ΒΑΣΙΛΕΙΩΝ Β
Chapter 13
Septuagint (Brenton Gree…
vs Chinese Union Vers…
Aa
Text size
Line width
Verse numbers

ΒΑΣΙΛΕΙΩΝ Β 13

Septuagint (Brenton Greek text, with Apocrypha)
Chinese Union Version, punctuated (Simplified)
1Καὶ ἐγενήθη μετὰ ταῦτα καὶ τῷ Ἀβεσσαλὼμ υἱῷ Δαυὶδ ἀδελφὴ καλὴ τῷ εἴδει σφόδρα, καὶ ὄνομα αὐτῇ Θημὰρ, καὶ ἠγάπησεν αὐτὴν Ἀμνὼν υἱὸς Δαυίδ.
1大卫 的儿子 押沙龙 有一个美貌的妹子,名叫 她玛 。 大卫 的儿子 暗嫩 爱她。
2Καὶ ἐθλίβετο Ἀμνὼν ὥστε ἀῤῥωστεῖν διὰ Θημὰρ τὴν ἀδελφὴν αὐτοῦ, ὅτι παρθένος ἦν αὕτη, καὶ ὑπέρογκον ἐν ὀφθαλμοῖς Ἀμνὼν τοῦ ποιῆσαί τι αὐτῇ.
2暗嫩 为他妹子 她玛 忧急成病。 她玛 还是处女, 暗嫩 以为难向她行事。
3Καὶ ἦν τῷ Ἀμνὼν ἑταῖρος, καὶ ὄνομα αὐτῷ Ἰωναδὰβ, υἱὸς Σαμαὰ τοῦ ἀδελφοῦ Δαυίδ· καὶ Ἰωναδὰβ ἀνὴρ σοφὸς σφόδρα,
3暗嫩 有一个朋友,名叫 约拿达 ,是 大卫 长兄 示米亚 的儿子。这 约拿达 为人极其狡猾;
4καὶ εἶπεν αὐτῷ, τί σοι ὅτι σὺ οὕτως ἀσθενὴς, υἱὲ τοῦ βασιλέως, τὸ πρωῒ πρωΐ; οὐκ ἀπαγγέλλεις μοι; καὶ εἶπεν αὐτῷ Ἀμνὼν, Θημὰρ τὴν ἀδελφὴν Ἀβεσσαλὼμ τοῦ ἀδελφοῦ μου ἐγὼ ἀγαπῶ.
4他问 暗嫩 说:「王的儿子啊,为何一天比一天瘦弱呢?请你告诉我。」 暗嫩 回答说:「我爱我兄弟 押沙龙 的妹子 她玛 。」
5Καὶ εἶπεν αὐτῷ Ἰωναδὰβ, κοιμήθητι ἐπὶ τῆς κοίτης σου καὶ μαλακίσθητι, καὶ εἰσελεύσεται ὁ πατήρ σου τοῦ ἰδεῖν σε, καὶ ἐρεῖς πρὸς αὐτὸν, ἐλθέτω δὴ Θημὰρ ἡ ἀδελφή μου, καὶ ψωμισάτω με, καὶ ποιησάτω κατʼ ὀφθαλμούς μου βρῶμα, ὅπως ἴδω καὶ φάγω ἐκ τῶν χειρῶν αὐτῆς.
5约拿达 说:「你不如躺在床上装病;你父亲来看你,就对他说:『求父叫我妹子 她玛 来,在我眼前预备食物,递给我吃,使我看见,好从她手里接过来吃。』」
6Καὶ ἐκοιμήθη Ἀμνὼν καὶ ἠῤῥώστησε· καὶ εἰσῆλθεν ὁ βασιλεὺς ἰδεῖν αὐτόν· καὶ εἶπεν Ἀμνὼν πρὸς τὸν βασιλέα, ἐλθέτω δὴ Θημὰρ ἡ ἀδελφή μου πρὸς μὲ, καὶ κολλυρισάτω ἐν ὀφθαλμοῖς μου δύο κολλυρίδας, καὶ φάγομαι ἐκ τῆς χειρὸς αὐτῆς.
6于是 暗嫩 躺卧装病。王来看他,他对王说:「求父叫我妹子 她玛 来,在我眼前为我做两个饼,我好从她手里接过来吃。」
7Καὶ ἀπέστειλε Δαυὶδ πρὸς Θημὰρ εἰς τὸν οἶκον, λέγων, πορεύθητι δὴ εἰς τὸν οἶκον τοῦ ἀδελφοῦ σου, καὶ ποίησον αὐτῷ βρῶμα.
7大卫 就打发人到宫里,对 她玛 说:「你往你哥哥 暗嫩 的屋里去,为他预备食物。」
8Καὶ ἐπορεύθη Θημὰρ εἰς τὸν οἶκον Ἀμνὼν ἀδελφοῦ αὐτῆς, καὶ αὐτὸς κοιμώμενος· καὶ ἔλαβε τὸ σταῖς καὶ ἐφύρασε, καὶ ἐκολλύρισε κατʼ ὀφθαλμοὺς αὐτοῦ, καὶ ἥψησε τὰς κολλυρίδας.
8她玛 就到她哥哥 暗嫩 的屋里; 暗嫩 正躺卧。 她玛 抟面,在他眼前做饼,且烤熟了,
9Καὶ ἔλαβε τὸ τήγανον καὶ κατεκένωσεν ἐνώπιον αὐτοῦ, καὶ οὐκ ἠθέλησε φαγεῖν· καὶ εἶπεν Ἀμνὼν, ἐξαγάγετε πάντα ἄνδρα ἐπάνωθέν μου· καὶ ἐξήγαγον πάντα ἄνδρα ἀπὸ ἐπάνωθεν αὐτοῦ.
9在他面前将饼从锅里倒出来,他却不肯吃,便说:「众人离开我出去吧!」众人就都离开他,出去了。
10Καὶ εἶπεν Ἀμνὼν πρὸς Θημὰρ, εἰσένεγκε τὸ βρῶμα εἰς τὸ ταμιεῖον, καὶ φάγομαι ἐκ τῆς χειρός σου· καὶ ἔλαβε Θημὰρ τὰς κολλυρίδας ἃς ἐποίησε, καὶ εἰσήνεγκε τῷ Ἀμνὼν ἀδελφῷ αὐτῆς εἰς τὸν κοιτῶνα.
10暗嫩 对 她玛 说:「你把食物拿进卧房,我好从你手里接过来吃。」 她玛 就把所做的饼拿进卧房,到她哥哥 暗嫩 那里,
11Καὶ προσήγαγεν αὐτῷ τοῦ φαγεῖν, καὶ ἐπελάβετο αὐτῆς, καὶ εἶπεν αὐτῇ, δεῦρο, κοιμήθητι μετʼ ἐμοῦ, ἀδελφή μου.
11拿着饼上前给他吃,他便拉住 她玛 ,说:「我妹妹,你来与我同寝。」
12Καὶ εἶπεν αὐτῷ, μὴ ἀδελφέ μου, μὴ ταπεινώσῃς με, διότι οὐ ποιηθήσεται οὕτως ἐν Ἰσραὴλ, μὴ ποιήσῃς τὴν ἀφροσύνην ταύτην.
12她玛 说:「我哥哥,不要玷辱我。 以色列 人中不当这样行,你不要做这丑事;
13Καὶ ἐγὼ ποῦ ἀποίσω τὸ ὄνειδός μου; καὶ σὺ ἔσῃ ὡς εἷς τῶν ἀφρόνων ἐν Ἰσραήλ· καὶ νῦν λάλησον δὴ πρὸς τὸν βασιλέα, ὅτι οὐ μὴ κωλύσῃ με ἀπὸ σοῦ.
13你 玷辱了我 ,我何以掩盖我的羞耻呢?你在 以色列 中也成了愚妄人。你可以求王,他必不禁止我归你。」
14Καὶ οὐκ ἠθέλησεν Ἀμνὼν τοῦ ἀκοῦσαι τῆς φωνῆς αὐτῆς· καὶ ἐκραταίωσεν ὑπὲρ αὐτὴν, καὶ ἐταπείνωσεν αὐτήν, καὶ ἐκοιμήθη μετʼ αὐτῆς.
14但 暗嫩 不肯听她的话,因比她力大,就玷辱她,与她同寝。
15Καὶ ἐμίσησεν αὐτὴν Ἀμνὼν μῖσος μέγα σφόδρα, ὅτι μέγα τὸ μῖσος ὃ ἐμίσησεν αὐτὴν μπὲρ τὴν ἀγάπην ἣν ἠγάπησεν αὐτὴν, ὅτι μείζων ἡ κακία ἡ ἐσχάτη ἢ ἡ πρώτη· καὶ εἶπεν αὐτῇ Ἀμνὼν, ἀνάστηθι, καὶ πορεύου.
15随后, 暗嫩 极其恨她,那恨她的心比先前爱她的心更甚,对她说:「你起来,去吧!」
16Καὶ εἶπεν αὐτῷ Θημὰρ περὶ τῆς κακίας τῆς μεγάλης ταύτης ὑπὲρ ἑτέραν ἣν ἐποίησας μετʼ ἐμοῦ, τοῦ ἐξαποστεῖλαί με· καὶ οὐκ ἐθέλησεν Ἀμνὼν ἀκοῦσαι τῆς φωνῆς αὐτῆς.
16她玛 说:「不要这样!你赶出我去的这罪比你才行的更重!」但 暗嫩 不肯听她的话,
17Καὶ ἐκάλεσε τὸ παιδάριον αὐτοῦ τὸν προεστηκότα τοῦ οἴκου, καὶ εἶπεν αὐτῷ, ἐξαποστείλατε δὴ ταύτην ἀπʼ ἐμοῦ ἔξω, καὶ ἀπόκλεισον τὴν θύραν ὀπίσω αὐτῆς.
17就叫伺候自己的仆人来,说:「将这个女子赶出去!她一出去,你就关门,上闩。」
18Καὶ ἐπʼ αὐτῆς ἦν χιτὼν καρπωτὸς, ὅτι οὕτως ἐνεδιδύσκοντο αἱ θυγατέρες τοῦ βασιλέως αἱ παρθένοι τοὺς ἐπενδύτας αὐτῶν· καὶ ἐξήγαγεν αὐτὴν ὁ λειτουργὸς αὐτοῦ ἔξω, καὶ ἀπέκλεισε τὴν θύραν ὀπίσω αὐτῆς.
18那时 她玛 穿着彩衣,因为没有出嫁的公主都是这样穿。 暗嫩 的仆人就把她赶出去,关门上闩。
19Καὶ ἔλαβε Θημὰρ σποδὸν, καὶ ἐπέθηκεν ἐπὶ τὴν κεφαλὴν αὐτῆς· καὶ τὸν χιτῶνα τὸν καρπωτὸν τὸν ἐπʼ αὐτῆς διέῤῥηξε· καὶ ἐπέθηκε τὰς χεῖρας αὐτῆς ἐπὶ τὴν κεφαλὴν αὐτῆς, καὶ ἐπορεύθη πορευομένη καὶ κράζουσα.
19她玛 把灰尘撒在头上,撕裂所穿的彩衣,以手抱头,一面行走,一面哭喊。
20Καὶ εἶπε πρὸς αὐτὴν Ἀβεσσαλὼμ ὁ ἀδελφὸς αὐτῆς, μὴ Ἀμνὼν ὁ ἀδελφός σου ἐγένετο μετὰ σοῦ; καὶ νῦν ἀδελφή μου κώφευσον, ὅτι ἀδελφός σου ἐστί· μὴ θῇς τὴν καρδίαν σου τοῦ λαλῆσαι τὸ ῥῆμα τοῦτο· καὶ ἐκάθισε Θημὰρ χηρεύουσα ἐν τῷ οἴκῳ Ἀβεσσαλὼμ τοῦ ἀδελφοῦ αὐτῆς.
20她胞兄 押沙龙 问她说:「莫非你哥哥 暗嫩 与你亲近了吗?我妹妹,暂且不要作声,他是你的哥哥,不要将这事放在心上。」 她玛 就孤孤单单地住在她胞兄 押沙龙 家里。
21Καὶ ἤκουσεν ὁ βασιλεὺς Δαυὶδ πάντας τοὺς λόγους τούτους, καὶ ἐθυμώθη σφόδρα, καὶ οὐκ ἐλύπησε τὸ πνεῦμα Ἀμνὼν τοῦ υἱοῦ αὐτοῦ, ὅτι ἠγάπα αὐτὸν, ὅτι πρωτότοκος αὐτοῦ ἦν.
21大卫 王听见这事,就甚发怒。
22Καὶ οὐκ ἐλάλησεν Ἀβεσσαλὼμ μετὰ Ἀμνὼν ἀπὸ πονηροῦ ἕως ἀγαθοῦ, ὅτι ἐμίσει Ἀβεσσαλὼμ τὸν Ἀμνὼν ἐπὶ λόγου οὗ ἐταπείνωσε Θημὰρ τὴν ἀδελφὴν αὐτοῦ.
22押沙龙 并不和他哥哥 暗嫩 说好说歹;因为 暗嫩 玷辱他妹妹 她玛 ,所以 押沙龙 恨恶他。
23Καὶ ἐγένετο εἰς διετηρίδα ἡμερῶν, καὶ ἦσαν κείροντες τῷ Ἀβεσσαλὼμ ἐν Βελασὼρ τῇ ἐχόμενα Ἐφραὶμ, καὶ ἐκάλεσεν Ἀβεσσαλὼμ πάντας τοὺς υἱοὺς τοῦ βασιλέως.
23过了二年,在靠近 以法莲 的 巴力·夏琐 有人为 押沙龙 剪羊毛; 押沙龙 请王的众子与他同去。
24Καὶ ἦλθεν Ἀβεσσαλὼμ πρὸς τὸν βασιλέα, καὶ εἶπεν, ἰδοὺ δὴ κείρουσι τῷ δούλῳ σου, πορευθήτω δὴ ὁ βασιλεὺς καὶ οἱ παῖδες αὐτοῦ μετὰ τοῦ δούλου σου.
24押沙龙 来见王,说:「现在有人为仆人剪羊毛,请王和王的臣仆与仆人同去。」
25Καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Ἀβεσσαλὼμ, μὴ δὴ υἱέ μου, μὴ πορεύθῶμεν πάντες ἡμεῖς, καὶ οὐ μὴ καταβαρυνθῶμεν ἐπὶ σέ· καὶ ἐβιάσατο αὐτόν, καὶ οὐκ ἠθέλησε τοῦ πορευθῆναι, καὶ εὐλόγησεν αὐτόν.
25王对 押沙龙 说:「我儿,我们不必都去,恐怕使你耗费太多。」 押沙龙 再三请王,王仍是不肯去,只为他祝福。
26Καὶ εἶπεν Ἀβεσσαλὼμ πρὸς αὐτὸν, καὶ εἰ μή, πορευθήτω δὴ μεθʼ ἡμῶν Ἀμνὼν ὁ ἀδελφός μου· καὶ εἶπεν αὐτῷ ὁ βασιλεὺς, ἱνατί πορευθῇ μετὰ σοῦ;
26押沙龙 说:「王若不去,求王许我哥哥 暗嫩 同去。」王说:「何必要他去呢?」
27Καὶ ἐβιάσατο αὐτὸν Ἀβεσσαλώμ, καὶ ἀπέστειλε μετʼ αὐτοῦ τὸν Ἀμνὼν καὶ πάντας τοὺς υἱοὺς τοῦ βασιλέως· καὶ ἐποίησεν Ἀβεσσαλὼμ πότον κατὰ τὸν πότον τοῦ βασιλέως.
27押沙龙 再三求王,王就许 暗嫩 和王的众子与他同去。
28Καὶ ἐνετείλατο Ἀβεσσαλὼμ τοῖς παιδαρίοις αὐτοῦ, λέγων, ἴδετε ὡς ἂν ἀγαθυνθῇ ἡ καρδία Ἀμνὼν ἐν τῷ οἴνῳ, καὶ εἴπω πρὸς ὑμᾶς, πατάξατε τὸν Ἀμνὼν, καὶ θανατώσατε αὐτόν· μὴ φοβηθῆτε, ὅτι οὐχὶ ἐγώ εἰμι ὁ ἐντελλόμενος ὑμῖν; ἀνδρίζεσθε καὶ γίνεσθε εἰς υἱοὺς δυνάμεως.
28押沙龙 吩咐仆人说:「你们注意,看 暗嫩 饮酒畅快的时候,我对你们说杀 暗嫩 ,你们便杀他,不要惧怕。这不是我吩咐你们的吗?你们只管壮胆奋勇!」
29Καὶ ἐποίησαν τὰ παιδάρια Ἀβεσσαλὼμ τῷ Ἀμνὼν, καθὰ ἐνετείλατο αὐτοῖς Ἀβεσσαλώμ· καὶ ἀνέστησαν πάντες οἱ υἱοὶ τοῦ βασιλέως, καὶ ἐπεκάθισαν ἀνὴρ ἐπὶ τὴν ἡμιονον αὐτοῦ, καὶ ἔφυγον.
29押沙龙 的仆人就照 押沙龙 所吩咐的,向 暗嫩 行了。王的众子都起来,各人骑上骡子,逃跑了。
30Καὶ ἐγένετο, αὐτῶν ὄντων ἐν τῇ ὁδῷ, καὶ ἡ ἀκοὴ ἦλθε πρὸς Δαυὶδ, λέγων, ἐπάταξεν Ἀβεσσαλὼμ πάντας τοὺς υἱοὺς τοῦ βασιλέως, καὶ οὐ κατελείφθη ἐξ αὐτῶν οὐδὲ εἷς.
30他们还在路上,有风声传到 大卫 那里,说:「 押沙龙 将王的众子都杀了,没有留下一个。」
31Καὶ ἀνέστη ὁ βασιλεὺς καὶ διέῤῥηξε τὰ ἱμάτια αὐτοῦ καὶ ἐκοιμήθη ἐπὶ τὴν γῆν, καὶ πάντες οἱ παῖδες αὐτοῦ οἱ περιεστῶτες αὐτῷ διέῤῥηξαν τὰ ἱμάτια αὐτῶν.
31王就起来,撕裂衣服,躺在地上。王的臣仆也都撕裂衣服,站在旁边。
32Καὶ ἀπεκρίθη Ἰωναδὰβ υἱὸς Σαμαὰ ἀδελφοῦ Δαυὶδ, καὶ εἶπε, μὴ εἰπάτω ὁ κύριός μου ὁ βασιλεὺς ὅτι πάντα τὰ παιδάρια τοὺς υἱοὺς τοῦ βασιλέως ἐθανάτωσεν, ὅτι Ἀμνὼν μονώτατος ἀπέθανεν, ὅτι ἐπὶ στόματος Ἀβεσσαλὼμ ἦν κείμενος ἀπὸ τῆς ἡμέρας ἧς ἐταπείνωσε Θημὰρ τὴν ἀδελφὴν αὐτοῦ.
32大卫 的长兄, 示米亚 的儿子 约拿达 说:「我主,不要以为王的众子—少年人都杀了,只有 暗嫩 一个人死了。自从 暗嫩 玷辱 押沙龙 妹子 她玛 的那日, 押沙龙 就定意杀 暗嫩 了。
33Καὶ νῦν μὴ θέσθω ὁ κύριός μου ὁ βασιλεὺς ἐπὶ τὴν καρδίαν αὐτοῦ ῥῆμα, λέγων, πάντες οἱ υἱοὶ τοῦ βασιλέως ἀπέθανον· ὅτι ἀλλʼ ἢ Ἀμνὼν μονώτατος ἀπέθανε.
33现在,我主我王,不要把这事放在心上,以为王的众子都死了,只有 暗嫩 一个人死了。」
34Καὶ ἀπέδρα Ἀβεσσαλώμ. Καὶ ᾖρε τὸ παιδάριον ὁ σκοπὸς τοὺς ὀφθαλμοὺς αὐτοῦ, καὶ εἶδε· καὶ ἰδοὺ λαὸς πολὺς πορευόμενος ἐν τῇ ὁδῷ ὄπισθεν αὐτοῦ ἐκ πλευρᾶς τοῦ ὄρους ἐν τῇ καταβάσει· καὶ παρεγένετο ὁ σκοπὸς καὶ ἀπήγγειλε τῷ βασιλεῖ, καὶ εἶπεν, ἄνδρας ἑώρακα ἐκ τῆς ὁδοῦ τὴς Ὠρωνῆν ἐκ μέρους τοῦ ὄρους.
34押沙龙 逃跑了。 守望的少年人举目观看,见有许多人从山坡的路上来。
35Καὶ εἶπεν Ἰωναδὰβ πρὸς τὸν βασιλέα, ἰδοὺ οἱ υἱοὶ τοῦ βασιλέως πάρεισι· κατὰ τὸν λόγον τοῦ δούλου σου, οὕτως ἐγένετο.
35约拿达 对王说:「看哪,王的众子都来了,果然与你仆人所说的相合。」
36Καὶ ἐγένετο ἡνίκα συνετέλεσε λαλῶν, καὶ ἰδοὺ οἱ υἱοὶ τοῦ βασιλέως ἦλθον, καὶ ἐπῇραν τὴν φωνὴν αὐτῶν καὶ ἔκλαυσαν· καί γε ὁ βασιλεὺς καὶ πάντες οἱ παῖδες αὐτοῦ ἔκλαυσαν κλαυθμὸν μέγαν σφόδρα.
36话才说完,王的众子都到了,放声大哭;王和臣仆也都哭得甚恸。
37Καὶ Ἀβεσσαλὼμ ἔφυγε, καὶ ἐπορεύθη, πρὸς Θολμὶ υἱὸν Ἐμιοὺδ βασιλέα Γεδσοὺρ εἰς γῆν Χαμααχάδ· καὶ ἐπένθησεν ὁ βασιλεὺς Δαυὶδ ἐπὶ τὸν υἱὸν αὐτοῦ πάσας τὰς ἡμέρας.
37押沙龙 逃到 基述 王 亚米忽 的儿子 达买 那里去了。 大卫 天天为他儿子悲哀。
38Καὶ Ἀβεσσαλὼμ ἀπέδρα, καὶ ἐπορεύθη εἰς Γεδσοὺρ, καὶ ἦν ἐκεῖ ἔτη τρία.
38押沙龙 逃到 基述 ,在那里住了三年。
39Καὶ ἐκόπασεν ὁ βασιλεὺς Δαυὶδ τοῦ ἐξελθεῖν πρὸς Ἀβεσσαλὼμ, ὅτι παρεκλήθη ἐπὶ Ἀμνὼν, ὅτι ἀπέθανε.
39暗嫩 死了以后, 大卫 王得了安慰,心里切切想念 押沙龙 。

Tip: use the ← and → keys to turn chapters.