ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 22
Greek New Testament: Textus ReceptusOriginal language
Greek New Testament: Textus Receptus
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
1Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς πάλιν εἶπεν αὐτοῖς ἐν παραβολαῖς, λέγων,
1και αποκριθεισ ο ιησουσ παλιν ειπεν αυτοισ εν παραβολαισ λεγων
2Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ, ὅστις ἐποίησε γάμους τῷ υἱῷ αὐτοῦ·
2ωμοιωθη η βασιλεια των ουρανων ανθρωπω βασιλει οστισ εποιησεν γαμουσ τω υιω αυτου
3καὶ ἀπέστειλε τοὺς δούλους αὐτοῦ καλέσαι τοὺς κεκλημένους εἰς τοὺς γάμους, καὶ οὐκ ἤθελον ἐλθεῖν.
3και απεστειλεν τουσ δουλουσ αυτου καλεσαι τουσ κεκλημενουσ εισ τουσ γαμουσ και ουκ ηθελον ελθειν
4Πάλιν ἀπέστειλεν ἄλλους δούλους, λέγων, Εἴπατε τοῖς κεκλημένοις. Ἰδού, τὸ ἄριστόν μου ἡτοίμασα, οἱ ταῦροί μου καὶ τὰ σιτιστὰ τεθυμένα, καὶ πάντα ἕτοιμα· δεῦτε εἰς τοὺς γάμους.
4παλιν απεστειλεν αλλουσ δουλουσ λεγων ειπατε τοισ κεκλημενοισ ιδου το αριστον μου ητοιμασα οι ταυροι μου και τα σιτιστα τεθυμενα και παντα ετοιμα δευτε εισ τουσ γαμουσ
5Οἱ δὲ ἀμελήσαντες ἀπῆλθον, ὁ μὲν εἰς τὸν ἴδιον ἀγρόν, ὁ δὲ εἰς τὴν ἐμπορίαν αὐτοῦ·
5οι δε αμελησαντεσ απηλθον ο μεν εισ τον ιδιον αγρον ο δε εισ την εμποριαν αυτου
6οἱ δὲ λοιποὶ κρατήσαντες τοὺς δούλους αὐτοῦ ὕβρισαν καὶ ἀπέκτειναν.
6οι δε λοιποι κρατησαντεσ τουσ δουλουσ αυτου υβρισαν και απεκτειναν
7Ἀκούσας δὲ ὁ βασιλεὺς ὠργίσθη, καὶ πέμψας τὰ στρατεύματα αὐτοῦ ἀπώλεσε τοὺς φονεῖς ἐκείνους, καὶ τὴν πόλιν αὐτῶν ἐνέπρησε.
7και ακουσασ ο βασιλευσ εκεινοσ ωργισθη και πεμψασ τα στρατευματα αυτου απωλεσεν τουσ φονεισ εκεινουσ και την πολιν αυτων ενεπρησεν
8Τότε λέγει τοῖς δούλοις αὐτοῦ, Ὁ μὲν γάμος ἕτοιμός ἐστιν, οἱ δὲ κεκλημένοι οὐκ ἦσαν ἄξιοι.
8τοτε λεγει τοισ δουλοισ αυτου ο μεν γαμοσ ετοιμοσ εστιν οι δε κεκλημενοι ουκ ησαν αξιοι
9Πορεύεσθε οὖν ἐπὶ τὰς διεξόδους τῶν ὁδῶν, καὶ ὅσους ἂν εὕρητε, καλέσατε εἰς τοὺς γάμους.
9πορευεσθε ουν επι τασ διεξοδουσ των οδων και οσουσ αν ευρητε καλεσατε εισ τουσ γαμουσ
10Καὶ ἐξελθόντες οἱ δοῦλοι ἐκεῖνοι εἰς τὰς ὁδοὺς συνήγαγον πάντας ὅσους εὗρον, πονηρούς τε καὶ ἀγαθούς· καὶ ἐπλήσθη ὁ γάμος ἀνακειμένων.
10και εξελθοντεσ οι δουλοι εκεινοι εισ τασ οδουσ συνηγαγον παντασ οσουσ ευρον πονηρουσ τε και αγαθουσ και επλησθη ο γαμοσ ανακειμενων
11Εἰσελθὼν δὲ ὁ βασιλεὺς θεάσασθαι τοὺς ἀνακειμένους εἶδεν ἐκεῖ ἄνθρωπον οὐκ ἐνδεδυμένον ἔνδυμα γάμου·
11εισελθων δε ο βασιλευσ θεασασθαι τουσ ανακειμενουσ ειδεν εκει ανθρωπον ουκ ενδεδυμενον ενδυμα γαμου
12καὶ λέγει αὐτῷ, Ἑταῖρε, πῶς εἰσῆλθες ὧδε μὴ ἔχων ἔνδυμα γάμου; Ὁ δὲ ἐφιμώθη.
12και λεγει αυτω εταιρε πωσ εισηλθεσ ωδε μη εχων ενδυμα γαμου ο δε εφιμωθη
13Τότε εἶπεν ὁ βασιλεὺς τοῖς διακόνοις, Δήσαντες αὐτοῦ πόδας καὶ χεῖρας, ἄρατε αὐτὸν καὶ ἐκβάλετε εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.
13τοτε ειπεν ο βασιλευσ τοισ διακονοισ δησαντεσ αυτου ποδασ και χειρασ αρατε αυτον και εκβαλετε εισ το σκοτοσ το εξωτερον εκει εσται ο κλαυθμοσ και ο βρυγμοσ των οδοντων
14Πολλοὶ γάρ εἰσι κλητοί, ὀλίγοι δὲ ἐκλεκτοί.
14πολλοι γαρ εισιν κλητοι ολιγοι δε εκλεκτοι
15Τότε πορευθέντες οἱ Φαρισαῖοι συμβούλιον ἔλαβον ὅπως αὐτὸν παγιδεύσωσιν ἐν λόγῳ.
15τοτε πορευθεντεσ οι φαρισαιοι συμβουλιον ελαβον οπωσ αυτον παγιδευσωσιν εν λογω
16Καὶ ἀποστέλλουσιν αὐτῷ τοὺς μαθητὰς αὐτῶν μετὰ τῶν Ἡρῳδιανῶν, λέγοντες, Διδάσκαλε, οἴδαμεν ὅτι ἀληθὴς εἶ, καὶ τὴν ὁδὸν τοῦ Θεοῦ ἐν ἀληθείᾳ διδάσκεις, καὶ οὐ μέλει σοι περὶ οὐδενός· οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπων.
16και αποστελλουσιν αυτω τουσ μαθητασ αυτων μετα των ηρωδιανων λεγοντεσ διδασκαλε οιδαμεν οτι αληθησ ει και την οδον του θεου εν αληθεια διδασκεισ και ου μελει σοι περι ουδενοσ ου γαρ βλεπεισ εισ προσωπον ανθρωπων
17Εἰπὲ οὖν ἡμῖν, τί σοι δοκεῖ; Ἔξεστι δοῦναι κῆνσον Καίσαρι, ἢ οὔ;
17ειπε ουν ημιν τι σοι δοκει εξεστιν δουναι κηνσον καισαρι η ου
18Γνοὺς δὲ ὁ Ἰησοῦς τὴν πονηρίαν αὐτῶν εἶπε, Τί με πειράζετε, ὑποκριταί;
18γνουσ δε ο ιησουσ την πονηριαν αυτων ειπεν τι με πειραζετε υποκριται
19Ἐπιδείξατέ μοι τὸ νόμισμα τοῦ κήνσου. Οἱ δὲ προσήνεγκαν αὐτῷ δηνάριον.
19επιδειξατε μοι το νομισμα του κηνσου οι δε προσηνεγκαν αυτω δηναριον
20Καὶ λέγει αὐτοῖς, Τίνος ἡ εἰκὼν αὕτη καὶ ἡ ἐπιγραφή;
20και λεγει αυτοισ τινοσ η εικων αυτη και η επιγραφη
21Λέγουσιν αὐτῷ, Καίσαρος. Τότε λέγει αὐτοῖς, Ἀπόδοτε οὖν τὰ Καίσαρος Καίσαρι, καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ.
21λεγουσιν αυτω καισαροσ τοτε λεγει αυτοισ αποδοτε ουν τα καισαροσ καισαρι και τα του θεου τω θεω
22Καὶ ἀκούσαντες ἐθαύμασαν· καὶ ἀφέντες αὐτὸν ἀπῆλθον.
22και ακουσαντεσ εθαυμασαν και αφεντεσ αυτον απηλθον
23Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ προσῆλθον αὐτῷ Σαδδουκαῖοι, οἱ λέγοντες μὴ εἶναι ἀνάστασιν, καὶ ἐπηρώτησαν αὐτόν,
23εν εκεινη τη ημερα προσηλθον αυτω σαδδουκαιοι οι λεγοντεσ μη ειναι αναστασιν και επηρωτησαν αυτον
24λέγοντες, Διδάσκαλε, Μωσῆς εἶπεν, Ἐάν τις ἀποθάνῃ μὴ ἔχων τέκνα, ἐπιγαμβρεύσει ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα αὐτοῦ, καὶ ἀναστήσει σπέρμα τῷ ἀδελφῷ αὐτοῦ.
24λεγοντεσ διδασκαλε μωσησ ειπεν εαν τισ αποθανη μη εχων τεκνα επιγαμβρευσει ο αδελφοσ αυτου την γυναικα αυτου και αναστησει σπερμα τω αδελφω αυτου
25Ἦσαν δὲ παρ᾿ ἡμῖν ἑπτὰ ἀδελφοί· καὶ ὁ πρῶτος γαμήσας ἐτελεύτησε· καὶ μὴ ἔχων σπέρμα, ἀφῆκε τὴν γυναῖκα αὐτοῦ τῷ ἀδελφῷ αὐτοῦ.
25ησαν δε παρ ημιν επτα αδελφοι και ο πρωτοσ γαμησασ ετελευτησεν και μη εχων σπερμα αφηκεν την γυναικα αυτου τω αδελφω αυτου
26Ὁμοίως καὶ ὁ δεύτερος, καὶ ὁ τρίτος, ἕως τῶν ἑπτά.
26ομοιωσ και ο δευτεροσ και ο τριτοσ εωσ των επτα
27Ὕστερον δὲ πάντων ἀπέθανε καὶ ἡ γυνή.
27υστερον δε παντων απεθανεν και η γυνη
28Ἐν τῇ οὖν ἀναστάσει, τίνος τῶν ἑπτὰ ἔσται γυνή; Πάντες γὰρ ἔσχον αὐτήν.
28εν τη ουν αναστασει τινοσ των επτα εσται γυνη παντεσ γαρ εσχον αυτην
29Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς, Πλανᾶσθε, μὴ εἰδότες τὰς γραφάς, μηδὲ τὴν δύναμιν τοῦ Θεοῦ.
29αποκριθεισ δε ο ιησουσ ειπεν αυτοισ πλανασθε μη ειδοτεσ τασ γραφασ μηδε την δυναμιν του θεου
30Ἐν γὰρ τῇ ἀναστάσει οὔτε γαμοῦσιν, οὔτε ἐκγαμίζονται, ἀλλ᾿ ὡς ἄγγελοι τοῦ Θεοῦ ἐν οὐρανῷ εἰσι.
30εν γαρ τη αναστασει ουτε γαμουσιν ουτε εκγαμιζονται αλλ ωσ αγγελοι του θεου εν ουρανω εισιν
31Περὶ δὲ τῆς ἀναστάσεως τῶν νεκρῶν, οὐκ ἀνέγνωτε τὸ ῥηθὲν ὑμῖν ὑπὸ τοῦ Θεοῦ, λέγοντος,
31περι δε τησ αναστασεωσ των νεκρων ουκ ανεγνωτε το ρηθεν υμιν υπο του θεου λεγοντοσ
32Ἐγώ εἰμι ὁ Θεὸς Ἀβραάμ, καὶ ὁ Θεὸς Ἰσαάκ, καὶ ὁ Θεὸς Ἰακώβ; Οὐκ ἔστιν ὁ Θεὸς Θεὸς νεκρῶν, ἀλλὰ ζώντων.
32εγω ειμι ο θεοσ αβρααμ και ο θεοσ ισαακ και ο θεοσ ιακωβ ουκ εστιν ο θεοσ θεοσ νεκρων αλλα ζωντων
33Καὶ ἀκούσαντες οἱ ὄχλοι ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ.
33και ακουσαντεσ οι οχλοι εξεπλησσοντο επι τη διδαχη αυτου
34Οἱ δὲ Φαρισαῖοι, ἀκούσαντες ὅτι ἐφίμωσε τοὺς Σαδδουκαίους, συνήχθησαν ἐπὶ τὸ αὐτό.
34οι δε φαρισαιοι ακουσαντεσ οτι εφιμωσεν τουσ σαδδουκαιουσ συνηχθησαν επι το αυτο
35Καὶ ἐπηρώτησεν εἷς ἐξ αὐτῶν νομικός, πειράζων αὐτόν, καὶ λέγων,
35και επηρωτησεν εισ εξ αυτων νομικοσ πειραζων αυτον και λεγων
36Διδάσκαλε, ποία ἐντολὴ μεγάλη ἐν τῷ νόμῳ;
36διδασκαλε ποια εντολη μεγαλη εν τω νομω
37Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ, Ἀγαπήσεις Κύριον τὸν Θεόν σου, ἐν ὅλῃ τῇ καρδίᾳ σου, καὶ ἐν ὅλῃ τῇ ψυχῇ σου, καὶ ἐν ὅλῃ τῇ διανοίᾳ σου.
37ο δε ιησουσ εφη αυτω αγαπησεισ κυριον τον θεον σου εν ολη καρδια σου και εν ολη ψυχη σου και εν ολη τη διανοια σου
38Αὕτη ἐστὶ πρώτη καὶ μεγάλη ἐντολή.
38αυτη εστιν πρωτη και μεγαλη εντολη
39Δευτέρα δὲ ὁμοία αὐτῇ, Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν.
39δευτερα δε ομοια αυτη αγαπησεισ τον πλησιον σου ωσ σεαυτον
40Ἐν ταύταις ταῖς δυσὶν ἐντολαῖς ὅλος ὁ νόμος καὶ οἱ προφῆται κρέμανται.
40εν ταυταισ ταισ δυσιν εντολαισ ολοσ ο νομοσ και οι προφηται κρεμανται
41Συνηγμένων δὲ τῶν Φαρισαίων, ἐπηρώτησεν αὐτοὺς ὁ Ἰησοῦς,
41συνηγμενων δε των φαρισαιων επηρωτησεν αυτουσ ο ιησουσ
42λέγων, Τί ὑμῖν δοκεῖ περὶ τοῦ Χριστοῦ; Τίνος υἱός ἐστι; Λέγουσιν αὐτῷ, Τοῦ Δαβίδ.
42λεγων τι υμιν δοκει περι του χριστου τινοσ υιοσ εστιν λεγουσιν αυτω του δαυιδ
43Λέγει αὐτοῖς, Πῶς οὖν Δαβὶδ ἐν πνεύματι Κύριον αὐτὸν καλεῖ, λέγων,
43λεγει αυτοισ πωσ ουν δαυιδ εν πνευματι κυριον αυτον καλει λεγων
44Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου, Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου;
44ειπεν ο κυριοσ τω κυριω μου καθου εκ δεξιων μου εωσ αν θω τουσ εχθρουσ σου υποποδιον των ποδων σου
45Εἰ οὖν Δαβὶδ καλεῖ αὐτὸν Κύριον, πῶς υἱὸς αὐτοῦ ἐστι;
45ει ουν δαυιδ καλει αυτον κυριον πωσ υιοσ αυτου εστιν
46Καὶ οὐδεὶς ἐδύνατο αὐτῷ ἀποκριθῆναι λόγον· οὐδὲ ἐτόλμησέ τις ἀπ᾿ ἐκείνης τῆς ἡμέρας ἐπερωτῆσαι αὐτὸν οὐκέτι.
46και ουδεισ εδυνατο αυτω αποκριθηναι λογον ουδε ετολμησεν τισ απ εκεινησ τησ ημερασ επερωτησαι αυτον ουκετι
Tip: use the ← and → keys to turn chapters.