγένετο δὲ ἐν τῷ ἀκοῦσαι τὸν παῖδα τοῦ Ἁβραὰμ τῶν ῥημάτων αὐτῶν, προσεκύνησεν ἐπὶ τὴν γῆν τῷ κυρίῳ.
52亚伯拉罕 的仆人听见他们这话,就向耶和华俯伏在地。
53καὶ ἐξενέγκας ὁ παῖς σκεύη ἀργυρᾶ καὶ χρυσᾶ καὶ ἱματισμὸν, ἔδωκε τῇ Ῥεβέκκᾳ· καὶ δῶρα ἔδωκε τῷ ἀδελφῷ αὐτῆς, καὶ τῇ μητρὶ αὐτῆς.
53当下仆人拿出金器、银器,和衣服送给 利百加 ,又将宝物送给她哥哥和她母亲。
54Καὶ ἔφαγον καὶ ἔπιον καὶ αὐτὸς καὶ οἱ ἄνδρες οἱ μετʼ αὐτοῦ ὄντες, καὶ ἐκοιμήθησαν· καὶ ἀναστὰς τὸ πρωῒ εἶπεν, ἐκπέμψατέ με, ἵνα ἀπέλθω πρὸς τὸν κύριόν μου.
54仆人和跟从他的人吃了喝了,住了一夜。早晨起来,仆人就说:「请打发我回我主人那里去吧。」
55Εἶπαν δὲ οἱ ἀδελφοὶ αὐτῆς, καὶ ἡ μήτηρ, μεινάτω ἡ παρθένος μεθʼ ἡμῶν ἡμέρας ὡσεὶ δέκα, καὶ μετὰ ταῦτα ἀπελεύσεται.
55利百加 的哥哥和她母亲说:「让女子同我们再住几天,至少十天,然后她可以去。」
56Ὁ δὲ εἶπε πρὸς αὐτοὺς, μὴ κατέχετέ με· καὶ Κύριος εὐώδωσε τὴν ὁδόν μου ἐν ἐμοί· ἐκπέμψατέ με, ἵνα ἀπέλθω πρὸς τὸν κύριόν μου.
56仆人说:「耶和华既赐给我通达的道路,你们不要耽误我,请打发我走,回我主人那里去吧。」
57Οἱ δὲ εἶπαν, Καλέσωμεν τὴν παῖδα, καὶ ἐρωτήσωμεν τὸ στόμα αὐτῆς.
57他们说:「我们把女子叫来问问她」,
58Καὶ ἐκάλεσαν τὴν Ῥεβέκκαν, καὶ εἶπαν αὐτῇ, πορεύσῃ μετὰ τοῦ ἀνθρώπου τούτου; ἡ δὲ εἶπε, πορεύσομαι.
58就叫了 利百加 来,问她说:「你和这人同去吗?」 利百加 说:「我去。」
59Καὶ ἐξέπεμψαν Ῥεβέκκαν τὴν ἀδελφὴν αὐτῶν, καὶ τὰ ὑπάρχοντα αὐτῆς, καὶ τὸν παῖδα τοῦ Ἁβραὰμ, καὶ τοὺς μετʼ αὐτοῦ.
59于是他们打发妹子 利百加 和她的乳母,同 亚伯拉罕 的仆人,并跟从仆人的,都走了。
60Καὶ εὐλόγησαν Ῥεβέκκαν, καὶ εἶπαν αὐτῇ, ἀδελφὴ ἡμῶν εἶ, γίνου εἰς χιλιάδας μυριάδων, καὶ κληρονομησάτω τὸ σπέρμα σου τὰς πόλεις τῶν ὑπεναντίων.
60他们就给 利百加 祝福说: 我们的妹子啊,愿你作千万人的母! 愿你的后裔得着仇敌的城门!
61Ἀναστᾶσα δὲ Ῥεβέκκα καὶ αἱ ἅβραι αὐτῆς, ἐπέβησαν ἐπὶ τὰς καμήλους, καὶ ἐπορεύθησαν μετὰ τοῦ ἀνθρώπου· καὶ ἀναλαβὼν ὁ παῖς τὴν Ῥεβέκκαν ἀπῆλθεν.
61利百加 和她的使女们起来,骑上骆驼,跟着那仆人,仆人就带着 利百加 走了。
62Ἰσαὰκ δὲ διεπορεύετο διὰ τῆς ἐρήμου κατὰ τὸ φρέαρ τῆς ὁράσεως· αὐτὸς δὲ κατῴκει ἐν τῇ γῇ τῇ πρὸς Λίβα.
62那时, 以撒 住在南地,刚从 庇耳·拉海·莱 回来。
63Καὶ ἐξῆλθεν Ἰσαὰκ ἀδολεσχῆσαι εἰς τὸ πεδίον τὸ πρὸς δείλης, καὶ ἀναβλέψας τοῖς ὀφθαλμοῖς αὐτοῦ εἶδε καμήλους ἐρχομένας.
63天将晚, 以撒 出来在田间默想,举目一看,见来了些骆驼。
64Καὶ ἀναβλέψασα Ῥεβέκκα τοῖς ὀφθαλμοῖς εἶδε τὸν Ἰσαάκ· καὶ κατεπήδησεν ἀπὸ τῆς καμήλου.
64利百加 举目看见 以撒 ,就急忙下了骆驼,
65Καὶ εἶπε τῷ παιδὶ, τίς ἐστιν ὁ ἄνθρωπος ἐκεῖνος ὁ πορευόμενος ἐν τῷ πεδίῳ εἰς συνάντησιν ἡμῖν; εἶπε δὲ ὁ παῖς, οὗτός ἐστιν ὁ κύριός μου· ἡ δὲ λαβοῦσα τὸ θέριστρον, περιεβάλετο.
65问那仆人说:「这田间走来迎接我们的是谁?」仆人说:「是我的主人。」 利百加 就拿帕子蒙上脸。
66Καὶ διηγήσατο ὁ παῖς τῷ Ἰσαὰκ πάντα τὰ ῥήματα, ἃ ἐποίησεν.
66仆人就将所办的一切事都告诉 以撒 。
67Εἰσῆλθε δὲ Ἰσαὰκ εἰς τὸν οἶκον τῆς μητρὸς αὐτοῦ, καὶ ἔλαβε τὴν Ῥεβέκκαν, καὶ ἐγένετο αὐτοῦ γυνὴ, καὶ ἠγάπησεν αὐτήν· καὶ παρεκλήθη Ἰσαὰκ περὶ Σάῤῥας τῆς μητρὸς αὐτοῦ.
67以撒 便领 利百加 进了他母亲 撒拉 的帐棚,娶了她为妻,并且爱她。 以撒 自从他母亲不在了,这才得了安慰。
Tip: use the ← and → keys to turn chapters.