エゼキエル書
Chapter 5
Freedom Bible (フリーダム・バイブル)
vs Septuagint (Greek …
Aa
Text size
Line width
Verse numbers

エゼキエル書 5

Freedom Bible (フリーダム・バイブル)
Septuagint (Greek Old Testament), second edition
1「人の子よ、鋭い剣を取り、それを理髪師のかみそりのように用いて、頭とひげをそり落とせ。それから秤を取り、その毛を量って分けよ。
1ΚΑΙ σύ, υἱὲ ἀνθρώπου, λαβὲ σεαυτῷ ρομφαίαν ὀξεῖαν ὑπὲρ ξυρὸν κουρέως· κτήσῃ αὐτὴν σεαυτῷ καὶ ἐπάξεις αὐτὴν ἐπὶ τὴν κεφαλήν σου καὶ ἐπὶ τὸν πώγωνά σου. καὶ λήψῃ ζυγὸν σταθμίων καὶ διαστήσεις αὐτούς·
2包囲の日数が終わった時、その三分の一を町の中で火に焼け。三分の一を取り、町の周りで剣で打て。残りの三分の一を風に散らせ。わたしはその後を剣で追う。
2τὸ τέταρτον ἐν πυρὶ ἀνακαύσεις ἐν μέσῃ τῇ πόλει κατὰ τὴν πλήρωσιν τῶν ἡμερῶν τοῦ συγκλεισμοῦ· καὶ λήψῃ τὸ τέταρτον καὶ κατακαύσεις αὐτὸ ἐν μέσῳ αὐτῆς, καὶ τὸ τέταρτον κατακόψεις ἐν ρομφαίᾳ κύκλῳ αὐτῆς, καὶ τὸ τέταρτον διασκορπιεῖς τῷ πνεύματι, καὶ μάχαιραν ἐκκενώσω ὀπίσω αὐτῶν.
3その中から少しを取り、衣の裾に包め。
3καὶ λήψῃ ἐκεῖθεν ὀλίγους ἐν ἀριθμῷ καὶ συμπεριλήψῃ αὐτοὺς τῇ ἀναβολῇ σου.
4さらにその中から幾らかを取り、火の中に投げ入れて焼け。そこから火が出て、イスラエルの全家に及ぶ。
4καὶ ἐκ τούτων λήψῃ ἔτι καὶ ρίψεις αὐτοὺς εἰς μέσον τοῦ πυρὸς καὶ κατακαύσεις αὐτοὺς ἐν πυρί· ἐξ αὐτῆς ἐξελεύσεται πῦρ. Καὶ ἐρεῖς παντὶ οἴκω Ἰσραήλ.
5主なる神はこう言われる。『これがエルサレムである。わたしは彼女を諸国民のただ中に置き、その周囲に国々を置いた。
5τάδε λέγει Κύριος· αὕτη ἡ Ἱερουσαλὴμ ἐν μέσῳ τῶν ἐθνῶν τέθεικα αὐτὴν καὶ τὰς κύκλῳ αὐτῆς χώρας.
6しかし彼女は悪を行い、諸国民よりも激しくわたしの定めに逆らい、周囲の国々よりもわたしの掟に逆らった。彼らはわたしの定めを退け、わたしの掟に従って歩まなかった。』
6καὶ ἐρεῖς τὰ δικαιώματά μου τῇ ἀνόμῳ ἐκ τῶν ἐθνῶν καὶ τὰ νόμιμά μου ἐκ τῶν χωρῶν τῶν κύκλῳ αὐτῆς, διότι τὰ δικαιώματά μου ἀπώσαντο καὶ ἐν τοῖς νομίμοις μου οὐκ ἐπορεύθησαν ἐν αὐτοῖς.
7それゆえ、主なる神はこう言われる。『あなたがたは周囲の国々よりもひどく乱れ、わたしの掟に従って歩まず、わたしの定めを守らず、周囲の国々の定めに従うことさえしなかった。
7διὰ τοῦτο τάδε λέγει Κύριος· ἀνθ᾿ ὧν ἡ ἀφορμὴ ὑμῶν ἐκ τῶν ἐθνῶν τῶν κύκλῳ ὑμῶν καὶ ἐν τοῖς νομίμοις μου οὐκ ἐπορεύθητε καὶ τὰ δικαιώματά μου οὐκ ἐποιήσατε, ἀλλ᾿ οὐδὲ κατὰ τὰ δικαιώματα τῶν ἐθνῶν τῶν κύκλῳ ὑμῶν οὐ πεποιήκατε,
8それゆえ、主なる神はこう言われる。見よ、わたし自身があなたに敵対し、諸国民の目の前で、あなたの中に裁きを行う。
8διὰ τοῦτο τάδε λέγει Κύριος· ἰδοὺ ἐγὼ ἐπὶ σὲ καὶ ποιήσω ἐν μέσῳ σου κρίμα ἐνώπιον τῶν ἐθνῶν
9あなたのすべての忌むべき行いのために、わたしはかつて行ったこともなく、二度と同じようには行わないことを、あなたの中で行う。
9καὶ ποιήσω ἐν σοὶ ἃ οὐ πεποίηκα καὶ ἃ οὐ ποιήσω ὅμοια αὐτοῖς ἔτι κατὰ πάντα τὰ βελύγματά σου.
10それゆえ、あなたの中で父が子を食べ、子が父を食べる。わたしはあなたに裁きを行い、あなたの残りの者をすべて四方の風に散らす。
10διὰ τοῦτο πατέρες φάγονται τέκνα ἐν μέσῳ σου, καὶ τέκνα φάγονται πατέρας· καὶ ποιήσω ἐν σοὶ κρίματα καὶ διασκορπιῶ πάντας τοὺς καταλοίπους σου εἰς πάντα ἄνεμον.
11それゆえ、わたしは生きている』と、主なる神は言われる。『あなたがあらゆる忌まわしいものと、あらゆる忌むべき行いによってわたしの聖所を汚したので、わたしもあなたを削り減らす。わたしの目は惜しまず、あわれみをかけない。
11διὰ τοῦτο ζῶ ἐγώ, λέγει Κύριος, ἦ μὴν ἀνθ᾿ ὧν τὰ ἅγιά μου ἐμίανας ἐν πᾶσι τοῖς βδελύγμασί σου, κἀγὼ ἀπώσομαί σε, οὐ φείσεταί μου ὁ ὀφθαλμός, κἀγὼ οὐκ ἐλεήσω.
12あなたの三分の一は、あなたの中で疫病によって死に、飢饉によって滅びる。三分の一は、あなたの周囲で剣に倒れる。残りの三分の一を、わたしは四方の風に散らし、その後を剣で追う。
12τὸ τέταρτόν σου ἐν θανάτῳ ἀναλωθήσεται, καὶ τὸ τέταρτόν σου ἐν λιμῷ συντελεσθήσεται ἐν μέσῳ σου, καὶ τὸ τέταρτόν σου εἰς πάντα ἄνεμον σκορπιῶ αὐτούς, καὶ τὸ τέταρτόν σου ἐν ρομφαίᾳ πεσοῦνται κύκλῳ σου, καὶ μάχαιραν ἐκκενώσω ὀπίσω αὐτῶν.
13こうして、わたしの怒りは全うされる。わたしは彼らの上に憤りを休ませ、満足する。わたしが彼らの上に憤りを全うする時、彼らは、主であるわたしが熱情をもって語ったことを知る。
13καὶ συντελεσθήσεται ὁ θυμός μου καὶ ἡ ὀργή μου ἐπ᾿ αὐτούς, καὶ ἐπιγνώσῃ διότι ἐγὼ Κύριος λελάληκα ἐν ζήλῳ μου ἐν τῷ συντελέσαι με τὴν ὀργήν μου ἐπ᾿ αὐτούς.
14わたしはあなたを荒れ果てた所とし、周囲の国々の間で、通り過ぎるすべての者の目の前で、そしりの的とする。
14καὶ θήσομαί σε εἰς ἔρημον καὶ τὰς θυγατέρας σου κύκλῳ σου ἐνώπιον παντὸς διοδεύοντος,
15わたしが怒りと憤りと激しい懲らしめをもって、あなたに裁きを行う時、あなたは周囲の国々にとって、そしりとあざけり、戒めと驚きの的となる。主であるわたしが語った。
15καὶ ἔσῃ στενακτὴ καὶ δηλαϊστὴ ἐν τοῖς ἔθνεσι τοῖς κύκλῳ σου ἐν τῷ ποιῆσαί με ἐν σοὶ κρίματα ἐν ἐκδικήσει θυμοῦ μου· ἐγὼ Κύριος λελάληκα.
16わたしは彼らに、滅ぼすための飢饉という悪い矢を放ち、あなたがたを滅ぼす。わたしはあなたがたの上に飢饉を増し加え、パンの支えを断つ。
16καὶ ἐν τῷ ἀποστεῖλάι με βολίδας τοῦ λιμοῦ ἐπ᾿ αὐτοὺς καὶ ἔσονται εἰς ἔκλειψιν, καὶ συντρίψω στήριγμα ἄρτου σου.
17わたしはあなたがたに飢饉と悪い獣を送り、それらはあなたがたから子を奪う。疫病と流血があなたがたの中を通り過ぎる。わたしはあなたがたの上に剣をもたらす。主であるわたしが語った。』」
17καὶ ἐξαποστελῶ ἐπὶ σὲ λιμὸν καὶ θηρία πονηρὰ καὶ τιμωρήσομαί σε, καὶ θάνατος καὶ αἷμα διελεύσονται ἐπὶ σέ, καὶ ρομφαίαν ἐπάξω ἐπὶ σὲ κυκλόθεν· ἐγὼ Κύριος λελάληκα.

Tip: use the ← and → keys to turn chapters.