ΒΑΣΙΛΕΙΩΝ Β 1
Septuagint (Brenton Greek text, with Apocrypha)Original language
Septuagint (Brenton Greek text, with Apocrypha)
Chinese Union Version, punctuated (Simplified)
1ΚΑΙ ἐγένετο μετὰ τὸ ἀποθανεῖν Σαοὺλ, καὶ Δαυὶδ ἀνέστρεψε τύπτων τὸν Ἀμαλὴκ, καὶ ἐκάθισε Δαυὶδ ἐν Σεκελὰκ ἡμέρας δύο.
1扫罗 死后, 大卫 击杀 亚玛力 人回来,在 洗革拉 住了两天。
2Καὶ ἐγενήθη τῇ ἡμέρᾳ τῇ τρίτῃ, καὶ ἰδοὺ ἀνὴρ ἦλθεν ἐκ τῆς παρεμβολῆς ἐκ τοῦ λαοῦ Σαοὺλ, καὶ τὰ ἱμάτια αὐτοῦ διεῤῥωγότα, καὶ γῆ ἐπὶ τῆς κεφαλῆς αὐτοῦ· καὶ ἐγένετο ἐν τῷ εἰσελθεῖν αὐτὸν πρὸς Δαυὶδ, καὶ ἔπεσεν ἐπὶ τὴν γῆν καὶ προσεκύνησεν αὐτῷ.
2第三天,有一人从 扫罗 的营里出来,衣服撕裂,头蒙灰尘,到 大卫 面前伏地叩拜。
3Καὶ εἶπεν αὐτῷ Δαυὶδ, πόθεν σὺ παραγίνῃ; καὶ εἶπεν πρὸς αὐτὸν, ἐκ τῆς παρεμβολῆς Ἰσραὴλ ἐγὼ διασέσωσμαι.
3大卫 问他说:「你从哪里来?」他说:「我从 以色列 的营里逃来。」
4Καὶ εἶπεν αὐτῷ Δαυὶδ, τίς ὁ λόγος οὗτος; ἀπάγγειλόν μοι· καὶ εἶπεν, ὅτι ἔφυγεν ὁ λαὸς ἐκ τοῦ πολέμου, καὶ πεπτώκασι πολλοὶ ἐκ τοῦ λαοῦ καὶ ἀπέθανον, καὶ Σαοὺλ καὶ Ἰωνάθαν ὁ υἱὸς αὐτοῦ ἀπέθανε.
4大卫 又问他说:「事情怎样?请你告诉我。」他回答说:「百姓从阵上逃跑,也有许多人仆倒死亡; 扫罗 和他儿子 约拿单 也死了。」
5Καὶ εἶπε Δαυὶδ τῷ παιδαρίῳ τῷ ἀπαγγελλοντι αὐτῷ, πῶς οἶδας ὅτι τέθνηκε Σαοὺλ καὶ Ἰωνάθαν ὁ υἱὸς αὐτοῦ;
5大卫 问报信的少年人说:「你怎么知道 扫罗 和他儿子 约拿单 死了呢?」
6Καὶ εἶπε τὸ παιδάριον τὸ ἀπαγγέλλον αὐτῷ, περιπτώματι περιέπεσον ἐν τῷ ὄρει τῷ Γελβουὲ, καὶ ἰδοὺ Σαοὺλ ἐπεστήρικτο ἐπὶ τὸ δόρυ αὐτοῦ, καὶ ἰδοὺ τὰ ἅρματα καὶ οἱ ἱππάρχαι συνῆψαν αὐτῷ.
6报信的少年人说:「我偶然到 基利波山 ,看见 扫罗 伏在自己枪上,有战车、马兵紧紧地追他。
7Καὶ ἐπέβλεψεν ἐπὶ τὰ ὀπίσω αὐτοῦ, καὶ εἶδέ με, καὶ ἐκάλεσέ με· καὶ εἶπα, ἰδοὺ ἐγώ.
7他回头看见我,就呼叫我。我说:『我在这里。』
8Καὶ εἶπέ μοι, τίς εἶ σύ; καὶ εἶπα, Ἀμαληκίτης ἐγώ εἰμι.
8他问我说:『你是什么人?』我说:『我是 亚玛力 人。』
9Καὶ εἶπε πρὸς μὲ, στῆθι δὴ ἐπάνω μου καὶ θανάτωσόν με, ὅτι κατέσχε με σκότος δεινὸν, ὅτι πᾶσα ἡ ψυχή μου ἐν ἐμοί.
9他说:『请你来,将我杀死;因为痛苦抓住我,我的生命尚存。』
10Καὶ ἐπέστην ἐπʼ αὐτὸν καὶ ἐθανάτωσα αὐτὸν, ὅτι ᾔδειν ὅτι οὐ ζήσεται μετὰ τὸ πεσεῖν αὐτόν· καὶ ἔλαβον τὸ βασίλειον τὸ ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, καὶ τὸν χλιδόνα τὸν ἐπὶ τοῦ βραχίονος αὐτοῦ, καὶ ἐνήνοχα αὐτὰ τῷ κυρίῳ μου ὧδε.
10我准知他仆倒必不能活,就去将他杀死,把他头上的冠冕、臂上的镯子拿到我主这里。」
11Καὶ ἐκράτησε Δαυὶδ τῶν ἱματίων αὐτοῦ, καὶ διέῤῥηξεν αὐτά· καὶ πάντες οἱ ἄνδρες οἱ μετʼ αὐτοῦ διέῤῥηξαν τὰ ἱμάτια αὐτῶν.
11大卫 就撕裂衣服,跟随他的人也是如此,
12Καὶ ἐκόψαντο καὶ ἔκλαυσαν καὶ ἐνήστευσαν ἕως δείλης ἐπὶ Σαοὺλ καὶ ἐπὶ Ἰωνάθαν τὸν υἱὸν αὐτοῦ καὶ ἐπὶ τὸν λαὸν Ἰούδα καὶ ἐπὶ τὸν οἶκον Ἰσραὴλ, ὅτι ἐπλήγησαν ἐν ῥομφαίᾳ.
12而且悲哀哭号,禁食到晚上,是因 扫罗 和他儿子 约拿单 ,并耶和华的民 以色列 家的人,倒在刀下。
13Καὶ εἶπε Δαυὶδ τῷ παιδαρίῳ τῷ ἀπαγγέλλοντι αὐτῷ, πόθεν εἶ σύ; καὶ εἶπεν, υἱὸς ανδρὸς παροίκου Ἀμαληκίτου ἐγώ εἰμι.
13大卫 问报信的少年人说:「你是哪里的人?」他说:「我是 亚玛力 客人的儿子。」
14Καὶ εἶπεν αὐτῷ Δαυὶδ, πῶς οὐκ ἐφοβήθης ἐπενεγκεῖν χεῖρά σου διαφθεῖραι τὸν χριστὸν Κυρίου;
14大卫 说:「你伸手杀害耶和华的受膏者,怎么不畏惧呢?」
15Καὶ ἐκάλεσε Δαυὶδ ἓν τῶν παιδαρίων αὐτοῦ, καὶ εἶπε, προσελθὼν ἀπάντησον αὐτῷ· καὶ ἐπάταξεν αὐτὸν, καὶ ἀπέθανε.
15大卫 叫了一个少年人来,说:「你去杀他吧!」
16Καὶ εἶπε πρὸς αὐτὸν Δαυὶδ, τὸ αἷμά σου ἐπὶ τὴν κεφαλήν σου, ὅτι τὸ στόμα σου ἀπεκρίθη κατὰ σοῦ, λέγον, ὅτι ἐγὼ ἐθανάτωσα τὸν χριστὸν Κυρίου.
16大卫 对他说:「你流人血的罪归到自己的头上,因为你亲口作见证说:『我杀了耶和华的受膏者。』」少年人就把他杀了。
17Καὶ ἐθρήνησε Δαυὶδ τὸν θρῆνον τοῦτον ἐπὶ Σαοὺλ καὶ ἐπὶ Ἰωνάθαν τὸν υἱὸν αὐτοῦ.
17大卫 作哀歌,吊 扫罗 和他儿子 约拿单 ,
18Καὶ εἶπε τοῦ διδάξαι τοὺς υἱοὺς Ἰούδα· ἰδοὺ γέγραπται ἐπὶ βιβλίου τοῦ εὐθοῦς.
18且吩咐将这歌教导 犹大 人。这歌名叫「弓歌」,写在 雅煞珥 书上。
19Στήλωσον Ἰσραὴλ ὑπὲρ τῶν τεθνηκότων ἐπὶ τὰ ὕψη σου τραυματιῶν· πῶς ἔπεσαν δυνατοί;
19歌中说 : 以色列 啊, 你尊荣者在山上被杀! 大英雄何竟死亡!
20Μὴ ἀναγγείλητε ἐν Γὲθ, καὶ μὴ εὐαγγελίσησθε ἐν ταῖς ἐξόδοις Ἀσκάλωνος, μή ποτε εὐφρανθῶσι θυγατέρες ἀλλοφύλων, μή ποτε ἀγαλλιάσωνται θυγατέρες τῶν ἀπεριτμήτων.
20不要在 迦特 报告; 不要在 亚实基伦 街上传扬; 免得 非利士 的女子欢乐; 免得未受割礼之人的女子矜夸。
21Ὄρη τὰ ἐν Γελβουὲ μὴ καταβάτω δρόσος καὶ μὴ ὑετὸς ἐφʼ ὑμᾶς, καὶ ἀγροὶ ἀπαρχῶν, ὅτι ἐκεῖ προσωχθίσθη θυρεὸς δυνατῶν· θυρεὸς Σαοὺλ οὐκ ἐχρίσθη ἐν ἐλαίῳ.
21基利波山 哪,愿你那里没有雨露! 愿你田地无土产可作供物! 因为英雄的盾牌在那里被污丢弃; 扫罗 的盾牌仿佛未曾抹油。
22Ἀφʼ αἵματος τραυματιῶν καὶ ἀπὸ στέατος δυνατῶν τόξον Ἰωνάθαν οὐκ ἀπεστράφη κενὸν εἰς τὰ ὀπίσω, καὶ ῥομφαία Σαοὺλ οὐκ ἀνέκαμψε κενή.
22约拿单 的弓箭非流敌人的血不退缩; 扫罗 的刀剑非剖勇士的油不收回。
23Σαοὺλ καὶ Ἰωνάθαν οἱ ἠγαπημένοι καὶ ὡραῖοι οὐ διακεχωρισμένοι, εὐπρεπεῖς ἐν τῇ ζωῇ αὐτῶν, καὶ ἐν τῷ θανάτῳ αὐτῶν οὐ διεχωρίσθησαν· ὑπὲρ ἀετοὺς κοῦφοι, καὶ ὑπὲρ λέοντας ἐκραταιώθησαν.
23扫罗 和 约拿单 — 活时相悦相爱,死时也不分离 —他们比鹰更快,比狮子还强。
24Θυγατέρες Ἰσραὴλ ἐπὶ Σαοὺλ κλαύσατε, τὸν ἐνδιδύσκοντα ὑμᾶς κόκκινα μετὰ κόσμου ὑμῶν, τὸν ἀναφέροντα κόσμον χρυσοῦν ἐπὶ τὰ ἐνδύματα ὑμῶν.
24以色列 的女子啊,当为 扫罗 哭号! 他曾使你们穿朱红色的美衣, 使你们衣服有黄金的妆饰。
25Πῶς ἔπεσαν δυνατοὶ ἐν μέσῳ τοῦ πολέμου, Ἰωνάθαν ἐπὶ τὰ ὕψη σου τραυματίαι;
25英雄何竟在阵上仆倒! 约拿单 何竟在山上被杀!
26Ἀλγῶ ἐπὶ σοὶ, ἀδελφέ μου Ἰωνάθαν, ὡραιώθης μοι σφόδρα, ἐθαυμαστώθη ἡ ἀγάπησίς σου ἐμοὶ ὑπὲρ ἀγάπησιν γυναικῶν.
26我兄 约拿单 哪,我为你悲伤! 我甚喜悦你! 你向我发的爱情奇妙非常, 过于妇女的爱情。
27Πῶς ἔπεσαν δυνατοὶ, καὶ ἀπώλοντο σκεύη πολεμικά;
27英雄何竟仆倒! 战具何竟灭没!
Tip: use the ← and → keys to turn chapters.