ΓΕΝΕΣΙΣ 49
Septuagint (Brenton Greek text, with Apocrypha)Original language
Septuagint (Brenton Greek text, with Apocrypha)
Chinese Union Version, punctuated (Simplified)
1Ἐκάλεσε δὲ Ἰακὼβ τοὺς υἱοὺς αὐτοῦ, καὶ εἶπεν αὐτοῖς, συνάχθητε, ἵνα ἀναγγείλω ὑμῖν, τί ἀπαντήσει ὑμῖν ἐπʼ ἐσχάτων τῶν ἡμέρων.
1雅各 叫了他的儿子们来,说:「你们都来聚集,我好把你们日后必遇的事告诉你们。
2Συνάχθητε, καὶ ἀκούσατέ μου, υἱοὶ Ἰακώβ· ἀκούσατε Ἰσραὴλ, ἀκούσατε τοῦ πατρὸς ὑμῶν.
2雅各 的儿子们,你们要聚集而听, 要听你们父亲 以色列 的话。
3Ῥουβὴν πρωτότοκός μου, σὺ ἰσχύς μου, καὶ ἀρχὴ τέκνων μου, σκληρὸς φέρεσθαι, καὶ σκληρὸς αὐθάδης.
3吕便 哪,你是我的长子, 是我力量强壮的时候生的, 本当大有尊荣,权力超众。
4Ἐξύβρισας ὡς ὕδωρ, μὴ ἐκζέσῃς, ἀνέβης γὰρ ἐπὶ τὴν κοίτην τοῦ πατρός σου· τότε ἐμίανας τὴν στρωμνὴν, οὗ ἀνέβης.
4但你 放纵情欲, 滚沸如水, 必不得居首位; 因为你上了你父亲的床, 污秽了我的榻。
5Συμεὼν καὶ Λευὶ ἀδελφοὶ συνετέλεσαν ἀδικίαν ἐξαιρέσεως αὐτῶν·
5西缅 和 利未 是弟兄; 他们的刀剑是残忍的器具。
6Εἰς βουλὴν αὐτῶν μὴ ἔλθοι ἡ ψυχή μου, καὶ ἐπὶ τῇ συστάσει αὐτῶν μὴ ἐρίσαι τὰ ἥπατά μου· ὅτι ἐν τῷ θυμῷ αὐτῶν ἀπέκτειναν ἀνθρώπους, καὶ ἐν τῇ ἐπιθυμίᾳ αὐτῶν ἐνευροκόπησαν ταῦρον.
6我的灵啊,不要与他们同谋; 我的心哪,不要与他们联络; 因为他们趁怒杀害人命, 任意砍断牛腿大筋。
7Ἐπικατάρατος ὁ θυμὸς αὐτὼν, ὅτι αὐθάδης· καὶ ἡ μῆνις αὐτῶν, ὅτι ἐσκληρύνθη· διαμεριῷ αὐτοὺς ἐν Ἰακὼβ, καὶ διασπερῷ αὐτοὺς ἐν Ἰσραήλ.
7他们的怒气暴烈可咒; 他们的忿恨残忍可诅。 我要使他们分居在 雅各 家里 , 散住在 以色列 地中 。
8Ἰούδα, σὲ αἰνέσαισαν οἱ ἀδελφοί σου· αἱ χεῖρές σου ἐπὶ νώτου τῶν ἐχθρῶν σου· προσκυνήσουσί σοι οἱ υἱοὶ τοῦ πατρός σου.
8犹大 啊,你弟兄们必赞美你; 你手必掐住仇敌的颈项; 你父亲的儿子们必向你下拜。
9Σκύμνος λέοντος Ἰούδα· ἐκ βλαστοῦ, υἱέ μου, ἀνέβης· ἀναπεσὼν ἐκοιμήθης ὡς λέων καὶ ὡς σκύμνος· τίς ἐγερεῖ αὐτόν;
9犹大 是个小狮子; 我儿啊,你抓了食便上去。 你屈下身去,卧如公狮, 蹲如母狮,谁敢惹你?
10Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἐὰν ἔλθῃ τὰ ἀποκείμενα αὐτῷ· καὶ αὐτὸς προσδοκία ἐθνῶν.
10圭必不离 犹大 , 杖必不离他两脚之间, 直等细罗来到, 万民都必归顺。
11Δεσμεύων πρὸς ἄμπελον τὸν πῶλον αὐτοῦ, καὶ τῇ ἕλικι τὸν πῶλον τῆς ὄνου αὐτοῦ, πλυνεῖ ἐν οἴνῳ τὴν στολὴν αὐτοῦ, καὶ ἐν αἵματι σταφυλῆς τὴν περιβολὴν αὐτοῦ.
11犹大 把小驴拴在葡萄树上, 把驴驹拴在美好的葡萄树上。 他在葡萄酒中洗了衣服, 在葡萄汁中洗了袍褂。
12Χαροποιοὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ὑπὲρ οἶνον· καὶ λευκοὶ οἱ ὀδόντες αὐτοῦ ἢ γάλα.
12他的眼睛必因酒红润; 他的牙齿必因奶白亮。
13Ζαβουλὼν παράλιος κατοικήσει καὶ αὐτὸς παρʼ ὅρμον πλοίων, καὶ παρατενεῖ ἕως Σιδῶνος.
13西布伦 必住在海口, 必成为停船的海口; 他的境界必延到 西顿 。
14Ἰσσάχαρ τὸ καλὸν ἐπεθύμησεν, ἀναπαυόμενος ἀνὰ μέσον τῶν κλήρων.
14以萨迦 是个强壮的驴, 卧在羊圈之中。
15Καὶ ἰδὼν τὴν ἀνάπαυσιν ὅτι καλὴ, καὶ τὴν γῆν ὅτι πίων, ὑπέθηκε τὸν ὦμον αὐτοῦ εἰς τὸ πονεῖν, καὶ ἐγενήθη ἀνὴρ γεωργός.
15他以安静为佳,以肥地为美, 便低肩背重,成为服苦的仆人。
16Δὰν κρινεῖ τὸν λαὸν αὐτοῦ, ὡσεὶ καὶ μία φυλὴ ἐν Ἰσραήλ.
16但 必判断他的民, 作 以色列 支派之一。
17Καὶ γενηθητω Δὰν ὄφις ἐφʼ ὁδοῦ, ἐγκαθήμενος ἐπὶ τρίβου, δάκνων πτέρναν ἵππου· καὶ πεσεῖται ὁ ἱππεὺς εἰς τὰ ὀπίσω,
17但 必作道上的蛇,路中的虺, 咬伤马蹄,使骑马的坠落于后。
18τὴν σωτηρίαν περιμένων Κυρίου.
18耶和华啊,我向来等候你的救恩。
19Γὰδ, πειρατήριον πειρατεύσει αὐτόν· αὐτὸς δὲ πειράτεύσει αὐτὸν κατὰ πόδας.
19迦得 必被敌军追逼, 他却要追逼他们的脚跟。
20Ἀσὴρ, πίων αὐτοῦ ὁ ἄρτος· καὶ αὐτὸς δώσει τρυφὴν ἄρχουσι.
20亚设 之地必出肥美的粮食, 且出君王的美味。
21Νεφθαλὶ στέλεχος ἀνειμένον, ἐπιδιδοὺς ἐν τῷ γεννήματι κάλλος.
21拿弗他利 是被释放的母鹿; 他出嘉美的言语。
22Υἱὸς ηὐξημένος Ἰωσὴφ, υἱὸς ηὐξημένος μου ζηλωτὸς, υἱός μου νεώτατος· πρός με ἀνάστρεψον.
22约瑟 是多结果子的树枝, 是泉旁多结果的枝子; 他的枝条探出墙外。
23Εἰς ὃν διαβουλευόμενοι ἐλοιδόρουν, καὶ ἐνεῖχον αὐτῷ κύριοι τοξευμάτων.
23弓箭手将他苦害, 向他射箭,逼迫他。
24Καὶ συνετρίβη μετὰ κράτους τὰ τόξα αὐτῶν· καὶ ἐξελύθη τὰ νεῦρα βραχιόνων χειρὸς αὐτῶν, διὰ χεῖρα δυνάστου Ἰακώβ· ἐκεῖθεν ὁ κατισχύσας Ἰσραὴλ παρὰ Θεοῦ τοῦ πατρός σου.
24但他的弓仍旧坚硬; 他的手健壮敏捷。 这是因 以色列 的牧者, 以色列 的磐石— 就是 雅各 的大能者。
25Καὶ ἐβοήθησέ σοι ὁ Θεὸς ὁ ἐμὸς, καὶ εὐλόγησέ σε εὐλογίαν οὐρανοῦ ἄνωθεν, καὶ εὐλογίαν γῆς ἐχούσης πάντα, εἵνεκεν εὐλογίας μαστῶν καὶ μήτρας,
25你父亲的 神必帮助你; 那全能者必将天上所有的福, 地里所藏的福,以及生产乳养的福,都赐给你。
26εὐλογίας πατρός σου καὶ μητρός σου· ὑπερίσχυσεν ὑπὲρ εὐλογίας ὀρέων μονίμων, καὶ ἐπʼ εὐλογίαις θινῶν ἀενάων· ἔσονται ἐπὶ κεφαλὴν Ἰωσὴφ, καὶ ἐπὶ κορυφῆς ὧν ἡγήσατο ἀδελφῶν.
26你父亲所祝的福 胜过我祖先所祝的福, 如永世的山岭,至极的边界; 这些福必降在 约瑟 的头上, 临到那与弟兄迥别之人的顶上。
27Βενιαμὶν λύκος ἅρπαξ, τὸ πρωϊνὸν ἔδεται ἔτι, καὶ εἰς τὸ ἑσπέρας δίδωσι τροφήν.
27便雅悯 是个撕掠的狼, 早晨要吃他所抓的, 晚上要分他所夺的。」
28Πάντες οὕτοι υἱοὶ Ἰακὼβ δώδεκα· καὶ ταῦτα ἐλάλησεν αὐτοῖς ὁ πατὴρ αὐτῶν· καὶ εὐλόγησεν αὐτούς· ἕκαστον κατὰ τὴν εὐλογίαν αὐτοῦ εὐλόγησεν αὐτούς.
28这一切是 以色列 的十二支派;这也是他们的父亲对他们所说的话,为他们所祝的福,都是按着各人的福分为他们祝福。
29Καὶ εἶπεν αὐτοῖς, ἐγὼ προστίθεμαι πρὸς τὸν ἐμὸν λαόν· θάψτέ με μετὰ τῶν πατέρων μου ἐν τῷ σπηλαίῳ, ὅ ἐστιν ἐν τῷ ἀγρῷ Ἐφρὼν τοῦ Χετταίου,
29他又嘱咐他们说:「我将要归到我列祖那里,你们要将我葬在 赫 人 以弗 田间的洞里,与我祖我父在一处,
30ἐν τῷ σπηλαίῳ τῷ διπλῷ, τῷ ἀπέναντι Μαμβρῆ, ἐν γῇ Χαναὰν, ὃ ἐκτήσατο Ἁβραὰμ τὸ σπήλαιον παρὰ Ἐφρὼν τοῦ Χετταίου ἐν κτήσει μνημείου.
30就是在 迦南 地 幔利 前、 麦比拉 田间的洞;那洞和田是 亚伯拉罕 向 赫 人 以弗 买来为业,作坟地的。
31Ἐκεῖ ἔθαψαν Ἁβραὰμ καὶ Σάῤῥαν τὴν γυναῖκα αὐτοῦ· ἐκεῖ ἔθαψαν Ἰσαὰκ καὶ Ῥεβέκκαν τὴν γυναῖκα αὐτοῦ· ἐκεῖ ἔθαψαν Λείαν·
31他们在那里葬了 亚伯拉罕 和他妻子 撒拉 ,又在那里葬了 以撒 和他的妻子 利百加 ;我也在那里葬了 利亚 。
32Ἐν κτήσει τοῦ ἀγροῦ καὶ τοῦ σπηλαίου τοῦ ὄντος ἐν αὐτῷ, παρὰ τῶν υἱῶν Χέτ.
32那块田和田间的洞原是向 赫 人买的。」
33Καὶ κατέπαυσεν Ἰακὼβ ἐπιτάσσων τοῖς υἱοῖς αὐτοῦ· καὶ ἐξᾴρας τοὺς πόδας αὐτοῦ ἐπὶ τὴν κλίνην, ἐξέλιπε· καὶ προσετέθη πρὸς τὸν λαὸν αὐτοῦ.
33雅各 嘱咐众子已毕,就把脚收在床上,气绝而死,归他列祖那里去了。
Tip: use the ← and → keys to turn chapters.