エゼキエル書 30
Freedom Bible (フリーダム・バイブル)Translation
Freedom Bible (フリーダム・バイブル)
Septuagint (Greek Old Testament), second edition
1再び、主の言葉が私に臨んだ。
1ΚΑΙ ἐγένετο λόγος Κυρίου πρός με λέγων·
2「人の子よ、預言して言え。『主なる神はこう言われる。 「泣き叫べ。『ああ、その日よ』と。
2υἱὲ ἀνθρώπου, προφήτευσον καὶ εἰπόν· τάδε λέγει Κύριος· ὦ ὦ ἡ ἡμέρα,
3その日は近い。 主の日は近い。 それは雲の日、 諸国の時となる。
3ὅτι ἐγγὺς ἡμέρα τοῦ Κυρίου, ἡμέρα νεφέλης, πέρας ἐθνῶν ἔσται.
4剣がエジプトに臨み、 エジプトで殺された者が倒れるとき、 エチオピアに苦悩が臨む。 人々はエジプトの大勢の民を運び去り、 その土台は打ち壊される。
4καὶ ἥξει μάχαιρα ἐπ' Αἰγυπτίους, καὶ ἔσται ταραχὴ ἐν τῇ Αἰθιοπίᾳ, καὶ πεσοῦνται τετραυματισμένοι ἐν Αἰγύπτῳ, καὶ συμπεσεῖται τὰ θεμέλια αὐτῆς.
5エチオピア、プテ、ルデ、すべての混血の民、クブ、そして同盟を結んだ地の子らは、彼らと共に剣に倒れる。」
5Πέρσαι καὶ Κρῆτες καὶ Λυδοὶ καὶ Λίβυες καὶ πάντες οἱ ἐπίμεικτοι καὶ τῶν υἱῶν τῆς διαθήκης μου μαχαίρᾳ πεσοῦνται ἐν αὐτῇ.
6主はこう言われる。 「エジプトを支える者たちも倒れ、 その力の誇りは低くされる。 セベネの塔から、彼らはその地で剣に倒れる」と、 主なる神は言われる。
6καὶ πεσοῦνται τά ἀντιστηρίγματα Αἰγύπτου, καὶ καταβήσεται ἡ ὕβρις τῆς ἰσχύος αὐτῆς ἀπὸ Μαγδώλου ἕως Συήνης· μαχαίρᾳ πεσοῦνται ἐν αὐτῇ, λέγει Κύριος.
7「彼らは荒れ果てた国々のただ中で荒れ果て、 その町々は廃墟となった町々の中に置かれる。
7καὶ ἐρημωθήσεται ἐν μέσῳ χωρῶν ἠρημωμένων, καὶ αἱ πόλεις αὐτῶν ἐν μέσῳ πόλεων ἠρημωμένων ἔσονται·
8わたしがエジプトに火をつけ、 そのすべての助け手が滅ぼされるとき、 彼らは、わたしが主であることを知る。
8καὶ γνώσονται ὅτι ἐγώ εἰμι Κύριος, ὅταν δῶ πῦρ ἐπ' Αἴγυπτον καὶ συντριβῶσι πάντες οἱ βοηθοῦντες αὐτῇ.
9その日、使者たちがわたしの前から船で出て行き、安らかに暮らしているエチオピア人を恐れさせる。エジプトの日のような苦悩が彼らに臨む。見よ、それは来る。」
9ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐξελεύσονται ἄγγελοι σπεύδοντες ἀφανίσαι τὴν Αἰθιοπίαν, καὶ ἔσται ταραχὴ ἐν αὐτοῖς ἐν τῇ ἡμέρᾳ Αἰγύπτου, ὅτι ἰδοὺ ἥκει.
10主なる神はこう言われる。 「わたしはバビロンの王ネブカドネザルの手によって、 エジプトの大勢の民を絶やす。
10Τάδε λέγει Κύριος Κύριος· καὶ ἀπολῶ πλῆθος Αἰγυπτίων διὰ χειρὸς Ναβουχοδονόσορ βασιλέως Βαβυλῶνος,
11彼と共にいるその民、 諸国の中で最も恐ろしい者たちが、 この地を滅ぼすために連れて来られる。 彼らはエジプトに向かって剣を抜き、 この地を殺された者で満たす。
11αὐτοῦ καὶ τοῦ λαοῦ αὐτοῦ· λοιμοὶ ἀπὸ ἐθνῶν ἀπεσταλμένοι ἀπολέσαι τὴν γῆν καὶ ἐκκενώσουσι πάντες τὰς μαχαίρας αὐτῶν ἐπ' Αἴγυπτον, καὶ πλησθήσεται ἡ γῆ τραυματιῶν.
12わたしは川々を干上がらせ、 この地を悪人たちの手に売り渡す。 わたしはこの地を荒れ果てさせ、 その中にあるすべてのものを、 異国人の手によって荒れ果てさせる。 主であるわたしが語った。」
12καὶ δώσω τοὺς ποταμοὺς αὐτῶν ἐρήμους καὶ ἀπολῶ τὴν γῆν καὶ τὸ πλήρωμα αὐτῆς ἐν χερσὶν ἀλλοτρίων· ἐγὼ Κύριος λελάληκα.
13主なる神はこう言われる。 「わたしは偶像を滅ぼし、 メンフィスから像を絶やす。 エジプトの地から君主が出ることは、もはやない。 わたしはエジプトの地に恐怖を置く。
13¨Οτι τάδε λέγει Κύριος Κύριος· καὶ ἀπολῶ μεγιστᾶνας ἀπὸ Μέμφεως καὶ ἄρχοντας ἐκ γῆς Αἰγύπτου, καὶ οὐκ ἔσονται ἔτι.
14わたしはパテロスを荒れ果てさせ、 ツォアンに火をつけ、 ノに裁きを行う。
14καὶ ἀπολῶ γῆν Φαθωρῆς καὶ δώσω πῦρ ἐπὶ Τάνιν καὶ ποιήσω ἐκδίκησιν ἐν Διοσπόλει
15エジプトの要塞シンに、 わたしの憤りを注ぐ。 ノの大勢の民を断ち切る。
15καὶ ἐκχεῶ τὸν θυμόν μου ἐπὶ Σαὶν τὴν ἰσχὺν Αἰγύπτου καὶ ἀπολῶ τὸ πλῆθος Μέμφεως.
16わたしはエジプトに火をつける。 シンは激しい苦悩に陥る。 ノは打ち破られ、 メンフィスには昼のさなかに敵が臨む。
16καὶ δώσω πῦρ ἐπ' Αἴγυπτον, καὶ ταραχῇ ταραχθήσεται ἡ Συήνη, καὶ ἐν Διοσπόλει ἔσται ἔκρηγμα καὶ διαχυθήσεται ὕδατα.
17アベンとピベセテの若者たちは剣に倒れ、 彼らは捕囚となる。
17νεανίσκοι Ἡλιουπόλεως καὶ Βουβάστου ἐν μαχαίρᾳ πεσοῦνται, καὶ αἱ γυναῖκες ἐν αἰχμαλωσίᾳ πορεύσονται.
18タフパネスでは、わたしがそこでエジプトのくびきを折るとき、 昼の光も退く。 その力の誇りは、その中で終わる。 雲がその町を覆い、 その娘たちは捕囚となる。
18καὶ ἐν Τάφναις συσκοτάσει ἡ ἡμέρα ἐν τῷ συντρίψαι με ἐκεῖ τὰ σκῆπτρα Αἰγύπτου, καὶ ἀπολεῖται ἐκεῖ ἡ ὕβρις ἰσχύος αὐτῆς, καὶ ταύτην νεφέλη καλύψει, καὶ αἱ θυγατέρες αὐτῆς αἰχμάλωτοι ἀχθήσονται.
19このように、わたしはエジプトに裁きを行う。 そのとき、彼らは、わたしが主であることを知る。」』」
19καὶ ποιήσω κρίμα ἐν Αἰγύπτῳ, καὶ γνώσονται ὅτι ἐγώ εἰμι Κύριος.
20第十一年の第一の月、その月の七日、主の言葉が私に臨んだ。
20Καὶ ἐγένετο ἐν τῷ ἑνδεκάτῳ ἔτει, ἐν τῷ πρώτω μηνί, ἑβδόμῃ τοῦ μηνός, ἐγένετο λόγος Κυρίου πρός με λέγων·
21「人の子よ、わたしはエジプトの王ファラオの腕を折った。見よ、それは手当てを受けておらず、薬を塗り、包帯を巻いて固定し、剣を握れるほど強くすることもなかった。
21υἱὲ ἀνθρώπου, τοὺς βραχίονας Φαραὼ βασιλέως Αἰγύπτου συνέτριψα, καὶ ἰδοὺ οὐ κατεδέθη τοῦ δοθῆναι ἴασιν, τοῦ δοθῆναι ἐπ' αὐτὸν μάλαγμα, τοῦ δοθῆναι ἰσχὺν ἐπιλαβέσθαι μαχαίρας.
22それゆえ、主なる神はこう言われる。『見よ、わたしはエジプトの王ファラオに立ち向かい、強い腕も、すでに折れた腕も、彼の両腕を折る。わたしは彼の手から剣を落とす。
22διὰ τοῦτο τάδε λέγει Κύριος Κύριος· ἰδοὺ ἐγὼ ἐπὶ Φαραὼ βασιλέα Αἰγύπτου καὶ συντρίψω τοὺς βραχίονας αὐτοῦ τοὺς ἰσχυροὺς καὶ τοὺς τεταμένους καὶ καταβαλῶ τὴν μάχαιραν αὐτοῦ ἐκ τῆς χειρὸς αὐτοῦ
23わたしはエジプト人を諸国の間に散らし、国々の中に追い散らす。
23καὶ διασπερῶ Αἴγυπτον εἰς τά ἔθνη καὶ λικμήσω αὐτοὺς εἰς τὰς χώρας·
24わたしはバビロンの王の両腕を強くし、わたしの剣をその手に置く。しかし、ファラオの両腕を折る。彼は致命傷を負った者がうめくように、バビロンの王の前でうめく。
24καὶ κατισχύσω τοὺς βραχίονας βασιλέως Βαβυλῶνος καὶ δώσω τὴν ρομφαίαν μου εἰς τὴν χεῖρα αὐτοῦ, καὶ ἐπάξει αὐτὴν ἐπ' Αἴγυπτον καὶ προνομεύσει τὴν προνομὴν αὐτῆς καὶ σκυλεύσει τά σκῦλα αὐτῆς.
25わたしはバビロンの王の両腕を支えるが、ファラオの両腕は垂れ下がる。わたしが自分の剣をバビロンの王の手に置き、彼がそれをエジプトの地に向かって伸ばすとき、彼らは、わたしが主であることを知る。
25καὶ ἐνισχύσω τοὺς βραχίονας βασιλέως Βαβυλῶνος, οἱ δέ βραχίονες Φαραὼ πεσοῦνται· καὶ γνώσονται ὅτι ἐγώ εἰμι Κύριος, ἐν τῷ δοῦναι τὴν ρομφαίαν μου εἰς χεῖρας βασιλέως Βαβυλῶνος, καὶ ἐκτενεῖ αὐτὴν ἐπὶ γῆν Αἰγύπτου.
26わたしはエジプト人を諸国の間に散らし、国々の中に追い散らす。そのとき、彼らは、わたしが主であることを知る。』」
26καὶ διασπερῶ Αἴγυπτον εἰς τὰ ἔθνη καὶ λικμήσω αὐτοὺς εἰς τὰς χώρας· καὶ γνώσονται πάντες ὅτι ἐγώ εἰμι Κύριος.
Tip: use the ← and → keys to turn chapters.