エゼキエル書
Chapter 7
Freedom Bible (フリーダム・バイブル)
vs Septuagint (Greek …
Aa
Text size
Line width
Verse numbers

エゼキエル書 7

Freedom Bible (フリーダム・バイブル)
Septuagint (Greek Old Testament), second edition
1さらに、主の言葉が私に臨んで言われた。
1ΚΑΙ ἐγένετο λόγος Κυρίου πρός με λέγων·
2「人の子よ、主なる神はイスラエルの地にこう言われる。『終わりだ。地の四隅に終わりが来た。
2καὶ σύ, υἱὲ ἀνθρώπου, εἰπόν· τάδε λέγει Κύριος τῇ γῇ τοῦ Ἰσραήλ· πέρας ἥκει, τὸ πέρας ἥκει ἐπὶ τὰς τέσσαρας πτέρυγας τῆς γῆς.
3今、終わりがあなたの上に来た。わたしは怒りをあなたに送り、あなたの道に従ってあなたを裁き、あなたのすべての忌むべき行いをあなたの上に報いる。
3ἥκει τὸ πέρας
4わたしの目はあなたを惜しまず、あわれみをかけない。わたしはあなたの道をあなたの上に報い、あなたの忌むべき行いはあなたの中に現れる。その時、あなたがたは、わたしが主であることを知る。』
4ἐπὶ σὲ τὸν κατοικοῦντα τὴν γῆν, ἥκει ὁ καιρός, ἤγγικεν ἡ ἡμέρα, οὐ μετὰ θορύβων οὐδὲ μετὰ ὠδίνων.
5主なる神はこう言われる。『災いだ。比類のない災いだ。見よ、それが来る。
5νῦν ἐγγύθεν ἐκχεῶ τὴν ὀργήν μου ἐπὶ σὲ καὶ συντελέσω τὸν θυμόν μου ἐν σοὶ καὶ κρινῶ σε ἐν ταῖς ὁδοῖς σου καὶ δώσω ἐπὶ σὲ πάντα τὰ βδελύγματά σου·
6終わりが来た。終わりが来た。あなたに向かって目覚めた。見よ、来る。
6οὐ φείσεται ὁ ὀφθαλμός μου, οὐδὲ μὴ ἐλεήσω, διότι τὰς ὁδούς σου ἐπὶ σὲ δώσω, καὶ τὰ βδελύγματά σου ἐν μέσῳ σου ἔσονται, καὶ ἐπιγνώσῃ διότι ἐγώ εἰμι Κύριος ὁ τύπτων.
7地に住む者よ、あなたの破滅が来た。時が来た。日が近い。それは混乱の日であり、山々で喜び叫ぶ日ではない。
7νῦν τὸ πέρας πρὸς σέ, καὶ ἀποστελῶ ἐγὼ ἐπὶ σὲ καὶ ἐκδικήσω σε ἐν ταῖς ὀδοῖς σου καὶ δώσω ἐπὶ σὲ πάντα τὰ βδελύγματά σου·
8今、わたしは間もなく憤りをあなたの上に注ぎ、怒りをあなたに対して全うする。あなたの道に従ってあなたを裁き、あなたのすべての忌むべき行いをあなたの上に報いる。
8οὐ φείσεται ὁ ὀφθαλμός μου ἐπὶ σέ, οὐδὲ μὴ ἐλεήσω, διότι τὴν ὁδόν σου ἐπὶ σὲ δώσω, καὶ τὰ βδελύγματά σου ἐν μέσῳ σου ἔσται· καὶ ἐπιγνώσῃ διότι ἐγὼ Κύριος·
9わたしの目は惜しまず、あわれみをかけない。わたしはあなたの道に従ってあなたに報い、あなたの忌むべき行いはあなたの中に現れる。その時、あなたがたは、主であるわたしが打つことを知る。
9διότι τάδε λέγει Κύριος·
10見よ、その日だ。見よ、それが来る。あなたの破滅が現れた。杖は花を咲かせ、高ぶりは芽を出した。
10ἰδοὺ τὸ πέρας ἥκει, ἰδοὺ ἡμέρα Κυρίου· εἰ καὶ ἡ ράβδος ἤνθηκεν, ἡ ὕβρις ἐξανέστηκε.
11暴虐は、悪の杖へと伸びた。彼らも、その群衆も、その富も、何一つ残らない。その中に尊いものは何もない。
11καί συντρίψει στήριγμα ἀνόμου καὶ οὐ μετὰ θορύβου οὐδὲ μετὰ σπουδῆς.
12時が来た。日が近づいた。買う者は喜ぶな。売る者は嘆くな。憤りがその全群衆の上に臨むからだ。
12ἥκει ὁ καιρός, ἰδοὺ ἡ ἡμέρα· ὁ κτώμενος μὴ χαιρέτω, καὶ ὁ πωλῶν μὴ θρηνείτω·
13売る者は、たとえ生き長らえても、売ったものに戻ることはない。この幻はその全群衆に及び、覆ることはない。だれも、咎に満ちた自分の生き方によって身を保つことはできない。
13διότι ὁ κτώμενος πρὸς τὸν πωλοῦντα οὐκέτι μὴ ἐπιστρέψῃ, καὶ ἄνθρωπος ἐν ὀφθαλμῷ ζωῆς αὐτοῦ οὐ κρατήσει.
14人々は角笛を吹き、すべてを整えた。しかし、戦いに出る者は一人もいない。わたしの憤りがその全群衆の上に臨むからだ。
14σαλπίσατε ἐν σάλπιγγι καὶ κρίνατε τὰ σύμπαντα.
15外には剣があり、内には疫病と飢饉がある。野にいる者は剣で死に、町にいる者は飢饉と疫病に食い尽くされる。
15ὁ πόλεμος ἐν ρομφαίᾳ ἔξωθεν, καὶ ὁ λιμὸς καὶ ὁ θάνατος ἔσωθεν· ὁ ἐν τῷ πεδίῳ ἐν ρομφαίᾳ τελευτήσει, τοὺς δ᾿ ἐν τῇ πόλει λιμὸς καὶ θάνατος συντελέσει.
16その中で逃れた者は山々へ逃れ、谷の鳩のようになる。彼らは皆、自分の咎のためにうめく。
16καὶ ἀνασωθήσονται οἱ ἀνασῳζόμενοι ἐξ αὐτῶν καὶ ἔσονται ἐπὶ τῶν ὀρέων· πάντας ἀποκτενῶ, ἕκαστον ἐν ταῖς ἀδικίαις αὐτοῦ.
17すべての手は力を失い、すべての膝は水のように力を失う。
17πᾶσαι χεῖρες ἐκλυθήσονται, καὶ πάντες μηροὶ μολυνθήσονται ὑγρασίᾳ,
18彼らは粗布を身にまとい、恐怖が彼らを覆う。すべての顔には恥があり、すべての頭はそり落とされる。
18καὶ περιζώσονται σάκκους, καὶ καλύψει αὐτοὺς θάμβος, καὶ ἐπὶ πᾶν πρόσωπον αἰσχύνη ἐπ᾿ αὐτούς, καὶ ἐπὶ πᾶσαν κεφαλὴν φαλάκρωμα.
19彼らは銀を通りに投げ捨て、金を汚れたものとする。主の憤りの日には、銀も金も彼らを救うことができない。それらは彼らの心を満たすことも、腹を満たすこともできない。それが彼らの咎のつまずきとなったからだ。
19τὸ ἀργύριον αὐτῶν ριφήσεται ἐν ταῖς πλατείαις, καὶ τὸ χρυσίον αὐτῶν ὑπεροφθήσεται· αἱ ψυχαὶ αὐτῶν οὐ μὴ ἐμπλησθῶσι, καὶ αἱ κοιλίαι αὐτῶν οὐ μὴ πληρωθῶσι, διότι βάσανος τῶν ἀδικιῶν αὐτῶν ἐγένετο.
20彼らは美しい飾りを誇りとし、それを用いて忌むべき像と忌まわしいものを造った。それゆえ、わたしはそれを彼らにとって汚れたものとする。
20ἐκλεκτὰ κόσμου εἰς ὑπερηφανίαν ἔθεντο αὐτὰ καὶ εἰκόνας τῶν βδελυγμάτων αὐτῶν ἐποίησαν ἐξ αὐτῶν· ἕνεκεν τούτου δέδωκα αὐτὰ αὐτοῖς εἰς ἀκαθαρσίαν,
21わたしはそれを異国人の手に獲物として渡し、地の悪しき者たちに略奪物として渡す。彼らはそれを汚す。
21καὶ παραδώσω αὐτὰ εἰς χεῖρας ἀλλοτρίων τοῦ διαρπάσαι αὐτὰ καὶ τοῖς λοιμοῖς τῆς γῆς εἰς σκῦλα, καὶ βεβηλώσουσιν αὐτά.
22わたしは彼らから顔を背ける。彼らはわたしの隠れた所を汚す。強盗たちがそこに入り込み、これを汚す。
22καὶ ἀποστρέψω τὸ πρόσωπόν μου ἀπ᾿ αὐτῶν, καὶ μιανοῦσι τὴν ἐπισκοπήν μου καὶ εἰσελεύσονται εἰς αὐτὰ ἀφυλάκτως καὶ βεβηλώσουσιν αὐτά·
23鎖を作れ。この地は流血の罪に満ち、町は暴虐に満ちているからだ。
23καὶ ποιήσουσι φυρμόν, διότι ἡ γῆ πλήρης λαῶν, καὶ ἡ πόλις πλήρης ἀνομίας.
24それゆえ、わたしは最も悪い国々を連れて来る。彼らはその家々を所有する。わたしは強い者たちの誇りを絶やし、彼らの聖なる場所は汚される。
24καὶ ἀποστρέψω τὸ φρύαγμα τῆς ἰσχύος αὐτῶν, καὶ μιανθήσεται τὰ ἅγια αὐτῶν.
25滅びが来る。彼らは平和を求めても、それはない。
25ἐξιλασμὸς ἥξει καὶ ζητήσει εἰρήνην, καὶ οὐκ ἔσται.
26災いに災いが重なり、うわさにうわさが続く。彼らは預言者に幻を求める。しかし、律法は祭司から失われ、助言は長老たちから失われる。
26οὐαὶ ἐπὶ οὐαὶ ἔσται, καὶ ἀγγελία ἐπὶ ἀγγελίαν ἔσται, καὶ ζητηθήσεται ὅρασις ἐκ προφήτου, καὶ νόμος ἀπολεῖται ἐξ ἱερέως καὶ βουλὴ ἐκ πρεσβυτέρων.
27王は嘆き、君主は荒廃を身にまとい、この地の民の手は震える。わたしは彼らの道に従って彼らを扱い、彼らの裁きに従って彼らを裁く。その時、彼らは、わたしが主であることを知る。』」
27ἄρχων ἐνδύσεται ἀφανισμόν, καὶ αἱ χεῖρες τοῦ λαοῦ τῆς γῆς παραλυθήσονται· κατὰ τὰς ὁδοὺς αὐτῶν ποιήσω αὐτοῖς καὶ ἐν τοῖς κρίμασιν αὐτῶν ἐκδικήσω αὐτούς· καὶ γνώσονται ὅτι ἐγὼ Κύριος.

Tip: use the ← and → keys to turn chapters.