エゼキエル書
Chapter 31
Freedom Bible (フリーダム・バイブル)
vs Septuagint (Greek …
Aa
Text size
Line width
Verse numbers

エゼキエル書 31

Freedom Bible (フリーダム・バイブル)
Septuagint (Greek Old Testament), second edition
1第十一年の第三の月、その月の一日、主の言葉が私に臨んだ。
1ΚΑΙ ἐγένετο ἐν τῷ ἑνδεκάτῳ ἔτει, ἐν τῷ τρίτῳ μηνί, μιᾷ τοῦ μηνός, ἐγένετο λόγος Κυρίου πρός με λέγων·
2「人の子よ、エジプトの王ファラオと、その大勢の民に言え。 『あなたはその偉大さにおいて、 だれに似ているのか。
2υἱὲ ἀνθρώπου, εἰπὸν πρὸς Φαραὼ βασιλέα Αἰγύπτου καὶ τῷ πλήθει αὐτοῦ· τίνι ὡμοίωσας σεαυτὸν ἐν τῷ ὕψει σου;
3見よ、アッシリアはレバノンの杉であった。 美しい枝を持ち、 森のような陰を作り、 丈は高く、 その梢は茂った大枝の間にあった。
3ἰδοὺ Ἀσσοὺρ κυπάρισσος ἐν τῷ Λιβάνῳ καὶ καλὸς ταῖς παραφυάσι καὶ ὑψηλὸς τῷ μεγέθει, εἰς μέσον νεφελῶν ἐγένετο ἡ ἀρχὴ αὐτοῦ.
4水がそれを養い、 深淵がそれを成長させた。 深淵の川々は植えられた場所の周囲を流れ、 その水路を野のすべての木に送った。
4ὕδωρ ἐξέθρεψεν αὐτόν, ἡ ἄβυσσος ὕψωσεν αὐτόν, τοὺς ποταμοὺς αὐτῆς ἤγαγε κύκλῳ τῶν φυτῶν αὐτοῦ καὶ τὰ συστέματα αὐτῆς ἐξαπέστειλεν εἰς πάντα τὰ ξύλα τοῦ πεδίου.
5それゆえ、その丈は、 野のすべての木よりも高くなった。 その大枝は増え、 豊かな水によって枝は長く伸び広がった。
5ἕνεκεν τούτου ὑψώθη τὸ μέγεθος αὐτοῦ παρὰ πάντα τὰ ξύλα τοῦ πεδίου, καὶ ἐπλατύνθησαν οἱ κλάδοι αὐτοῦ ἀφ' ὕδατος πολλοῦ.
6空のすべての鳥が、その大枝に巣を作った。 野のすべての動物が、その枝の下で子を産んだ。 すべての大国が、その陰に住んだ。
6ἐν ταῖς παραφυάσιν αὐτοῦ ἐνόσσευσαν πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ ὑποκάτω τῶν κλάδων αὐτοῦ ἐγεννῶσαν πάντα τὰ θηρία τοῦ πεδίου, ἐν τῇ σκιᾷ αὐτοῦ κατῴκησε πᾶν πλῆθος ἐθνῶν.
7こうして、それはその偉大さと、 枝の長さによって美しかった。 その根は豊かな水のほとりにあった。
7καὶ ἐγένετο καλὸς ἐν τῷ ὕψει αὐτοῦ διὰ τὸ πλῆθος τῶν κλάδων αὐτοῦ, ὅτι ἐγενήθησαν αἱ ρίζαι αὐτοῦ εἰς ὕδωρ πολύ.
8神の園の杉も、その美しさをかすませることはできなかった。 糸杉もその大枝には及ばず、 松の木もその枝には及ばなかった。 神の園のどの木も、 その美しさには及ばなかった。
8κυπάρισσοι τοιαῦται οὐκ ἐγενήθησαν ἐν τῷ παραδείσῳ τοῦ Θεοῦ, καὶ πίτυες οὐχ ὅμοιαι ταῖς παραφυάσιν αὐτοῦ, καὶ ἐλάται οὐκ ἐγένοντο ὅμοιαι τοῖς κλάδοις αὐτοῦ· πᾶν ξύλον ἐν τῷ παραδείσῳ τοῦ Θεοῦ οὐχ ὡμοιώθη αὐτῷ ἐν τῷ κάλλει αὐτοῦ
9わたしは多くの枝によって、それを美しくした。 そのため、神の園にある、 エデンのすべての木がそれをねたんだ。』
9διὰ τὸ πλῆθος τῶν κλάδων αὐτοῦ, καὶ ἐζήλωσαν αὐτὸν τὰ ξύλα τοῦ παραδείσου τῆς τρυφῆς τοῦ Θεοῦ.
10それゆえ、主なる神はこう言われる。『その丈が高くなり、梢を茂った大枝の間に置き、その高さのために心が高ぶったので、
10διὰ τοῦτο τάδε λέγει Κύριος· ἀνθ' ὧν ἐγένου μέγας τῷ μεγέθει καὶ ἔδωκας τὴν ἀρχήν σου εἰς μέσον νεφελῶν, καὶ εἶδον ἐν τῷ ὑψωθῆναι αὐτόν,
11わたしはそれを諸国の有力者の手に渡す。その者は必ずこれを思いのままに扱う。わたしはその悪のために、これを追い出した。
11καὶ παρέδωκα αὐτὸν εἰς χεῖρας ἄρχοντος ἐθνῶν, καὶ ἐποίησε τὴν ἀπώλειαν αὐτοῦ.
12異国人、諸国の中で最も残忍な者たちがこれを切り倒し、捨て去った。その枝は山々とすべての谷に落ち、その大枝はこの地のすべての水路のそばで折れた。地のすべての民はその陰から出て行き、これを見捨てた。
12καὶ ἐξωλόθρευσαν αὐτὸν ἀλλότριοι λοιμοὶ ἀπὸ ἐθνῶν καὶ κατέβαλον αὐτὸν ἐπὶ τῶν ὀρέων, ἐν πάσαις ταῖς φάραγξιν ἔπεσαν οἱ κλάδοι αὐτοῦ, καὶ συνετρίβη τὰ στελέχη αὐτοῦ ἐν παντὶ πεδίῳ τῆς γῆς, καὶ κατέβησαν ἀπὸ τῆς σκέπης αὐτῶν πάντες οἱ λαοὶ τῶν ἐθνῶν καὶ ἠδάφισαν αὐτόν.
13空のすべての鳥は、その倒れた幹の上に住み、野のすべての動物はその枝の上にいる。
13ἐπὶ τὴν πτῶσιν αὐτοῦ ἀνεπαύσαντο πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ ἐπὶ τὰ στελέχη αὐτοῦ ἐγένοντο πάντα τὰ θηρία τοῦ ἀγροῦ,
14これは、水のほとりにあるどの木も、自分の丈の高さを誇らず、その梢を茂った大枝の間に置かないためである。水を飲むすべての木のうち、力あるものも、その高さに立ち続けることはない。彼らは皆、死に渡され、人の子らの間で、穴に下る者たちと共に地の低い所へ行くからである。』
14ὅπως μὴ ὑψωθῶσιν ἐν τῷ μεγέθει αὐτῶν πάντα τὰ ξύλα τὰ ἐν τῷ ὕδατι· καὶ ἔδωκαν τὴν ἀρχὴν αὐτῶν εἰς μέσον νεφελῶν καὶ οὐκ ἔστησαν ἐν τῷ ὕψει αὐτῶν πρὸς αὐτὰ πάντες οἱ πίνοντες ὕδωρ. πάντες ἐδόθησαν εἰς θάνατον, εἰς γῆς βάθος, ἐν μέσῳ υἱῶν ἀνθρώπων πρὸς καταβαίνοντας εἰς βόθρον.
15主なる神はこう言われる。『それがよみ に下った日、わたしは喪をもたらした。わたしはそのために深淵を覆い、その川々をせき止めた。大水はとどめられた。わたしはそのためにレバノンを嘆かせ、野のすべての木はそのためにしおれた。
15Τάδε λέγει Κύριος Κύριος· ἐν ᾗ ἡμέρᾳ κατέβη εἰς ᾅδου, ἐπένθησεν αὐτὸν ἡ ἄβυσσος, καὶ ἐπέστησα τοὺς ποταμοὺς αὐτῆς καὶ ἐκώλυσα πλῆθος ὕδατος, καὶ ἐσκότασεν ἐπ' αὐτὸν ὁ Λίβανος, πάντα τὰ ξύλα τοῦ πεδίου ἐπ' αὐτῷ ἐξελύθησαν.
16わたしがそれを穴に下る者たちと共によみへ投げ落としたとき、その倒れる音によって諸国を震えさせた。エデンのすべての木、レバノンの選り抜きの最良の木、水を飲むすべての木は、地の低い所で慰めを得た。
16ἀπὸ τῆς φωνῆς τῆς πτώσεως αὐτοῦ ἐσείσθησαν τὰ ἔθνη, ὅτε κατεβίβαζον αὐτὸν εἰς ᾅδου μετὰ τῶν καταβαινόντων εἰς λάκκον, καὶ παρεκάλουν αὐτὸν ἐν γῇ πάντα τὰ ξύλα τῆς τρυφῆς καὶ τὰ ἐκλεκτὰ τοῦ Λιβάνου, πάντα τὰ πίνοντα ὕδωρ.
17彼らもまた、それと共によみへ、剣で殺された者たちのもとへ下った。諸国のただ中でその陰に住み、その腕となっていた者たちも同じである。
17καὶ γὰρ αὐτοὶ κατέβησαν μετ' αὐτοῦ εἰς ᾅδου ἐν τοῖς τραυματίαις ἀπὸ μαχαίρας, καὶ τὸ σπέρμα αὐτοῦ, οἱ κατοικοῦντες ὑπὸ τὴν σκέπην αὐτοῦ, ἐν μέσῳ τῆς ζωῆς αὐτῶν ἀπώλοντο.
18エデンの木々の中で、栄光と偉大さにおいて、あなたはこのようにだれに似ているのか。しかし、あなたはエデンの木々と共に地の低い所へ引き下ろされる。あなたは剣で殺された者たちと共に、割礼を受けていない者たちの間に横たわる。 これがファラオと、その大勢の民である』と主なる神は言われる。」
18τίνι ὡμοιώθης; κατάβηθι καὶ καταβιβάσθητι μετὰ τῶν ξύλων τῆς τρυφῆς εἰς γῆς βάθος· ἐν μέσῳ ἀπεριτμήτων κοιμηθήσῃ μετὰ τραυματιῶν μαχαίρας. οὕτως Φαραὼ καὶ τὸ πλῆθος τῆς ἰσχύος αὐτοῦ, λέγει Κύριος Κύριος.

Tip: use the ← and → keys to turn chapters.