ΓΕΝΕΣΙΣ 22
Septuagint (Brenton Greek text, with Apocrypha)Original language
Septuagint (Brenton Greek text, with Apocrypha)
Chinese Union Version, punctuated (Simplified)
1Καὶ ἐγένετο μετὰ τὰ ῥήματα ταῦτα ὁ Θεὸς ἐπείρασε τὸν Ἁβραὰμ, καὶ εἶπεν αὐτῷ, Ἁβραὰμ, Ἁβραάμ· καὶ εἶπεν, ἰδοὺ ἐγώ.
1这些事以后, 神要试验 亚伯拉罕 ,就呼叫他说:「 亚伯拉罕 !」他说:「我在这里。」
2Καὶ εἶπε, λάβε τὸν υἱόν σου τὸν ἀγαπητὸν, ὃν ἠγάπησας, τὸν Ἰσαὰκ, καὶ πορεύθητι εἰς τὴν γῆν τὴν ὑψηλὴν, καὶ ἀνένεγκε αὐτὸν ἐκεῖ εἰς ὁλοκάρπωσιν ἐφʼ ἓν τῶν ὀρέων ὧν ἄν σοι εἴπω.
2神说:「你带着你的儿子,就是你独生的儿子,你所爱的 以撒 ,往 摩利亚 地去,在我所要指示你的山上,把他献为燔祭。」
3Ἀναστὰς δὲ Ἁβραὰμ τὸ πρωῒ, ἐπέσαξε τὴν ὄνον αὐτοῦ· παρέλαβε δὲ μεθʼ ἑαυτοῦ δύο παῖδας, καὶ Ἰσαὰκ τὸν υἱὸν αὐτοῦ· καὶ σχίσας ξύλα εἰς ὁλοκάρπωσιν, ἀναστὰς ἐπορεύθη, καὶ ἦλθεν ἐπὶ τὸν τόπον, ὃν εἶπεν αὐτῷ ὁ Θεὸς, τῇ ἡμέρᾳ τῇ τρίτῃ.
3亚伯拉罕 清早起来,备上驴,带着两个仆人和他儿子 以撒 ,也劈好了燔祭的柴,就起身往 神所指示他的地方去了。
4Καὶ ἀναβλέψας Ἁβραὰμ τοῖς ὀφθαλμοῖς αὐτοῦ, εἶδε τὸν τόπον μακρόθεν.
4到了第三日, 亚伯拉罕 举目远远地看见那地方。
5Καὶ εἶπεν Ἁβραὰμ τοῖς παισὶν αὐτοῦ, καθίσατε αὐτοῦ μετὰ τῆς ὄνου· ἐγὼ δὲ καὶ τὸ παιδάριον διελευσόμεθα ἕως ὧδε· καὶ προσκυνήσαντες ἀναστρέψομεν πρὸς ὑμᾶς.
5亚伯拉罕 对他的仆人说:「你们和驴在此等候,我与童子往那里去拜一拜,就回到你们这里来。」
6Ἔλαβε δὲ Ἁβραὰμ τὰ ξύλα τῆς ὁλοκαρπώσεως, καὶ ἐπέθηκεν Ἰσαὰκ τῷ υἱῷ αὐτοῦ· ἔλαβε δὲ μετὰ χεῖρας καὶ τὸ πῦρ καὶ τὴν μάχαιραν, καὶ ἐπορεύθησαν οἱ δύο ἅμα.
6亚伯拉罕 把燔祭的柴放在他儿子 以撒 身上,自己手里拿着火与刀;于是二人同行。
7Εἶπε δὲ Ἰσαὰκ πρὸς Ἁβραὰμ τὸν πατέρα αὐτοῦ, πάτερ· ὁ δὲ εἶπε, τί ἐστι, τέκνον; εἶπε, δὲ, ἰδοὺ τὸ πῦρ καὶ τὰ ξύλα, ποῦ ἐστὶ τὸ πρόβατον τὸ εἰς ὁλοκάρπωσιν;
7以撒 对他父亲 亚伯拉罕 说:「父亲哪!」 亚伯拉罕 说:「我儿,我在这里。」 以撒 说:「请看,火与柴都有了,但燔祭的羊羔在哪里呢?」
8Εἶπε δὲ Ἁβραὰμ, ὁ Θεὸς ὄψεται ἑαυτῷ πρόβατον εἰς ὁλοκάρπωσιν, τέκνον. πορευθέντες δὲ ἀμφότεροι ἅμα,
8亚伯拉罕 说:「我儿, 神必自己预备作燔祭的羊羔。」于是二人同行。
9ἦλθον ἐπὶ τὸν τόπον, ὃν εἶπεν αὐτῷ ὁ Θεός· καὶ ᾠκοδόμησεν ἐκεῖ Ἁβραὰμ τὸ θυσιαστήριον, καὶ ἐπέθηκε τὰ ξύλα· καὶ συμποδίσας Ἰσαὰκ τὸν υἱὸν αὐτοῦ, ἐπέθηκεν αὐτὸν ἐπὶ τὸ θυσιαστήριον ἐπάνω τῶν ξύλων.
9他们到了 神所指示的地方, 亚伯拉罕 在那里筑坛,把柴摆好,捆绑他的儿子 以撒 ,放在坛的柴上。
10Καὶ ἐξέτεινεν Ἁβραὰμ τὴν χεῖρα αὐτοῦ λαβεῖν τὴν μάχαιραν, σφάξαι τὸν υἱὸν αὐτοῦ.
10亚伯拉罕 就伸手拿刀,要杀他的儿子。
11Καὶ ἐκάλεσεν αὐτὸν Ἄγγελος Κυρίου ἐκ τοῦ οὐρανοῦ, καὶ εἶπεν, Ἁβραὰμ, Ἁβραάμ· ὁ δὲ εἶπεν, ἰδοὺ ἐγώ.
11耶和华的使者从天上呼叫他说:「 亚伯拉罕 ! 亚伯拉罕 !」他说:「我在这里。」
12Καὶ εἶπε, μὴ ἐπιβάλῃς τὴν χεῖρά σου ἐπὶ τὸ παιδάριον, μηδὲ ποιήσῃς αὐτῷ μηδέν· νῦν γὰρ ἔγνων, ὅτι φοβῇ σὺ τὸν Θεόν· καὶ οὐκ ἐφείσω τοῦ υἱοῦ σου τοῦ ἀγαπητοῦ διʼ ἐμέ.
12天使说:「你不可在这童子身上下手。一点不可害他!现在我知道你是敬畏 神的了;因为你没有将你的儿子,就是你独生的儿子,留下不给我。」
13Καὶ ἀναβλέψας Ἁβραὰμ τοῖς ὀφθαλμοῖς αὐτοῦ εἶδε, καὶ ἰδοὺ κριὸς εἷς κατεχόμενος ἐν φυτῷ Σαβὲκ τῶν κεράτων. Καὶ ἐπορεύθη Ἁβραὰμ, καὶ ἔλαβε τὸν κριὸν, καὶ ἁνήνεγκεν αὐτὸν εἰς ὁλοκάρπωσιν ἀντὶ Ἰσαὰκ τοῦ υἱοῦ αὐτοῦ.
13亚伯拉罕 举目观看,不料,有一只公羊,两角扣在稠密的小树中, 亚伯拉罕 就取了那只公羊来,献为燔祭,代替他的儿子。
14Καὶ ἐκάλεσεν Ἁβραὰμ τὸ ὄνομα τοῦ τόπου ἐκείνου, Κύριος εἶδεν· ἵνα εἴπωσιν σήμερον, ἐν τῷ ὄρει Κύριος ὤφθη.
14亚伯拉罕 给那地方起名叫「耶和华以勒」,直到今日人还说:「在耶和华的山上必有预备。」
15Καὶ ἐκάλεσεν Ἄγγελος Κυρίου τὸν Ἁβραὰμ δεύτερον ἐκ τοῦ οὐρανοῦ,
15耶和华的使者第二次从天上呼叫 亚伯拉罕 说:
16λέγων, Κατʼ ἐμαυτοῦ ὤμοσα, λέγει Κύριος, οὗ εἵνεκεν ἐποίησας τὸ ῥῆμα τοῦτο, καὶ οὐκ ἐφείσω τοῦ υἱοῦ σου τοῦ ἀγαπτοῦ διʼ ἐμὲ,
16「耶和华说:『你既行了这事,不留下你的儿子,就是你独生的儿子,我便指着自己起誓说:
17Ἦ μὴν εὐλογῶν εὐλογήσω σε, καὶ πληθύνων πληθυνῶ τὸ σπέρμα σου, ὡς τοὺς ἀστέρας τοῦ οὐρανοῦ, καὶ ὡς τὴν ἄμμον τὴν παρὰ τὸ χεῖλος τῆς θαλάσσης· καὶ κληρονομήσει τὸ σπέρμα σου τὰς πόλεις τῶν ὑπεναντίων.
17论福,我必赐大福给你;论子孙,我必叫你的子孙多起来,如同天上的星,海边的沙。你子孙必得着仇敌的城门,
18Καὶ ἐνευλογηθήσονται ἐν τῷ σπέρματί σου πάντα τὰ ἔθνη τῆς γῆς, ἀνθʼ ὧν ὑπήκουσας τῆς ἐμῆς φωνῆς.
18并且地上万国都必因你的后裔得福,因为你听从了我的话。』」
19Ἀπεστράφη δὲ Ἁβραὰμ πρὸς τοὺς παῖδας αὐτοῦ· καὶ ἀναστάντες ἐπορεύθησαν ἅμα ἐπὶ τὸ φρέαρ τοῦ ὅρκου. Καὶ κατῴκησεν Ἁβραὰμ ἐπὶ τὸ φρέαρ τοῦ ὅρκου.
19于是 亚伯拉罕 回到他仆人那里,他们一同起身往 别是巴 去, 亚伯拉罕 就住在 别是巴 。
20Ἐγένετο δὲ μετὰ τὰ ῥήματα ταῦτα, καὶ ἀνηγγέλη τῷ Ἁβραὰμ, λέγοντες, ἰδοὺ τέτοκε Μελχὰ καὶ αὐτὴ υἱοὺς τῷ Ναχὼρ τῷ ἀδελφῷ σου,
20这事以后,有人告诉 亚伯拉罕 说:「 密迦 给你兄弟 拿鹤 生了几个儿子,
21τὸν Οὒζ πρωτότοκον, καὶ τὸν Βαὺξ ἀδελφὸν αὐτοῦ, καὶ τὸν Καμουὴλ πατέρα Σύρων,
21长子是 乌斯 ,他的兄弟是 布斯 和 亚兰 的父亲 基母利 ,
22καὶ τὸν Χαζὰδ, καὶ Ἀζαῦ, καὶ τὸν Φαλδὲς, καὶ τὸν Ἰελδὰφ, καὶ τὸν Βαθουήλ.
22并 基薛 、 哈琐 、 必达 、 益拉 、 彼土利 ( 彼土利 生 利百加 )。」
23Βαθουὴλ δὲ ἐγέννησε τὴν Ῥεβέκκαν. ὀκτὼ οὗτοι υἱοὶ, οὓς ἔτεκε Μελχὰ τῷ Ναχὼρ τῷ ἀδελφῷ Ἁβραάμ.
23这八个人都是 密迦 给 亚伯拉罕 的兄弟 拿鹤 生的。
24Καὶ ἡ παλλακὴ αὐτοῦ, ᾗ ὄνομα Ῥεύμα, ἔτεκε καὶ αὐτὴ τὸν Ταβὲκ, καὶ τὸν Ταὰμ, καὶ τὸν Τοχός, καὶ τὸν Μοχά.
24拿鹤 的妾名叫 流玛 ,生了 提八 、 迦含 、 他辖 ,和 玛迦 。
Tip: use the ← and → keys to turn chapters.