エゼキエル書 48
Freedom Bible (フリーダム・バイブル)Translation
Freedom Bible (フリーダム・バイブル)
Septuagint (Greek Old Testament), second edition
1「部族の名は次のとおりである。北端から、ヘテロンへの道に沿ってハマテの入口まで、さらにダマスコの北の境界にあるハツァル・エナンまで、ハマテに沿って北へ延びる。東側から西側までが、ダンの一つの割り当て地となる。
1ΚΑΙ ταῦτα τὰ ὀνόματα τῶν φυλῶν· ἀπὸ τῆς ἀρχῆς τῆς πρὸς βορρᾶν κατὰ τὸ μέρος τῆς καταβάσεως τοῦ περισχίζοντος ἐπὶ τὴν εἴσοδον τῆς Ἠμὰθ αὐλῆς τοῦ Αἰνάν, ὅριον Δαμασκοῦ πρὸς βορρᾶν κατὰ μέρος Ἠμὰθ αὐλῆς, καὶ ἔσται αὐτοῖς τὰ πρὸς ἀνατολὰς ἕως πρὸς θάλασσαν Δάν, μία.
2ダンの境界に接し、東側から西側までが、アシェルの一つの割り当て地となる。
2καὶ ἀπὸ τῶν ὁρίων τοῦ Δὰν τὰ πρὸς ἀνατολὰς ἕως τῶν πρὸς θάλασσαν Ἀσσήρ, μία.
3アシェルの境界に接し、東側から西側までが、ナフタリの一つの割り当て地となる。
3καὶ ἀπὸ τῶν ὁρίων Ἀσσὴρ ἀπὸ τῶν πρὸς ἀνατολὰς ἕως τῶν πρὸς θάλασσαν Νεφθαλίμ, μία.
4ナフタリの境界に接し、東側から西側までが、マナセの一つの割り当て地となる。
4καὶ ἀπὸ τῶν ὁρίων Νεφθαλὶμ ἀπὸ ἀνατολῶν ἕως τῶν πρὸς θάλασσαν Μανασσῆ, μία.
5マナセの境界に接し、東側から西側までが、エフライムの一つの割り当て地となる。
5καὶ ἀπὸ τῶν ὁρίων Μανασσῆ ἀπὸ τῶν πρὸς ἀνατολὰς ὥς τῶν πρὸς θάλασσαν Ἐφραίμ, μία.
6エフライムの境界に接し、東側から西側までが、ルベンの一つの割り当て地となる。
6καὶ ἀπὸ τῶν ὁρίων Ἐφραὶμ ἀπό τῶν πρὸς ἀνατολὰς ἕως τῶν πρὸς θάλασσαν Ρουβήν, μία.
7ルベンの境界に接し、東側から西側までが、ユダの一つの割り当て地となる。
7καὶ ἀπὸ τῶν ὁρίων Ρουβὴν ἀπὸ τῶν πρὸς ἀνατολὰς ἕως τῶν πρὸς θάλασσαν Ἰούδα, μία.
8ユダの境界に接して、東側から西側まで、あなたがたがささげる奉納地を置く。その幅は二万五千竿、長さは東側から西側まで、ほかの割り当て地の一つと同じとする。聖所はその中央に置く。
8καὶ ἀπὸ τῶν ὁρίων Ἰούδα ἀπὸ τῶν πρὸς ἀνατολὰς ἕως τῶν πρὸς θάλασσαν ἔσται ἡ ἀπαρχὴ τοῦ ἀφορισμοῦ, πέντε καὶ εἴκοσι χιλιάδες εὖρος καὶ μῆκος καθὼς μία τῶν μερίδων ἀπὸ τῶν πρὸς ἀνατολὰς καὶ ἕως τῶν πρὸς θάλασσαν, καὶ ἔσται τὸ ἅγιον ἐν μέσῳ αὐτῶν·
9あなたがたが主にささげる奉納地は、長さ二万五千竿、幅一万竿とする。
9ἀπαρχή, ἣν ἀφοριοῦσι τῷ Κυρίῳ, μῆκος πέντε καὶ εἴκοσι χιλιάδες καὶ εὗρος εἴκοσι καὶ πέντε χιλιάδες.
10この聖なる奉納地は祭司たちのためのもので、北側の長さは二万五千竿、西側の幅は一万竿、東側の幅は一万竿、南側の長さは二万五千竿とする。主の聖所はその中央に置く。
10τούτων ἔσται ἡ ἀπαρχὴ τῶν ἁγίων· τοῖς ἱερεῦσι, πρὸς βορρᾶν πέντε καὶ εἴκοσι χιλιάδες καὶ πρὸς θάλασσαν πλάτος δέκα χιλιάδες καὶ πρὸς ἀνατολὰς πλάτος δέκα χιλιάδες καὶ πρὸς νότον μῆκος εἴκοσι καὶ πέντε χιλιάδες, καὶ τὸ ὄρος τῶν ἁγίων ἔσται ἐν μέσῳ αὐτοῦ·
11これは、ツァドクの子らのうち、聖別された祭司たちのためのものである。彼らはわたしの指示を守り、イスラエルの子らが迷い出たときにも、レビ人たちのように迷い出なかった。
11τοῖς ἱερεῦσι τοῖς ἡγιασμένοις, υἱοῖς Σαδδούκ, τοῖς φυλάσσουσι τὰς φυλακὰς τοῦ οἴκου, οἵτινες οὐκ ἐπλανήθησαν ἐν τῇ πλανήσει υἱῶν Ἰσραήλ, ὃν τρόπον ἐπλανήθησαν οἱ Λευῖται,
12土地の奉納地のうち、レビ人の境界に接する区画が、彼らのための最も聖なる奉納地となる。
12καὶ ἔσται αὐτοῖς ἡ ἀπαρχὴ δεδομένη ἐκ τῶν ἀπαρχῶν τῆς γῆς, ἅγιον ἁγίων ἀπὸ τῶν ὁρίων τῶν Λευιτῶν.
13祭司たちの境界に沿って、レビ人の土地は長さ二万五千キュビト、幅一万キュビトとする。全体の長さは二万五千キュビト、幅は一万キュビトである。
13τοῖς δὲ Λευίταις τὰ ἐχόμενα τῶν ὁρίων τῶν ἱερέων, μῆκος πέντε καὶ εἴκοσι χιλιάδες, καὶ εὗρος δέκα χιλιάδες. πᾶν τὸ μῆκος πέντε καὶ εἴκοσι χιλιάδες καὶ εὖρος εἴκοσι χιλιάδες.
14彼らはその一部も売ってはならず、交換してもならない。この土地の初物を他人に譲り渡してはならない。それは主にとって聖なるものだからである。
14οὐ πραθήσεται ἐξ αὐτοῦ οὐδὲ καταμετρηθήσεται, οὐδὲ ἀφαιρεθήσεται τὰ πρωτογεννήματα τῆς γῆς, ὅτι ἅγιόν ἐστι τῷ Κυρίῳ.
15二万五千キュビトの幅のうち、残る五千キュビトは、町と住居と放牧地のための一般の土地とする。町はその中央に置く。
15τὰς δὲ πέντε χιλιάδας τὰς περισσὰς ἐπὶ τῷ πλάτει ἐπὶ ταῖς πέντε, καὶ εἴκοσι χιλιάσι, προτείχισμα ἔσται τῇ πόλει εἰς τὴν κατοικίαν καὶ εἰς διάστημα αὐτοῦ, καὶ ἔσται ἡ πόλις ἐν μέσῳ αὐτοῦ.
16町の寸法は次のとおりである。北側は四千五百キュビト、南側は四千五百キュビト、東側は四千五百キュビト、西側は四千五百キュビトとする。
16καὶ ταῦτα τὰ μέτρα αὐτῆς· ἀπὸ τῶν πρὸς βορρᾶν πεντακόσιοι καὶ τετρακισχίλιοι, καὶ ἀπὸ τῶν πρὸς νότον πεντακόσιοι καὶ τέσσαρες χιλιάδες, καὶ ἀπὸ τῶν πρὸς ἀνατολάς πεντακόσιοι καὶ τέσσαρες χιλιάδες, καὶ ἀπὸ τῶν πρὸς θάλασσαν τετρακισχιλίους πεντακόσιους.
17町の放牧地は、北へ二百五十キュビト、南へ二百五十キュビト、東へ二百五十キュビト、西へ二百五十キュビトとする。
17καὶ ἔσται διάστημα τῇ πόλει πρὸς βορρᾶν διακόσιοι πεντήκοντα καὶ πρὸς νότον διακόσιοι καὶ πεντήκοντα καὶ πρὸς ἀνατολὰς διακόσιοι πεντήκοντα καὶ πρὸς θάλασσαν διακόσιοι πεντήκοντα.
18聖なる奉納地に沿って残る土地は、東へ一万キュビト、西へ一万キュビトとする。それは聖なる奉納地に沿って置かれ、その産物は町で働く者たちの食物となる。
18καὶ τὸ περισσὸν τοῦ μήκους τὸ ἐχόμενον τῶν ἀπαρχῶν τῶν ἁγίων δέκα χιλιάδες πρὸς ἀνατολὰς καὶ δέκα χιλιάδες πρὸς θάλασσαν· καὶ ἔσονται αἱ ἀπαρχαὶ τοῦ ἁγίου καὶ ἔσται τὰ γεννήματα αὐτῆς εἰς ἄρτους τοῖς ἐργαζομένοις τὴν πόλιν·
19イスラエルのすべての部族から出た、町で働く者たちがこれを耕す。
19οἱ δὲ ἐργαζόμενοι τὴν πόλιν ἐργῶνται αὐτὴν ἐκ πασῶν τῶν φυλῶν τοῦ Ἰσραήλ.
20奉納地全体は、縦二万五千キュビト、横二万五千キュビトの正方形とする。聖なる奉納地と町の所有地を一つにして、ささげなければならない。
20πᾶσα ἡ ἀπαρχὴ πέντε καὶ εἴκοσι χιλιάδες ἐπὶ πέντε καὶ εἴκοσι χιλιάδας· τετράγωνον ἀφοριεῖτε αὐτοῦ τὴν ἀπαρχὴν τοῦ ἁγίου ἀπὸ τῆς κατασχέσεως τῆς πόλεως.
21残りの土地は君主のものとなる。聖なる奉納地と町の所有地の両側、すなわち、奉納地の二万五千キュビトに面して東の境界まで延びる土地と、西側の二万五千キュビトに面して西の境界まで延びる土地である。それは各部族の割り当て地に沿って君主のものとなり、聖なる奉納地と宮の聖所はその中央に置かれる。
21τὸ δὲ περισσὸν τῷ ἀφηγουμένῳ ἐκ τούτου καὶ ἐκ τούτου ἀπὸ τῶν ἀπαρχῶν τοῦ ἁγίου καὶ εἰς τὴν κατάσχεσιν τῆς πόλεως ἐπὶ πέντε καὶ εἴκοσι χιλιάδας μῆκος ἕως τῶν ὁρίων τῶν πρὸς ἀνατολὰς καὶ πρὸς θάλασσαν ἐπὶ πέντε καὶ εἴκοσι χιλιάδας ἕως τῶν ὁρίων τῶν πρὸς θάλασσαν ἐχόμενα τῶν μερίδων τοῦ ἀφηγουμένου· καὶ ἔσται ἡ ἀπαρχὴ τῶν ἁγίων καὶ τὸ ἁγίασμα τοῦ οἴκου ἐν μέσῳ αὐτῆς.
22レビ人の所有地と町の所有地は、君主の土地の中央にある。ユダの境界とベニヤミンの境界との間にある土地が、君主のものとなる。
22καὶ ἀπὸ τῆς κατασχέσεως τῶν Λευιτῶν καὶ ἀπὸ τῆς κατασχέσεως τῆς πόλεως ἐν μέσῳ τῶν ἀφηγουμένων ἔσται· ἀναμέσον τῶν ὁρίων Ἰούδα καὶ ἀναμέσον τῶν ὁρίων Βενιαμὶν τῶν ἀφηγουμένων ἔσται.
23残りの部族については、東側から西側までが、ベニヤミンの一つの割り当て地となる。
23Καὶ τὸ περισσὸν τῶν φυλῶν ἀπὸ τῶν πρὸς ἀνατολὰς ἕως τῶν πρὸς θάλασσαν Βενιαμίν, μία.
24ベニヤミンの境界に接し、東側から西側までが、シメオンの一つの割り当て地となる。
24καὶ ἀπὸ τῶν ὁρίων τῶν Βενιαμὶν ἀπὸ τῶν πρὸς ἀνατολὰς ἕως τῶν πρὸς θάλασσαν Συμεών, μία.
25シメオンの境界に接し、東側から西側までが、イッサカルの一つの割り当て地となる。
25καὶ ἀπὸ τῶν ὁρίων τῶν Συμεὼν ἀπὸ τῶν πρὸς ἀνατολὰς ἕως τῶν πρὸς θάλασσαν Ἰσσάχαρ, μία.
26イッサカルの境界に接し、東側から西側までが、ゼブルンの一つの割り当て地となる。
26καὶ ἀπὸ τῶν ὁρίων τῶν Ἰσσάχαρ ἀπὸ τῶν πρὸς ἀνατολὰς ἕως τῶν πρὸς θάλασσαν Ζαβουλών, μία.
27ゼブルンの境界に接し、東側から西側までが、ガドの一つの割り当て地となる。
27καὶ ἀπὸ τῶν ὁρίων τῶν Ζαβουλὼν ἀπὸ τῶν πρὸς ἀνατολὰς ἕως τῶν πρὸς θάλασσαν Γάδ, μία.
28ガドの境界に接する南側の境界は、タマルからメリボテ・カデシュの水まで、さらに川に沿って大海までとする。
28καὶ ἀπὸ τῶν ὁρίων τῶν Γὰδ ἀπὸ τῶν πρὸς ἀνατολὰς ἕως τῶν πρὸς λίβα καὶ ἔσται τὰ ὅρια αὐτοῦ ἀπὸ Θαιμὰν καὶ ὕδατος Μαριμὼθ Κάδης κληρονομίας ἕως τῆς θαλάσσης τῆς μεγάλης.
29これが、あなたがたがイスラエルの諸部族に相続地としてくじで分ける土地であり、これらが彼らの割り当て地である」と主なる神は言われる。
29αὕτη ἡ γῆ, ἣν βαλεῖτε ἐν κλήρῳ ταῖς φυλαῖς τοῦ Ἰσραήλ, καὶ οὗτοι οἱ διαμερισμοὶ αὐτῶν, λέγει Κύριος Θεός.
30「町の出口は次のとおりである。北側は、測って四千五百竿とする。
30Καὶ αὗται αἱ διεκβολαὶ τῆς πόλεως αἱ πρὸς βορρᾶν, τετρακισχίλιοι καὶ πεντακόσιοι μέτρῳ.
31町の門にはイスラエルの諸部族の名を付ける。北側には三つの門がある。ルベンの門が一つ、ユダの門が一つ、レビの門が一つである。
31καὶ αἱ πύλαι τῆς πόλεως ἐπ᾿ ὀνόματι φυλῶν τοῦ Ἰσραήλ· πύλαι τρεῖς πρὸς βορρᾶν, πύλη Ρουβὴν μία καὶ πύλη Ἰούδα μία καὶ πύλη Λευΐ μία.
32東側は四千五百竿で、三つの門がある。ヨセフの門が一つ、ベニヤミンの門が一つ、ダンの門が一つである。
32καὶ τὰς πρὸς ἀνατολὰς τετρακισχίλιοι καὶ πεντακόσιοι· καὶ πύλαι τρεῖς, πύλη Ἰωσὴφ μία καὶ πύλη Βενιαμὶν μία καὶ πύλη Δὰν μία.
33南側は、測って四千五百竿で、三つの門がある。シメオンの門が一つ、イッサカルの門が一つ、ゼブルンの門が一つである。
33καὶ τὰ πρὸς νότον τετρακισχίλιοι καὶ πεντακόσιοι μέτρῳ· καὶ πύλαι τρεῖς, πύλη Συμεὼν μία καὶ πύλη Ἰσσάχαρ μία καὶ πύλη Ζαβουλὼν μία.
34西側は四千五百竿で、三つの門がある。ガドの門が一つ、アシェルの門が一つ、ナフタリの門が一つである。
34καὶ τὰ πρὸς θάλασσαν τετρακισχίλιοι καὶ πεντακόσιοι μέτρῳ· πύλαι τρεῖς, πύλη Γὰδ μία καὶ πύλη Ἀσσὴρ μία καὶ πύλη Νεφθαλὶμ μία.
35町の周囲は一万八千竿となる。その日から、この町は『主はそこにおられる』と呼ばれる。」
35κύκλωμα δέκα καὶ ὀκτὼ χιλιάδες. καὶ τὸ ὄνομα τῆς πόλεως, ἀφ᾿ ἧς ἂν ἡμέρας γένηται, ἔσται τὸ ὄνομα αὐτῆς.
Tip: use the ← and → keys to turn chapters.