エゼキエル書
Chapter 28
Freedom Bible (フリーダム・バイブル)
vs Septuagint (Greek …
Aa
Text size
Line width
Verse numbers

エゼキエル書 28

Freedom Bible (フリーダム・バイブル)
Septuagint (Greek Old Testament), second edition
1再び、主の言葉が私に臨んだ。
1ΚΑΙ ἐγένετο λόγος Κυρίου πρός με λέγων·
2「人の子よ、ツロの君主に言え。『主なる神はこう言われる。 「あなたの心が高ぶり、 『私は神だ。 海のただ中にある神の座に、 私は座っている』と言った。 しかし、あなたは人であって、 神ではない。 それなのに、自分の心を神の心のようにした。
2καὶ σὺ υἱὲ ἀνθρώπου, εἰπὸν τῷ ἄρχοντι Τύρου· τάδε λέγει Κύριος· ἀνθ' ὧν ὑψώθη σου ἡ καρδία, καὶ εἶπας· θεός εἰμι ἐγώ, κατοικίαν θεοῦ κατῴκησα ἐν καρδίᾳ θαλάσσης, σὺ δὲ εἶ ἄνθρωπος καὶ οὐ Θεός, καὶ ἔδωκας τὴν καρδίαν σου ὡς καρδίαν Θεοῦ.
3見よ、あなたはダニエルよりも賢く、 あなたに隠されている秘密は何もない。
3μὴ σοφώτερος εἶ σὺ τοῦ Δανιήλ; ἢ σοφοὶ οὐκ ἐπαίδευσάν σε τῇ ἐπιστήμη αὐτῶν;
4あなたは知恵と悟りによって富を得て、 金と銀を宝物庫に蓄えた。
4μὴ ἐν τῇ ἐπιστήμῃ σου ἢ τῇ φρονήσει σου ἐποίησας σεαυτῷ δύναμιν καὶ χρυσίον καὶ ἀργύριον ἐν τοῖς θησαυροῖς σου;
5あなたは大いなる知恵と、 交易によって富を増し、 その富のために心が高ぶった。」
5ἐν τῇ πολλῇ ἐπιστήμῃ σου καὶ ἐμπορίᾳ σου ἐπλήθυνας δύναμίν σου, ὑψώθη ἡ καρδία σου ἐν τῇ δυνάμει σου.
6それゆえ、主なる神はこう言われる。 「あなたは自分の心を神の心のようにした。
6διὰ τοῦτο τάδε λέγει Κύριος· ἐπειδὴ δέδωκας τὴν καρδίαν σου ὡς καρδίαν Θεοῦ,
7それゆえ、見よ、わたしは異国人、 諸国の中で最も恐ろしい者たちを、あなたに攻め来させる。 彼らはあなたの知恵の美しさに向かって剣を抜き、 あなたの輝きを汚す。
7ἀντὶ τούτου ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ σὲ ἀλλοτρίους λοιμοὺς ἀπὸ ἐθνῶν, καὶ ἐκκενώσουσι τὰς μαχαίρας αὐτῶν ἐπὶ σὲ καὶ ἐπὶ τὸ κάλλος τῆς ἐπιστήμης σου καὶ στρώσουσι τὸ κάλλος σου εἰς ἀπώλειαν·
8彼らはあなたを穴へ下らせる。 あなたは海のただ中で、 刺し殺された者の死を遂げる。
8καὶ καταβιβάσουσί σε, καὶ ἀποθανῇ θανάτῳ τραυματιῶν ἐν καρδίᾳ θαλάσσης.
9あなたを殺す者の前で、なおも、『私は神だ』と言うのか。 しかし、あなたは人であって、神ではない。 あなたを傷つける者の手の中にいる。
9μὴ λέγων ἐρεῖς· Θεός εἰμι ἐγώ, ἐνώπιον τῶν ἀναιρούντων σε; σὺ δὲ εἶ ἄνθρωπος καὶ οὐ Θεός.
10あなたは異国人の手によって、 割礼を受けていない者の死を遂げる。 わたしが語った」と主なる神は言われる。』」
10ἐν πλήθει ἀπεριτμήτων ἀπολῇ ἐν χερσὶν ἀλλοτρίων, ὅτι ἐγὼ ἐλάλησα, λέγει Κύριος.
11さらに、主の言葉が私に臨んだ。
11Καὶ ἐγένετο λόγος Κυρίου πρός με λέγων·
12「人の子よ、ツロの王のために哀歌を唱え、彼に言え。『主なる神はこう言われる。 「あなたは完全さの印章であり、 知恵に満ち、 美しさの極みであった。
12υἱὲ ἀνθρώπου, λαβὲ θρῆνον ἐπὶ τὸν ἄρχοντα Τύρου καὶ εἰπὸν αὐτῷ· τάδε λέγει Κύριος Κύριος· σὺ ἀποσφράγισμα ὁμοιώσεως καὶ στέφανος κάλλους
13あなたはエデン、 神の園にいた。 あらゆる宝石があなたを飾っていた。 ルビー、トパーズ、エメラルド、 クリソライト、縞めのう、碧玉、 サファイア、 トルコ石、緑柱石である。 タンバリンと笛の金細工が、 あなたの中にあった。 それらは、あなたが創造された日に備えられた。
13ἐν τῇ τρυφῇ τοῦ παραδείσου τοῦ Θεοῦ ἐγενήθης· πάντα λίθον χρηστὸν ἐνδέδεσαι, σάρδιον καὶ τοπάζιον καὶ σμάραγδον καὶ ἄνθρακα καὶ σάπφειρον καὶ ἴασπιν καὶ ἀργύριον καὶ χρυσίον καὶ λιγύριον καί ἀχάτην καὶ ἀμέθυστον καὶ χρυσόλιθον καὶ βηρύλλιον καὶ ὀνύχιον, καὶ χρυσίου ἐνέπλησας τοὺς θησαυρούς σου καὶ τὰς ἀποθήκας σου ἐν σοὶ
14あなたは油注がれ、翼を広げて覆うケルブであった。 わたしはあなたを神の聖なる山に置いた。 あなたは火の石の間を歩き回った。
14ἀφ' ἧς ἡμέρας ἐκτίσθης σύ. μετὰ τοῦ Χεροὺβ ἔθηκά σε ἐν ὄρει ἁγίῳ Θεοῦ, ἐγενήθης ἐν μέσῳ λίθων πυρίνων.
15あなたは創造された日から、 あなたの中に不義が見いだされるまで、歩みにおいて完全であった。
15ἐγενήθης σὺ ἄμωμος ἐν ταῖς ἡμέραις σου, ἀφ' ἧς ἡμέρας σὺ ἐκτίσθης ἕως εὑρέθη τὰ ἀδικήματα ἐν σοί.
16あなたの交易が盛んになるにつれて、あなたのうちは暴虐に満ち、 あなたは罪を犯した。 それゆえ、わたしはあなたを汚れた者として神の山から投げ出した。 覆うケルブよ、わたしはあなたを、 火の石の間から滅ぼした。
16ἀπὸ πλήθους τῆς ἐμπορίας σου ἔπλησας τὰ ταμιεῖά σου ἀνομίας καὶ ἥμαρτες καὶ ἐτραυματίσθης ἀπὸ ὄρους τοῦ Θεοῦ, καὶ ἤγαγέ σε τὸ Χεροὺβ ἐκ μέσου λίθων πυρίνων.
17あなたの心は、その美しさのために高ぶった。 あなたは自分の輝きのために知恵を堕落させた。 わたしはあなたを地に投げ落とし、 王たちの前に置いて、 見せ物とした。
17ὑψώθη ἡ καρδία σου ἐπὶ τῷ κάλλει σου, διεφθάρη ἡ ἐπιστήμη σου μετὰ τοῦ κάλλους σου· διὰ πλῆθος ἁμαρτιῶν σου ἐπὶ τὴν γῆν ἔρριψά σε, ἐναντίον βασιλέων ἔδωκά σε παραδειγματισθῆναι.
18あなたは多くの不義と、 不正な交易によって、 自分の数々の聖所を汚した。 それゆえ、わたしはあなたの中から火を出した。 その火はあなたを焼き尽くした。 わたしは、あなたを見るすべての者の目の前で、 あなたを地上の灰とした。
18διὰ τὸ πλῆθος τῶν ἁμαρτιῶν σου καὶ τῶν ἀδικιῶν τῆς ἐμπορίας σου ἐβεβήλωσα τά ἱερά σου, καὶ ἐξάξω πῦρ ἐκ μέσου σου, τοῦτο καταφάγεταί σε· καὶ δώσω σε εἰς σποδὸν ἐπὶ τῆς γῆς σου ἐναντίον πάντων τῶν ὁρώντων σε.
19諸民族の中であなたを知るすべての者は、あなたのことで驚き恐れる。 あなたは恐るべきものとなり、 二度と存在しなくなる。」』」
19καὶ πάντες οἱ ἐπιστάμενοί σε ἐν τοῖς ἔθνεσι στυγνάσουσιν ἐπὶ σέ· ἀπώλεια ἐγένου καὶ οὐχ ὑπάρξεις ἔτι εἰς τὸν αἰῶνα.
20主の言葉が私に臨んだ。
20Καὶ ἐγένετο λόγος Κυρίου πρός με λέγων·
21「人の子よ、シドンに顔を向け、これに対して預言せよ。
21υἱὲ ἀνθρώπου, στήρισον τὸ πρόσωπόν σου ἐπὶ Σιδῶνα καὶ προφήτευσον ἐπ' αὐτὴν
22こう言え。『主なる神はこう言われる。 「シドンよ、見よ、わたしはあなたに立ち向かう。 わたしはあなたの中で栄光を受ける。 わたしがその中で裁きを行い、 その中で自分の聖なることを示すとき、 彼らは、わたしが主であることを知る。
22καὶ εἰπόν· τάδε λέγει Κύριος· ἰδοὺ ἐγὼ ἐπὶ σέ, Σιδών, καὶ ἐνδοξασθήσομαι ἐν σοί, καὶ γνώσῃ ὅτι ἐγώ εἰμι Κύριος ἐν τῷ ποιῆσαί με ἐν σοὶ κρίματα, καὶ ἁγιασθήσομαι ἐν σοί.
23わたしはその中に疫病を送り、 その通りに血を流す。 傷ついた者たちはその中に倒れ、 剣が四方からこれに臨む。 そのとき、彼らは、わたしが主であることを知る。
23αἷμα καὶ θάνατος ἐν ταῖς πλατείαις σου, καὶ πεσοῦνται τετραυματισμένοι ἐν μαχαίραις ἐν σοὶ περικύκλῳ σου· καὶ γνώσονται διότι ἐγώ εἰμι Κύριος.
24イスラエルの家を侮った周囲の者たちの中から、刺す茨や傷つけるとげが、もはやイスラエルの家に及ぶことはない。そのとき、彼らは、わたしが主なる神であることを知る。」』
24Καὶ οὐκ ἔσονται οὐκέτι ἐν τῷ οἴκῳ τοῦ Ἰσραὴλ σκόλοψ πικρίας καὶ ἄκανθα ὀδύνης ἀπὸ πάντων τῶν περικύκλῳ αὐτῶν τῶν ἀτιμασάντων αὐτούς· καὶ γνώσονται ὅτι ἐγώ εἰμι Κύριος.
25主なる神はこう言われる。『わたしがイスラエルの家を、散らされた諸民族の中から集め、諸国の目の前で彼らのうちに自分の聖なることを示すとき、彼らは、わたしがしもべヤコブに与えた自分たちの地に住む。
25τάδε λέγει Κύριος Κύριος· καὶ συνάξω τὸν Ἰσραὴλ ἐκ τῶν ἐθνῶν, οὗ διεσκορπίσθησαν ἐκεῖ, καὶ ἁγιασθήσομαι ἐν αὐτοῖς ἐνώπιον τῶν λαῶν καὶ τῶν ἐθνῶν·
26彼らはそこに安心して住み、家を建て、ぶどう畑を造る。彼らを侮った周囲のすべての者に、わたしが裁きを行うとき、彼らは安心して住む。そのとき、彼らは、わたしが主、彼らの神であることを知る。』」
26καὶ κατοικήσουσιν ἐπὶ τῆς γῆς αὐτῶν, ἣν δέδωκα τῷ δούλῳ μου Ἰακώβ, καὶ κατοικήσουσιν ἐπ' αὐτῆς ἐν ἐλπίδι καὶ οἰκοδομήσουσιν οἰκίας καὶ φυτεύσουσιν ἀμπελῶνας καὶ κατοικήσουσιν ἐν ἐλπίδι, ὅταν ποιήσω κρίμα ἐν πᾶσι τοῖς ἀτιμάσασιν αὐτοὺς ἐν τοῖς κύκλῳ αὐτῶν· καὶ γνώσονται ὅτι ἐγώ εἰμι Κύριος ὁ Θεὸς αὐτῶν καὶ ὁ Θεὸς τῶν πατέρων αὐτῶν.

Tip: use the ← and → keys to turn chapters.