エゼキエル書
Chapter 47
Freedom Bible (フリーダム・バイブル)
vs Septuagint (Greek …
Aa
Text size
Line width
Verse numbers

エゼキエル書 47

Freedom Bible (フリーダム・バイブル)
Septuagint (Greek Old Testament), second edition
1彼は私を宮の入口へ連れ戻した。見よ、水が宮の敷居の下から東へ流れ出ていた。宮の正面が東を向いていたからである。その水は宮の右側、祭壇の南側の下から流れ下っていた。
1ΚΑΙ εἰσήγαγέ με ἐπὶ τὰ πρόθυρα τοῦ οἴκου, καὶ ἰδοὺ ὕδωρ ἐξεπορεύετο ὑποκάτωθεν τοῦ αἰθρίου κατὰ ἀνατολάς, ὅτι τὸ πρόσωπον τοῦ οἴκου ἔβλεπε κατὰ ἀνατολάς, καὶ τὸ ὕδωρ κατέβαινεν ἀπὸ τοῦ κλίτους τοῦ δεξιοῦ ἀπὸ νότου ἐπὶ τὸ θυσιαστήριον.
2それから彼は私を北の門から外へ連れ出し、外側の道を回って、東を向く外門へ導いた。見よ、水が門の右側から流れ出ていた。
2καὶ ἐξήγαγέ με κατὰ τὴν ὁδὸν τῆς πύλης τῆς πρὸς βορρᾶν καὶ περιήγαγέ με τὴν ὁδὸν ἔξωθεν πρὸς τὴν πύλην τῆς αὐλῆς τῆς βλεπούσης κατὰ ἀνατολάς, καὶ ἰδοὺ τὸ ὕδωρ κατεφέρετο ἀπὸ τοῦ κλίτους τοῦ δεξιοῦ.
3その人は手に測り縄を持ち、東へ進んで一千キュビト を測り、私に水の中を渡らせた。水はくるぶしまであった。
3καθὼς ἔξοδος ἀνδρὸς ἐξεναντίας, καὶ μέτρον ἐν τῇ χειρὶ αὐτοῦ, καὶ διεμέτρησε χιλίους ἐν τῷ μέτρῳ, καὶ διῆλθεν ἐν τῷ ὕδατι ὕδωρ ἀφέσεως·
4彼はさらに一千キュビトを測り、私に水の中を渡らせた。水は膝まであった。さらに一千キュビトを測り、私に水の中を渡らせると、水は腰まであった。
4καὶ διεμέτρησε χιλίους, καὶ διῆλθεν ἐν τῷ ὕδατι ὕδωρ ἕως τῶν μηρῶν· καὶ διεμέτρησε χιλίους, καὶ διῆλθεν ὕδωρ ἕως ὀσφύος·
5さらに一千キュビトを測ると、私には渡ることのできない川になった。水が深くなり、泳げるほどの水、歩いて渡ることのできない川になっていたからである。
5καὶ διεμέτρησε χιλίους, καὶ οὐκ ἠδύνατο διελθεῖν, ὅτι ἐξύβριζε τὸ ὕδωρ ὡς ροῖζος χειμάρρου, ὃν οὐ διαβήσονται.
6彼は私に言った。「人の子よ、これを見たか。」 それから彼は私を連れて行き、川岸へ戻らせた。
6καὶ εἶπε πρός με· ἑώρακας, υἱὲ ἀνθρώπου; καὶ ἤγαγέ με καὶ ἐπέστρεψέ με ἐπὶ τὸ χεῖλος τοῦ ποταμοῦ.
7私が戻ると、見よ、川の両岸に非常に多くの木があった。
7ἐν τῇ ἐπιστροφῇ μου καὶ ἰδοὺ ἐπὶ τοῦ χείλους τοῦ ποταμοῦ δένδρα πολλὰ σφόδρα ἔνθεν καὶ ἔνθεν.
8彼は私に言った。「この水は東の地域へ流れ出て、アラバへ下り、海へ向かって進む。海へ流れ込むと、海の水は癒やされる。
8καὶ εἶπε πρός με· τὸ ὕδωρ τοῦτο τὸ ἐκπορευόμενον εἰς τὴν Γαλιλαίαν τὴν πρὸς ἀνατολὰς καὶ κατέβαινεν ἐπὶ τὴν Ἀραβίαν καὶ ἤρχετο ἕως ἐπὶ τὴν θάλασσαν ἐπὶ τὸ ὕδωρ τῆς διεκβολῆς, καὶ ὑγιάσει τὰ ὕδατα.
9この川が流れて行く所では、群がるすべての生き物が生きる。魚は非常に多くなる。この水がそこへ流れ込み、海の水が癒やされるので、川が流れて行く所では、すべてが生きる。
9καὶ ἔσται πᾶσα ψυχὴ τῶν ζῴων τῶν ἐκζεόντων ἐπὶ πάντα, ἐφ᾿ ἃ ἂν ἐπέλθῃ ἐκεῖ ὁ ποταμός, ζήσεται. καὶ ἔσται ἐκεῖ ἰχθὺς πολὺς σφόδρα, ὅτι ἥκει ἐκεῖ τὸ ὕδωρ τοῦτο, καὶ ὑγιάσει καὶ ζήσεται· πᾶν ἐφ᾿ ὃ ἂν ἔλθῃ ὁ ποταμὸς ἐκεῖ, ζήσεται.
10漁師たちはその岸に立つ。エン・ゲディからエン・エグライムまで、網を広げる場所となる。魚は大海の魚のように種類豊かで、非常に多くなる。
10καὶ στήσονται ἐκεῖ ἁλιεῖς ἀπὸ Αἰνγαδεὶν ἕως Ἐναγαλείμ· ψυγμὸς σαγηνῶν ἔσται, καθ᾿ ἑαυτὴν ἔσται, καὶ οἱ ἰχθύες αὐτῆς ὡς οἱ ἰχθύες τῆς θαλάσσης τῆς μεγάλης, πλῆθος πολὺ σφόδρα.
11しかし、その沼と湿地は癒やされず、塩を取る場所として残される。
11καὶ ἐν τῇ διεκβολῇ αὐτοῦ καὶ ἐν τῇ ἐπιστροφῇ αὐτοῦ καὶ ἐν τῇ ὑπεράρσει αὐτοῦ οὐ μὴ ὑγιάσωσιν· εἰς ἅλας δέδονται.
12川の両岸には、食用となるあらゆる木が生える。その葉は枯れず、その実は絶えることがない。聖所から流れ出る水によって、毎月、新しい実を結ぶ。その実は食物となり、その葉は癒やしのために用いられる。」
12καὶ ἐπὶ τοῦ ποταμοῦ ἀναβήσεται, ἐπὶ τοῦ χείλους αὐτοῦ ἔνθεν καὶ ἔνθεν πᾶν ξύλον βρώσιμον, οὐ μὴ παλαιωθῇ ἐπ᾿ αὐτοῦ, οὐδὲ μὴ ἐκλείπῃ ὁ καρπὸς αὐτοῦ· τῆς καινότητος αὐτοῦ πρωτοβολήσει, διότι τὰ ὕδατα αὐτῶν ἐκ τῶν ἁγίων ταῦτα ἐκπορεύεται, καὶ ἔσται ὁ καρπὸς αὐτῶν εἰς βρῶσιν καὶ ἀνάβασις αὐτῶν εἰς ὑγίειαν.
13主なる神はこう言われる。「あなたがたがイスラエルの十二部族に相続地として分ける土地の境界は、次のとおりである。ヨセフには二つの割り当てを与える。
13Τάδε λέγει Κύριος Θεός· ταῦτα τὰ ὅρια κατακληρονομήσετε τῆς γῆς, ταῖς δώδεκα φυλαῖς τῶν υἱῶν Ἰσραὴλ πρόσθεσις σχοινίσματος.
14あなたがたは互いに等しくこれを相続する。わたしはこの地をあなたがたの先祖に与えると誓った。この地は相続地としてあなたがたのものとなる。
14καὶ κατακληρονομήσετε αὐτὴν ἕκαστος καθὼς ὁ ἀδελφὸς αὐτοῦ, εἰς ἣν ᾖρα τὴν χεῖρά μου τοῦ δοῦναι αὐτὴν τοῖς πατράσιν αὐτῶν, καὶ πεσεῖται ἡ γῆ αὕτη ὑμῖν ἐν κληρονομίᾳ.
15土地の境界は次のとおりである。 北側は、大海からヘテロンへの道を通り、ツェダデの入口までとする。
15καὶ ταῦτα τὰ ὅρια τῆς γῆς τῆς πρὸς βορρᾶν· ἀπὸ θαλάσσης τῆς μεγάλης τῆς καταβαινούσης καὶ περισχιζούσης τῆς εἰσόδου Ἠμὰθ Σεδαδά,
16さらに、ハマテ、ベロタ、ダマスコの境界とハマテの境界との間にあるシブライムを経て、ハウランの境界にあるハツェル・ハティコンまでとする。
16Βηρωθὰ Σεβραὶμ Ἡλιὰμ ἀναμέσον ὁρίων Δαμασκοῦ καὶ ἀναμέσον ὁρίων Ἠμάθ, αὐλὴ τοῦ Σαυνάν, αἵ εἰσιν ἐπάνω τῶν ὁρίων Αὐρανίτιδος.
17海からの境界は、ダマスコの境界にあるハツァル・エナンまでとし、北はハマテの境界までとする。これが北側である。
17ταῦτα τὰ ὅρια ἀπὸ τῆς θαλάσσης ἀπὸ τῆς αὐλῆς τοῦ Αἰνάν, ὅρια Δαμασκοῦ καὶ τὰ πρὸς βορρᾶν.
18東側は、ハウランとダマスコ、ギレアデとイスラエルの地との間を通り、ヨルダン川に沿って、北の境界から東の海まで測る。これが東側である。
18καὶ τὰ πρὸς ἀνατολὰς ἀναμέσον τῆς Αὐρανίτιδος καὶ ἀναμέσον Δαμασκοῦ καὶ ἀναμέσον τῆς Γαλααδίτιδος καὶ ἀναμέσον τῆς γῆς τοῦ Ἰσραήλ, ὁ Ἰορδάνης διορίζει ἐπὶ τὴν θάλασσαν τὴν πρὸς ἀνατολὰς Φοινικῶνος· ταῦτα τὰ πρὸς ἀνατολάς.
19南側は、タマルからメリボテ・カデシュの水まで、さらに川に沿って大海までとする。これが南側である。
19καὶ τὰ πρὸς νότον καὶ λίβα ἀπὸ Θαιμὰν καὶ Φοινικῶνος ἕως ὕδατος Μαριμὼθ Κάδης παρεκτεῖνον ἐπὶ τὴν θάλασσαν τὴν μεγάλην·
20西側は大海とし、南の境界からハマテの入口の向かいまでとする。これが西側である。
20τοῦτο τὸ μέρος νότος καὶ λίψ. τοῦτο τὸ μέρος τῆς θαλάσσης τῆς μεγάλης· ὁρίζει ἕως κατέναντι τῆς εἰσόδου Ἠμάθ, ἕως εἰσόδου αὐτοῦ· ταῦτά ἐστι τὰ πρὸς θάλασσαν Ἠμάθ.
21あなたがたは、この土地をイスラエルの部族に従って自分たちの間で分けなければならない。
21καὶ διαμερίσετε τὴν γῆν ταύτην αὐτοῖς, ταῖς φυλαῖς τοῦ Ἰσραήλ.
22あなたがたと、あなたがたの間に住み、あなたがたの間で子どもをもうけた寄留者との間で、これをくじによって相続地として分けなければならない。彼らをイスラエルの子らの中に生まれた者と同じように扱わなければならない。彼らもあなたがたと共に、イスラエルの諸部族の間で相続地を受ける。
22βαλεῖτε αὐτὴν ἐν κλήρῳ ὑμῖν καὶ τοῖς προσηλύτοις τοῖς παροικοῦσιν ἐν μέσῳ ὑμῶν, οἵτινες ἐγέννησαν υἱοὺς ἐν μέσῳ ὑμῶν· καὶ ἔσονται ὑμῖν ὡς αὐτόχθονες ἐν τοῖς υἱοῖς τοῦ Ἰσραήλ, μεθ᾿ ὑμῶν φάγονται ἐν κληρονομίᾳ ἐν μέσῳ τῶν φυλῶν τοῦ Ἰσραήλ·
23寄留者が住んでいる部族の中で、その者に相続地を与えなければならない」と主なる神は言われる。
23καὶ ἔσονται ἐν φυλῇ προσηλύτων ἐν τοῖς προσηλύτοις τοῖς μετ᾿ αὐτῶν, ἐκεῖ δώσετε κληρονομίαν αὐτοῖς, λέγει Κύριος Θεός.

Tip: use the ← and → keys to turn chapters.