エゼキエル書 26
Freedom Bible (フリーダム・バイブル)Translation
Freedom Bible (フリーダム・バイブル)
Septuagint (Greek Old Testament), second edition
1第十一年、その月の一日、主の言葉が私に臨んだ。
1ΚΑΙ ἐγενήθη ἐν τῷ ἑνδεκάτῳ ἔτει, μιᾷ τοῦ μηνός, ἐγένετο λόγος Κυρίου πρός με λέγων·
2「人の子よ、ツロはエルサレムに向かって、『ああ、よい気味だ。諸民族の門であった町は打ち破られ、その役割は私に移った。あの町が荒れ果てた今、私は豊かになる』と言った。
2υἱὲ ἀνθρώπου, ἀνθ' ὧν εἶπε Σὸρ ἐπὶ Ἱερουσαλήμ· εὖγε, συνετρίβη, ἀπόλωλε τὰ ἔθνη, ἐπεστράφη πρός με, ἡ πλήρης ἠρήμωται,
3それゆえ、主なる神はこう言われる。『ツロよ、見よ、わたしはあなたに立ち向かう。海が波を押し寄せさせるように、多くの国々をあなたに攻め上らせる。
3διὰ τοῦτο τάδε λέγει Κύριος· ἰδοὺ ἐγὼ ἐπὶ σέ, Σόρ, καὶ ἀνάξω ἐπὶ σὲ ἔθνη πολλά, ὡς ἀναβαίνει ἡ θάλασσα τοῖς κύμασιν αὐτῆς.
4彼らはツロの城壁を破壊し、その塔を打ち壊す。わたしはその土を削り取り、そこを裸の岩にする。
4καὶ καταβαλοῦσι τὰ τείχη Σὸρ καὶ καταβαλοῦσι τοὺς πύργους σου, καὶ λικμήσω τὸν χοῦν αὐτῆς ἀπ' αὐτῆς καὶ δώσω αὐτὴν εἰς λεωπετρίαν.
5そこは海の中で網を広げる場所となる。わたしが語った』と主なる神は言われる。『そこは諸国の略奪物となる。
5ψυγμὸς σαγηνῶν ἔσται ἐν μέσῳ θαλάσσης, ὅτι ἐγὼ λελάληκα, λέγει Κύριος· καὶ ἔσται εἰς προνομὴν τοῖς ἔθνεσι.
6野にいるその娘たちは剣で殺される。そのとき、彼らは、わたしが主であることを知る。』
6καὶ αἱ θυγατέρες αὐτῆς αἱ ἐν τῷ πεδίῳ μαχαίρᾳ ἀναιρεθήσονται, καὶ γνώσονται ὅτι ἐγὼ Κύριος.
7主なる神はこう言われる。『見よ、わたしは王の王、バビロンの王ネブカドネザルを、馬、戦車、騎兵、多くの民からなる軍勢と共に、北からツロに攻め来させる。
7ὅτι τάδε λέγει Κύριος· ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ σέ, Σόρ, τὸν Ναβουχοδονόσορ βασιλέα Βαβυλῶνος ἀπὸ τοῦ βορρᾶ (βασιλεὺς βασιλέων ἐστί) μεθ' ἵππων καὶ ἁρμάτων καὶ ἱππέων καὶ συναγωγῆς ἐθνῶν πολλῶν σφόδρα.
8彼は野にいるあなたの娘たちを剣で殺す。あなたに対して砦を築き、土塁を盛り上げ、盾を構える。
8οὗτος τὰς θυγατέρας σου τὰς ἐν τῷ πεδίῳ μαχαίρᾳ ἀνελεῖ καὶ δώσει ἐπὶ σὲ προφυλακὴν καὶ περιοικοδομήσει καὶ ποιήσει ἐπὶ σὲ κύκλῳ χάρακα καὶ περίστασιν ὅπλων καὶ τὰς λόγχας αὐτοῦ ἀπέναντί σου δώσει·
9破城槌をあなたの城壁に打ち当て、斧であなたの塔を打ち壊す。
9τὰ τείχη σου καὶ τοὺς πύργους σου καταβαλεῖ ἐν ταῖς μαχαίραις αὐτοῦ.
10彼の馬があまりにも多いため、その土煙があなたを覆う。城壁を破られた町に人々が入るように、彼があなたの門から入るとき、騎兵、荷車、戦車の音によって、あなたの城壁は揺れ動く。
10ἀπὸ τοῦ πλήθους τῶν ἵππων αὐτοῦ κατακαλύψει σε ὁ κονιορτὸς αὐτῶν, καὶ ἀπὸ τῆς φωνῆς τῶν ἱππέων αὐτοῦ καὶ τῶν τροχῶν τῶν ἁρμάτων αὐτοῦ σεισθήσεται τὰ τείχη σου εἰσπορευομένου αὐτοῦ τὰς πύλας σου, ὡς εἰσπορευόμενος εἰς πόλιν ἐκ πεδίου.
11彼は馬のひづめであなたのすべての通りを踏みにじり、あなたの民を剣で殺す。あなたの力を支える柱は地に倒れる。
11ἐν ταῖς ὁπλαῖς τῶν ἵππων αὐτοῦ καταπατήσουσί σου πάσας τὰς πλατείας· τὸν λαόν σου μαχαίρᾳ ἀνελεῖ καὶ τὴν ὑπόστασιν τῆς ἰσχύος σου ἐπὶ τὴν γῆν κατάξει.
12彼らはあなたの富を略奪し、商品を奪う。城壁を打ち壊し、美しい家々を破壊する。あなたの石材、木材、土を水の中に投げ込む。
12καὶ προνομεύσει τὴν δύναμίν σου καὶ σκυλεύσει τὰ ὑπάρχοντά σου καὶ καταβαλεῖ τὰ τείχη σου καὶ τοὺς οἴκους σου τοὺς ἐπιθυμητοὺς καθελεῖ, καὶ τοὺς λίθους σου καὶ τὰ ξύλα σου καὶ τὸν χοῦν σου εἰς μέσον τῆς θαλάσσης σου ἐμβαλεῖ.
13わたしはあなたの歌の響きをやめさせる。あなたの琴の音は、もはや聞かれない。
13καὶ καταλύσει τὸ πλῆθος τῶν μουσικῶν σου, καὶ ἡ φωνὴ τῶν ψαλτηρίων σου οὐ μὴ ἀκουσθῇ ἔτι.
14わたしはあなたを裸の岩にする。あなたは網を広げる場所となり、二度と建て直されない。主であるわたしが語った』と主なる神は言われる。
14καὶ δώσω σε εἰς λεωπετρίαν, ψυγμὸς σαγηνῶν ἔσῃ, οὐ μὴ οἰκοδομηθῇς ἔτι, ὅτι ἐγὼ Κύριος ἐλάλησα, λέγει Κύριος.
15主なる神はツロにこう言われる。『あなたが倒れる音、傷ついた者たちのうめき、あなたの中で行われる殺戮の音によって、島々は震えるのではないか。
15διότι τάδε λέγει Κύριος Κύριος τῇ Σόρ· οὐκ ἀπὸ φωνῆς τῆς πτώσεώς σου ἐν τῷ στενάξαι τραυματίας, ἐν τῷ σπάσαι μάχαιραν ἐν μέσῳ σου σεισθήσονται αἱ νῆσοι;
16そのとき、海のすべての君主は王座から降り、上着を脱ぎ、刺繍を施した衣を脱ぎ捨てる。彼らは震えを身にまとって地に座り、絶えず震え、あなたのことで驚き恐れる。
16καὶ καταβήσονται ἀπὸ τῶν θρόνων αὐτῶν πάντες οἱ ἄρχοντες ἐκ τῶν ἐθνῶν τῆς θαλάσσης καὶ ἀφελοῦνται τὰς μίτρας ἀπὸ τῶν κεφαλῶν αὐτῶν καὶ τὸν ἱματισμὸν τὸν ποικίλον αὐτῶν ἐκδύσονται. ἐκστάσει ἐκστήσονται, ἐπὶ γῆν καθεδοῦνται καὶ φοβηθήσονται τὴν ἀπώλειαν αὐτῶν καὶ στενάξουσιν ἐπὶ σέ·
17彼らはあなたのために哀歌を唱え、あなたに言う。 「ああ、あなたは滅ぼされた。 海を行く者たちが住んでいた町よ。 海の上で強かった、 名高い町よ。 あなたとその住民は、 そこに住むすべての者に恐怖を与えていたのに。
17καὶ λήψονται ἐπὶ σὲ θρῆνον καὶ ἐροῦσί σοι· πῶς κατελύθης ἐκ θαλάσσης, ἡ πόλις ἡ ἐπαινετή, ἡ δοῦσα τὸν φόβον αὐτῆς πᾶσι τοῖς κατοικοῦσιν αὐτήν;
18今、あなたが倒れる日に島々は震える。 そうだ、海の島々は、あなたが消え去ることにおびえる。」』
18καὶ φοβηθήσονται αἱ νῆσοι ἀπὸ ἡμέρας πτώσεώς σου·
19主なる神はこう言われる。『わたしがあなたを、人の住まない町々のような荒れ果てた町とし、深淵をあなたの上に湧き上がらせ、大水があなたを覆うとき、
19ὅτι τάδε λέγει Κύριος Κύριος· ὅταν δῶ σε πόλιν ἠρημωμένην ὡς τὰς πόλεις τὰς μὴ κατοικισθησομένας, ἐν τῷ ἀναγαγεῖν με ἐπὶ σὲ τὴν ἄβυσσον καὶ κατακαλύψει σε ὕδωρ πολύ,
20わたしはあなたを、穴に下る者たちと共に、昔の民のもとへ下らせる。あなたを、穴に下る者たちと共に、地の低い所、昔から荒れ果てている場所に住ませる。あなたは人の住む所とはならない。そして、わたしは生ける者の地に栄光を現す。
20καὶ καταβιβάσω σε πρὸς τοὺς καταβαίνοντας εἰς βόθρον πρὸς λαὸν αἰῶνος καὶ κατοικιῶ σε εἰς βάθη τῆς γῆς ὡς ἔρημον αἰώνιον μετὰ καταβαινόντων εἰς βόθρον, ὅπως μὴ κατοικηθῇς μηδὲ ἀναστῇς ἐπὶ γῆς ζωῆς.
21わたしはあなたを恐るべきものとし、あなたは存在しなくなる。人々があなたを捜しても、二度と見つけることはない』と主なる神は言われる。」
21ἀπώλειάν σε δώσω, καὶ οὐχ ὑπάρξεις ἔτι εἰς τὸν αἰῶνα, λέγει Κύριος Κύριος.
Tip: use the ← and → keys to turn chapters.