エゼキエル書 27
Freedom Bible (フリーダム・バイブル)Translation
Freedom Bible (フリーダム・バイブル)
Septuagint (Greek Old Testament), second edition
1再び、主の言葉が私に臨んだ。
1ΚΑΙ ἐγένετο λόγος Κυρίου πρός με λέγων·
2「人の子よ、あなたはツロのために哀歌を唱えよ。
2καὶ σὺ υἱὲ ἀνθρώπου, λαβὲ ἐπὶ Σὸρ θρῆνον
3海の入口に住み、多くの島々の民と取引する商人であるツロに言え。『主なる神はこう言われる。 「ツロよ、あなたは言った。 『私は美しさの極みだ。』
3καὶ ἐρεῖς τῇ Σὸρ τῇ κατοικούσῃ ἐπὶ τῆς εἰσόδου τῆς θαλάσσης, τῷ ἐμπορίῳ τῶν λαῶν ἀπὸ νήσων πολλῶν· τάδε λέγει Κύριος τῇ Σόρ· σὺ εἶπας· ἐγὼ περιέθηκα ἐμαυτῇ κάλλος μου.
4あなたの領域は海のただ中にある。 あなたを造った者たちは、あなたの美しさを完全なものにした。
4ἐν καρδίᾳ θαλάσσης τῷ Βεελεὶμ υἱοί σου περιέθηκάν σοι κάλλος.
5彼らはセニルの糸杉で、あなたのすべての船板を造った。 レバノンから杉を取り、あなたのために帆柱を造った。
5κέδρος ἐκ Σανεὶρ ᾠκοδομήθη σοι, ταινίαι σανίδων κυπαρίσσου ἐκ τοῦ Λιβάνου ἐλήφθησαν τοῦ ποιῆσαί σοι ἱστοὺς ἐλατίνους·
6バシャンの樫の木で、あなたの櫂を造った。 キティムの島々から来た糸杉に象牙をはめ込み、あなたの腰掛けを造った。
6ἐκ τῆς Βασανίτιδος ἐποίησαν τὰς κώπας σου, τὰ ἱερά σου ἐποίησαν ἐξ ἐλέφαντος, οἴκους ἀλσώδεις ἀπὸ νήσων τῶν Χετιείμ.
7エジプトの刺繍を施した上質の亜麻布が、 あなたの帆となり、旗印となった。 エリシャの島々から来た青と紫の布が、あなたの日よけであった。
7βύσσος μετὰ ποικιλίας ἐξ Αἰγύπτου ἐγένετό σοι στρωμνὴ τοῦ περιθεῖναί σοι δόξαν καὶ περιβαλεῖν σε ὑάκινθον καὶ πορφύραν ἐκ τῶν νήσων Ἐλεισαὶ καὶ ἐγένετο περιβόλαιά σου.
8シドンとアルワデの住民が、あなたのこぎ手であった。 ツロよ、あなたの中にいた賢者たちが、 あなたの水先案内人であった。
8καὶ οἱ ἄρχοντές σου οἱ κατοικοῦντες Σιδῶνα καὶ Ἀράδιοι ἐγένοντο κωπηλάται σου· οἱ σοφοί σου, Σόρ, οἳ ἦσαν ἐν σοί, οὗτοι κυβερνῆταί σου.
9ゲバルの老人たちと、 その賢者たちが、あなたの中で船の継ぎ目を修理する者であった。 海のすべての船とその船乗りたちは、 あなたの中にいて、商品を取り引きした。
9οἱ πρεσβύτεροι βιβλίων καὶ οἱ σοφοὶ αὐτῶν ἦσαν ἐν σοί, οὗτοι ἐνίσχυον τὴν βουλήν σου· καὶ πάντα τὰ πλοῖα τῆς θαλάσσης καὶ οἱ κωπηλάται αὐτῶν ἐγένοντό σοι ἐπὶ δυσμὰς δυσμῶν.
10ペルシア、ルデ、プテの者たちは、 あなたの軍隊の戦士であった。 彼らはあなたの中に盾と兜を掛け、 あなたに輝きを与えた。
10Πέρσαι καὶ Λυδοὶ καὶ Λίβυες ἦσαν ἐν τῇ δυνάμει σου, ἄνδρες πολεμισταί σου πέλτας καὶ περικεφαλαίας ἐκρέμασαν ἐν σοί, οὗτοι ἔδωκαν τὴν δόξαν σου.
11アルワデの人々はあなたの軍隊と共に、周囲の城壁の上にいた。 勇士たちはあなたの塔の中にいた。 彼らは周囲の城壁に盾を掛け、 あなたの美しさを完全なものにした。
11υἱοὶ Ἀραδίων καὶ ἡ δύναμίς σου ἐπὶ τῶν τειχέων σου φύλακες ἐν τοῖς πύργοις σου ἦσαν, τὰς φαρέτρας αὐτῶν ἐκρέμασαν ἐπὶ τῶν ὅρμων σου κύκλῳ· οὗτοι ἐτελείωσάν σου τὸ κάλλος.
12豊かなあらゆる富のために、タルシシュはあなたと取り引きした。彼らは銀、鉄、すず、鉛をあなたの商品と交換した。
12Καρχηδόνιοι ἔμποροί σου ἀπὸ πλήθους πάσης ἰσχύος σου, ἀργύριον καὶ χρυσίον καὶ σίδηρον καὶ κασσίτερον καὶ μόλιβον ἔδωκαν τὴν ἀγοράν σου.
13ヤワン、トバル、メシェクはあなたの商人であった。彼らは人々と青銅の器をあなたの商品と交換した。
13ἡ Ἑλλὰς καὶ ἡ σύμπασα καὶ τὰ παρατείνοντα, οὗτοι ἐνεπορεύοντό σοι ἐν ψυχαῖς ἀνθρώπων καὶ σκεύη χαλκᾶ ἔδωκαν τὴν ἐμπορίαν σου.
14トガルマの家の者たちは、馬、軍馬、らばをあなたの商品と交換した。
14ἐξ οἴκου Θεργαμὰ ἵππους καὶ ἱππεῖς ἔδωκαν τὴν ἀγοράν σου.
15デダンの人々はあなたと取り引きした。多くの島々があなたの市場となり、象牙の角と黒檀を貢ぎ物としてあなたに持って来た。
15υἱοὶ Ροδίων ἔμποροί σου ἀπὸ νήσων ἐπλήθυναν τὴν ἐμπορίαν σου ὀδόντας ἐλεφαντίνους, καὶ τοῖς εἰσαγομένοις ἀντεδίδους τοὺς μισθούς σου,
16あなたの製品が多かったため、シリアはあなたと取り引きした。彼らはエメラルド、紫の布、刺繍を施した布、上質の亜麻布、珊瑚、ルビーをあなたの商品と交換した。
16ἀνθρώπους ἐμπορίαν σου ἀπὸ πλήθους τοῦ συμμείκτου σου, στακτὴν καὶ ποικίλματα ἐκ Θαρσίς, καὶ Ραμὸθ καὶ Χορχὸρ ἔδωκαν τὴν ἀγοράν σου.
17ユダとイスラエルの地はあなたの商人であった。彼らはミニテの小麦、菓子、蜜、油、乳香をあなたの商品と交換した。
17Ἰούδας καὶ οἱ υἱοὶ τοῦ Ἰσραήλ, οὗτοι ἔμποροί σου ἐν πράσει σίτου καὶ μύρων καὶ κασίας, καὶ πρῶτον μέλι καὶ ἔλαιον καὶ ρητίνην ἔδωκαν εἰς τὸν σύμμεικτόν σου.
18あなたの製品が多く、あらゆる富が豊かだったため、ダマスコはヘルボンのぶどう酒と白い羊毛をもって、あなたと取り引きした。
18Δαμασκὸς ἔμπορός σου ἐκ πλήθους πάσης δυνάμεώς σου· οἶνος ἐκ Χελβὼν καὶ ἔρια ἐκ Μιλήτου, καὶ οἶνον εἰς τὴν ἀγοράν σου ἔδωκαν.
19ベダンとヤワンは糸をあなたの商品と交換した。加工した鉄、肉桂、菖蒲もあなたの商品となった。
19ἐξ Ἀσὴλ σίδηρος εἰργασμένος καὶ τροχὸς ἐν τῷ συμμείκτῳ σού ἐστι.
20デダンは、乗馬用の高価な敷物をもって、あなたと取り引きした。
20Δαιδὰν ἔμποροί σου μετὰ κτηνῶν ἐκλεκτῶν εἰς ἅρματα.
21アラビアとケダルのすべての君主は、あなたの主要な取引相手であった。彼らは子羊、雄羊、やぎをもって、あなたと取り引きした。
21ἠ Ἀραβία καὶ πάντες οἱ ἄρχοντες Κηδάρ, οὗτοι ἔμποροί σου διά χειρός σου, καμήλους καὶ ἀμνοὺς καὶ κριοὺς ἐν οἷς ἐμπορεύονταί σε.
22シェバとラアマの商人たちは、あなたの商人であった。彼らは最上のあらゆる香料、あらゆる宝石、金をあなたの商品と交換した。
22ἔμποροι Σαββὰ καὶ Ραγμά, οὗτοι ἔμποροί σου μετὰ πρώτων ἡδυσμάτων καὶ λίθων χρηστῶν καὶ χρυσὸν ἔδωκαν τὴν ἀγοράν σου.
23ハラン、カンネ、エデン、シェバの商人、アシュル、キルマデは、あなたの商人であった。
23Χαρρὰν καὶ Χαννά, οὗτοι ἔμποροί σου· Ἀσσοὺρ καὶ Χαρμὰν ἔμποροί σου
24彼らは、青い布と刺繍を施した布で包んだ選り抜きの商品、ひもで縛られ、豪華な衣服を収めた杉の箱をもって、あなたと取り引きした。
24φέροντες ἐμπορίαν ὑάκινθον καὶ θησαυροὺς ἐκλεκτοὺς δεδεμένους σχοινίοις καὶ κυπαρύσσινα.
25タルシシュの船は、あなたの商品を運ぶ隊商であった。 あなたは海のただ中で満たされ、 非常に栄えた。
25πλοῖα, ἐν αὐτοῖς Καρχηδόνιοι ἔμποροί σου ἐν τῷ πλήθει, ἐν τῷ συμμείκτῳ σου, καὶ ἐνεπλήσθης καὶ ἐβαρύνθης σφόδρα ἐν καρδίᾳ θαλάσσης.
26あなたのこぎ手たちは、あなたを大海へ漕ぎ出した。 東風が海のただ中で、あなたを打ち砕いた。
26ἐν ὕδατι πολλῷ ἦγόν σε οἱ κωπηλάται σου· τὸ πνεῦμα τοῦ νότου συνέτριψέ σε ἐν καρδίᾳ θαλάσσης.
27あなたの富、商品、積み荷、 船乗り、水先案内人、船の継ぎ目を修理する者、 商品を取り引きする者、 あなたの中にいるすべての戦士、 また、あなたの中にいるすべての群衆は、 あなたが滅びる日に、海のただ中へ沈む。
27ἦσαν δυνάμεις σου καὶ ὁ μισθός σου καὶ τῶν συμμείκτων σου καὶ οἱ κωπηλάται σου καὶ οἱ κυβερνῆταί σου καὶ οἱ σύμβουλοί σου καὶ οἱ σύμμεικτοί σου ἐκ τῶν συμμείκτων σου καὶ πάντες οἱ ἄνδρες οἱ πολεμισταί σου οἱ ἐν σοὶ καὶ πᾶσα συναγωγή σου ἐν μέσῳ σου, πεσοῦνται ἐν καρδίᾳ θαλάσσης ἐν τῇ ἡμέρᾳ τῆς πτώσεώς σου.
28あなたの水先案内人の叫び声によって、 牧草地は震える。
28πρὸς τὴν κραυγὴν τῆς φωνῆς σου οἱ κυβερνῆταί σου φόβῳ φοβηθήσονται,
29櫂を操る者たち、 船乗りと海のすべての水先案内人は、 船から降りる。 彼らは陸に立ち、
29καὶ καταβήσονται ἀπὸ τῶν πλοίων πάντες οἱ κωπηλάται καὶ οἱ ἐπιβάται καὶ οἱ πρωρεῖς τῆς θαλάσσης ἐπὶ τὴν γῆν στήσονται
30あなたのために声を上げ、 激しく泣き叫ぶ。 頭にちりをかぶり、 灰の中を転げ回る。
30καὶ ἀλαλάξουσιν ἐπὶ σὲ τῇ φωνῇ αὐτῶν καὶ κεκράξονται πικρὸν καὶ ἐπιθήσουσι γῆν ἐπὶ τὴν κεφαλὴν αὐτῶν καὶ σποδὸν ὑποστρώσονται.
31あなたのために頭をそり、 粗布を身にまとう。 深い苦しみのうちに、あなたのために泣き、 激しく嘆き悲しむ。
no verse 31 in this text
32彼らは泣き叫びながら、あなたのために哀歌を唱え、 あなたを嘆いて言う。 『ツロのような者がいるだろうか。 海のただ中で沈黙させられた町のような者が。』
32καὶ λήψονται οἱ υἱοὶ αὐτῶν ἐπὶ σὲ θρῆνον καὶ θρήνημά σοι·
33あなたの商品が海から運ばれて来たとき、 あなたは多くの民を満たした。 豊かな富と商品によって、 地の王たちを富ませた。
33πόσον τινὰ εὗρες μισθὸν ἀπὸ τῆς θαλάσσης; ἐνέπλησας ἔθνη ἀπὸ τοῦ πλήθους σου καὶ ἀπὸ τοῦ συμμείκτου σου ἐπλούτησας πάντας βασιλεῖς τῆς γῆς.
34あなたが海によって打ち砕かれ、 水の深みに沈んだとき、 あなたの商品とすべての群衆も、あなたの中で沈んだ。
34νῦν συνετρίβης ἐν θαλάσσῃ, ἐν βάθει ὕδατος· ὁ σύμμεικτός σου καὶ πᾶσα ἡ συναγωγή σου ἐν μέσῳ σου
35島々のすべての住民は、あなたのことで驚き恐れる。 その王たちは恐怖におののき、 顔をこわばらせる。
35ἔπεσον, πάντες οἱ κωπηλάται σου. πάντες οἱ κατοικοῦντες τὰς νήσους ἐστύγνασαν ἐπὶ σέ, καὶ οἱ βασιλεῖς αὐτῶν ἐκστάσει ἐξέστησαν, καὶ ἐδάκρυσε τὸ πρόσωπον αὐτῶν.
36諸民族の商人たちは、あなたを見てあざけりの口笛を吹く。 あなたは恐るべき終わりを迎え、 二度と存在しなくなる。」』」
36ἔμποροι ἀπὸ ἐθνῶν ἐσύρισάν σε, ἀπώλεια ἐγένου, καὶ οὐκέτι ἔσῃ εἰς τὸν αἰῶνα.
Tip: use the ← and → keys to turn chapters.