エゼキエル書
Chapter 41
Freedom Bible (フリーダム・バイブル)
vs Septuagint (Greek …
Aa
Text size
Line width
Verse numbers

エゼキエル書 41

Freedom Bible (フリーダム・バイブル)
Septuagint (Greek Old Testament), second edition
1彼は私を本堂へ連れて行き、脇柱を測った。こちら側の幅は六キュビト、あちら側の幅も六キュビトで、それが幕屋の幅であった。
1ΚΑΙ εἰσήγαγέ με εἰς τὸν ναόν, ᾧ διεμέτρησε τὸ αἰλὰμ πηχῶν ἓξ τὸ πλάτος ἔνθεν
2入口の幅は十キュビト、 入口の両側の壁は、それぞれ五キュビトであった。彼が本堂を測ると、長さは四十キュビト、幅は二十キュビトであった。
2καὶ πηχῶν ἓξ τὸ εὖρος τοῦ αἰλὰμ ἔνθεν, καὶ τὸ εὖρος τοῦ πυλῶνος πηχῶν δέκα, καὶ ἐπωμίδες τοῦ πυλῶνος πηχῶν πέντε ἔνθεν καὶ πηχῶν πέντε ἔνθεν· καὶ διεμέτρησε τὸ μῆκος αὐτοῦ πηχῶν τεσσαράκοντα καὶ τὸ εὖρος πηχῶν εἴκοσι.
3それから彼は内側へ入り、入口の脇柱を測ると、それぞれ二キュビトであった。入口部分の長さは六キュビト、その幅は七キュビトであった。
3καὶ εἰσῆλθεν εἰς τὴν αὐλὴν τὴν ἐσωτέραν καὶ διεμέτρησε τὸ αἲλ τοῦ θυρώματος πηχῶν δύο καὶ τὸ θύρωμα πηχῶν ἓξ καὶ τὰς ἐπωμίδας τοῦ θυρώματος πηχῶν ἑπτὰ ἔνθεν καὶ πηχῶν ἑπτὰ ἔνθεν.
4彼が本堂の奥にある部屋を測ると、長さは二十キュビト、幅も二十キュビトであった。彼は私に、「ここが至聖所である」と言った。
4καὶ διεμέτρησε τὸ μῆκος τῶν θυρῶν πηχῶν τεσσαράκοντα καὶ εὖρος πηχῶν εἴκοσι κατὰ πρόσωπον τοῦ ναοῦ. καὶ εἶπε· τοῦτο τὸ ἅγιον τῶν ἁγίων.
5それから彼は宮の壁を測ると六キュビト、宮を四方から囲む各脇部屋の幅は四キュビトであった。
5καὶ διεμέτησε τὸν τοῖχον τοῦ οἴκου πηχῶν ἓξ καὶ τὸ εὖρος τῆς πλευρᾶς πηχῶν τεσσάρων κυκλόθεν.
6脇部屋は三階建てで、各階に三十室あり、上へ上へと重なっていた。宮の壁の周囲には脇部屋を支える段が設けられていたので、部屋の梁を宮の壁に差し込む必要はなかった。
6καὶ τὰ πλευρὰ πλευρὸν ἐπὶ πλευρὸν τριάκοντα καὶ τρεῖς δίς, καὶ διάστημα ἐν τῷ τοίχῳ τοῦ οἴκου ἐν τοῖς πλευροῖς κύκλῳ τοῦ εἶναι τοῖς ἐπιλαμβανομένοις ὁρᾶν, ὅπως τὸ παράπαν μὴ ἅπτωνται τῶν τοίχων τοῦ οἴκου.
7脇部屋は上の階ほど広くなっていた。宮を囲む壁が上の階ほど狭くなっていたからである。そのため、宮は上に行くほど幅が広くなり、下の階から中の階を通って上の階へ上るようになっていた。
7καὶ τὸ εὖρος τῆς ἀνωτέρας τῶν πλευρῶν κατὰ τὸ πρόσθεμα ἐκ τοῦ τοίχου πρὸς τὴν ἀνωτέραν κύκλῳ τοῦ οἴκου, ὅπως διαπλατύνηται ἄνωθεν καὶ ἐκ τῶν κάτωθεν ἀναβαίνωσιν ἐπὶ τὰ ὑπερῷα καὶ ἐκ τῶν μέσων ἐπὶ τὰ τριώροφα.
8また、宮の周囲には高くなった基壇があるのが見えた。脇部屋の基礎は、長キュビト六キュビト、すなわち一竿分であった。
8καὶ τὸ θραὲλ τοῦ οἴκου ὕψος κύκλῳ διάστημα τῶν πλευρῶν ἴσον τῷ καλάμῳ, πηχῶν ἓξ διάστημα.
9脇部屋の外壁の厚さは五キュビトであった。宮に属する脇部屋の外側には空き地が残されていた。
9καὶ εὖρος τοῦ τοίχου τῆς πλευρᾶς ἔξωθεν πηχῶν πέντε· καὶ τὰ ἀπόλοιπα ἀναμέσον τῶν πλευρῶν τοῦ οἴκου
10部屋と部屋との間には、宮を四方から囲む幅二十キュビトの空間があった。
10καὶ ἀναμέσον τῶν ἐξεδρῶν εὖρος πηχῶν εἴκοσι, τὸ περιφερὲς τῷ οἴκῳ κύκλῳ.
11脇部屋の戸口は残された空き地に面しており、一つは北向き、もう一つは南向きであった。周囲の空き地の幅は五キュビトであった。
11καὶ αἱ θύραι τῶν ἐξεδρῶν ἐπὶ τὸ ἀπόλοιπον τῆς θύρας τῆς μιᾶς τῆς πρὸς βορρᾶν· καὶ ἡ θύρα ἡ μία πρὸς νότον, καὶ τὸ εὖρος τοῦ φωτὸς τοῦ ἀπολοίπου πηχῶν πέντε πλάτος κυκλόθεν.
12西側の別区画に面する建物は、幅七十キュビトであった。その建物を囲む壁の厚さは五キュビト、建物の長さは九十キュビトであった。
12καὶ τὸ διορίζον κατὰ πρόσωπον τοῦ ἀπολοίπου ὡς πρὸς θάλασσαν πηχῶν ἑβδομήκοντα, πλάτος τοῦ τοίχου τοῦ διορίζοντος πηχῶν πέντε, εὖρος κυκλόθεν καὶ μῆκος αὐτοῦ πηχῶν ἐνενήκοντα.
13彼が宮を測ると、長さは百キュビトであった。別区画と、その建物と壁を合わせた長さも百キュビトであった。
13καὶ διεμέτρησε κατέναντι τοῦ οἴκου μῆκος πηχῶν ἑκατόν, καὶ τὰ ἀπόλοιπα καὶ τὰ διορίζοντα καὶ οἱ τοῖχοι αὐτῶν μῆκος πηχῶν ἑκατόν,
14宮の東側の正面と別区画を合わせた幅も百キュビトであった。
14καὶ τὸ εὖρος κατὰ πρόσωπον τοῦ οἴκου καὶ τὰ ἀπόλοιπα κατέναντι πηχῶν ἑκατόν.
15彼が宮の背後にある別区画に面した建物と、その両側の回廊の長さを測ると、百キュビトであった。内側の宮と庭の前廊、
15καὶ διεμέτρησε μῆκος τοῦ διορίζοντος κατὰ πρόσωπον τοῦ ἀπολοίπου τῶν κατόπισθεν τοῦ οἴκου ἐκείνου καὶ τὰ ἀπόλοιπα ἔνθεν καὶ ἔνθεν πηχῶν ἑκατὸν τὸ μῆκος. καὶ ὁ ναὸς καὶ αἱ γωνίαι καὶ τὸ αἰλὰμ τὸ ἐξώτερον πεφατνωμένα,
16敷居、格子窓、三階にわたって周囲にある回廊は、敷居に面する所も含め、周囲を木で覆われていた。木の覆いは地面から窓まで達し、窓にも覆いがあった。
16καὶ αἱ θυρίδες δικτυωταί, ὑποφαύσεις κύκλῳ τοῖς τρισὶν ὥστε διακύπτειν· καὶ ὁ οἶκος καὶ τὰ πλησίον ἐξυλωμένα κύκλῳ καὶ τὸ ἔδαφος καὶ ἐκ τοῦ ἐδάφους ἕως τῶν θυρίδων, καὶ αἱ θυρίδες ἀναπτυσσόμεναι τρισσῶς εἰς τὸ διακύπτειν.
17戸口の上から内側の宮まで、また外側も、内外の壁の周囲全体が、定められた寸法に従って造られていた。
17καὶ ἕως πλησίον τῆς ἐσωτέρας καὶ ἕως τῆς ἐξωτέρας καὶ ἐφ' ὅλον τὸν τοῖχον κύκλῳ ἐν τῷ ἔσωθεν καὶ ἐν τῷ ἔξωθεν
18そこにはケルビムとなつめやしの木が彫られていた。ケルブとケルブの間には、なつめやしの木が一本ずつあり、各ケルブには二つの顔があった。
18γεγλυμμένα Χερουβίμ, καὶ φοίνικες ἀναμέσον Χερούβ καὶ Χερούβ· δύο πρόσωπα τῷ Χερούβ,
19一方には、なつめやしの木に向いた人の顔があり、もう一方には、なつめやしの木に向いた若い獅子の顔があった。宮の周囲全体がこのように造られていた。
19πρόσωπον ἀνθρώπου πρὸς τὸν φοίνικα ἔνθεν καὶ ἔνθεν καὶ πρόσωπον λέοντος πρὸς τὸν φοίνικα ἔνθεν καὶ ἔνθεν· διαγεγλυμμένος ὅλος ὁ οἶκος κυκλόθεν,
20地面から戸口の上まで、ケルビムとなつめやしの木が彫られていた。宮の壁はこのようになっていた。
20ἐκ τοῦ ἐδάφους ἕως τοῦ φατνώματος τὰ Χερουβὶμ καὶ οἱ φοίνικες διαγεγλυμμένοι.
21本堂の脇柱は四角形であった。本堂の正面は、宮の正面と同じ外観であった。
21καὶ τὸ ἅγιον καὶ ὁ ναὸς ἀναπτυσσόμενος τετράγωνα. κατὰ πρόσωπον τῶν ἁγίων ὅρασις ὡς ὄψις
22祭壇は木で造られ、高さ三キュビト、長さ二キュビトであった。その四隅、土台、側面も木で造られていた。彼は私に、「これは主の前にある食卓である」と言った。
22θυσιαστηρίου ξυλίνου, πηχῶν τριῶν τὸ ὕψος αὐτοῦ καὶ τὸ μῆκος πηχῶν δύο καὶ τὸ εὖρος πηχῶν δύο· καὶ κέρατα εἶχε, καὶ ἡ βάσις αὐτοῦ καὶ οἱ τοῖχοι αὐτοῦ ξύλινοι· καὶ εἶπε πρός με· αὕτη ἡ τράπεζα ἡ πρὸ προσώπου Κυρίου. καὶ δύο θυρώματα τῷ ναῷ
23本堂と至聖所には、それぞれ二枚戸があった。
23καὶ τῷ ἁγίῳ·
24それぞれの戸には、回転する戸板が二枚ずつあった。一方の戸に二枚、もう一方の戸にも二枚であった。
24δύο θυρώματα τοῖς δυσὶ θυρώμασι τοῖς στροφωτοῖς, δύο θυρώματα τῷ ἑνὶ καὶ δύο θυρώματα τῇ θύρᾳ τῇ δευτέρᾳ.
25本堂の戸には、壁に彫られたものと同じケルビムとなつめやしの木が彫られていた。外側の前廊の正面には木の敷居があった。
25καὶ γλυφὴ ἐπ' αὐτῶν, καὶ ἐπὶ τὰ θυρώματα τοῦ ναοῦ Χερουβίμ, καὶ φοίνικες κατὰ τὴν γλυφὴν τῶν ἁγίων, καὶ σπουδαῖα ξύλα κατὰ πρόσωπον τοῦ αἰλὰμ ἔξωθεν
26前廊の両側には格子窓となつめやしの木があった。宮の脇部屋と敷居も、このように造られていた。
26καὶ θυρίδες κρυπταί. καὶ διεμέτρησεν ἔνθεν καὶ ἔνθεν εἰς τὰ ὀροφώματα τοῦ αἰλὰμ καὶ τὰ πλευρὰ τοῦ οἴκου ἐζυγωμένα.

Tip: use the ← and → keys to turn chapters.