ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 4
Greek New Testament: Textus ReceptusOriginal language
Greek New Testament: Textus Receptus
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
1Τότε ὁ Ἰησοῦς ἀνήχθη εἰς τὴν ἔρημον ὑπὸ τοῦ πνεύματος, πειρασθῆναι ὑπὸ τοῦ διαβόλου.
1τοτε ο ιησουσ ανηχθη εισ την ερημον υπο του πνευματοσ πειρασθηναι υπο του διαβολου
2Καὶ νηστεύσας ἡμέρας τεσσαράκοντα καὶ νύκτας τεσσαράκοντα, ὕστερον ἐπείνασε.
2και νηστευσασ ημερασ τεσσαρακοντα και νυκτασ τεσσαρακοντα υστερον επεινασεν
3Καὶ προσελθὼν αὐτῷ ὁ πειράζων εἶπεν, Εἰ υἱὸς εἶ τοῦ Θεοῦ, εἰπὲ ἵνα οἱ λίθοι οὗτοι ἄρτοι γένωνται.
3και προσελθων αυτω ο πειραζων ειπεν ει υιοσ ει του θεου ειπε ινα οι λιθοι ουτοι αρτοι γενωνται
4Ὁ δὲ ἀποκριθεὶς εἶπε, Γέγραπται, Οὐκ ἐπ᾿ ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, ἀλλ᾿ ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος Θεοῦ.
4ο δε αποκριθεισ ειπεν γεγραπται ουκ επ αρτω μονω ζησεται ανθρωποσ αλλ επι παντι ρηματι εκπορευομενω δια στοματοσ θεου
5Τότε παραλαμβάνει αὐτὸν ὁ διάβολος εἰς τὴν ἁγίαν πόλιν, καὶ ἵστησιν αὐτὸν ἐπὶ τὸ πτερύγιον τοῦ ἱεροῦ,
5τοτε παραλαμβανει αυτον ο διαβολοσ εισ την αγιαν πολιν και ιστησιν αυτον επι το πτερυγιον του ιερου
6καὶ λέγει αὐτῷ, Εἰ υἱὸς εἶ τοῦ Θεοῦ, βάλε σεαυτὸν κάτω· γέγραπται γὰρ ὅτι Τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ· καί, Ἐπὶ χειρῶν ἀροῦσί σε, μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σοῦ.
6και λεγει αυτω ει υιοσ ει του θεου βαλε σεαυτον κατω γεγραπται γαρ οτι τοισ αγγελοισ αυτου εντελειται περι σου και επι χειρων αρουσιν σε μηποτε προσκοψησ προσ λιθον τον ποδα σου
7Ἔφη αὐτῷ ὁ Ἰησοῦς, Πάλιν γέγραπται, Οὐκ ἐκπειράσεις Κύριον τὸν Θεόν σου.
7εφη αυτω ο ιησουσ παλιν γεγραπται ουκ εκπειρασεισ κυριον τον θεον σου
8Πάλιν παραλαμβάνει αὐτὸν ὁ διάβολος εἰς ὄρος ὑψηλὸν λίαν, καὶ δείκνυσιν αὐτῷ πάσας τὰς βασιλείας τοῦ κόσμου καὶ τὴν δόξαν αὐτῶν,
8παλιν παραλαμβανει αυτον ο διαβολοσ εισ οροσ υψηλον λιαν και δεικνυσιν αυτω πασασ τασ βασιλειασ του κοσμου και την δοξαν αυτων
9καὶ λέγει αὐτῷ, Ταῦτα πάντα σοι δώσω, ἐὰν πεσὼν προσκυνήσῃς μοι.
9και λεγει αυτω ταυτα παντα σοι δωσω εαν πεσων προσκυνησησ μοι
10Τότε λέγει αὐτῷ ὁ Ἰησοῦς, Ὕπαγε, Σατανᾶ· γέγραπται γάρ, Κύριον τὸν Θεόν σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις.
10τοτε λεγει αυτω ο ιησουσ υπαγε οπισω μου σατανα γεγραπται γαρ κυριον τον θεον σου προσκυνησεισ και αυτω μονω λατρευσεισ
11Τότε ἀφίησιν αὐτὸν ὁ διάβολος· καὶ ἰδού, ἄγγελοι προσῆλθον καὶ διηκόνουν αὐτῷ.
11τοτε αφιησιν αυτον ο διαβολοσ και ιδου αγγελοι προσηλθον και διηκονουν αυτω
12Ἀκούσας δὲ ὁ Ἰησοῦς ὅτι Ἰωάννης παρεδόθη, ἀνεχώρησεν εἰς τὴν Γαλιλαίαν·
12ακουσασ δε ο ιησουσ οτι ιωαννησ παρεδοθη ανεχωρησεν εισ την γαλιλαιαν
13καὶ καταλιπὼν τὴν Ναζαρέτ, ἐλθὼν κατῴκησεν εἰς Καπερναοὺμ τὴν παραθαλασσίαν, ἐν ὁρίοις Ζαβουλὼν καὶ Νεφθαλείμ·
13και καταλιπων την ναζαρετ ελθων κατωκησεν εισ καπερναουμ την παραθαλασσιαν εν οριοισ ζαβουλων και νεφθαλειμ
14ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ Ἠσαΐου τοῦ προφήτου, λέγοντος,
14ινα πληρωθη το ρηθεν δια ησαιου του προφητου λεγοντοσ
15Γῆ Ζαβουλὼν καὶ γῆ Νεφθαλείμ, ὁδὸν θαλάσσης, πέραν τοῦ Ἰορδάνου, Γαλιλαία τῶν ἐθνῶν,
15γη 1093 N-NSF ζαβουλων και γη 1093 N-NSF νεφθαλειμ οδον θαλασσησ περαν του ιορδανου γαλιλαια 1056 N-NSF των εθνων
16ὁ λαὸς ὁ καθήμενος ἐν σκότει εἶδε φῶς μέγα, καὶ τοῖς καθημένοις ἐν χώρᾳ καὶ σκιᾷ θανάτου, φῶς ἀνέτειλεν αὐτοῖς.
16ο λαοσ ο καθημενοσ εν σκοτει ειδεν φωσ μεγα και τοισ καθημενοισ εν χωρα και σκια θανατου φωσ ανετειλεν αυτοισ
17Ἀπὸ τότε ἤρξατο ὁ Ἰησοῦς κηρύσσειν καὶ λέγειν, Μετανοεῖτε· ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν.
17απο τοτε ηρξατο ο ιησουσ κηρυσσειν και λεγειν μετανοειτε ηγγικεν γαρ η βασιλεια των ουρανων
18Περιπατῶν δὲ ὁ Ἰησοῦς παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας εἶδε δύο ἀδελφούς, Σίμωνα τὸν λεγόμενον Πέτρον, καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ, βάλλοντας ἀμφίβληστρον εἰς τὴν θάλασσαν· ἦσαν γὰρ ἁλιεῖς.
18περιπατων δε παρα την θαλασσαν τησ γαλιλαιασ ειδεν δυο αδελφουσ σιμωνα τον λεγομενον πετρον και ανδρεαν τον αδελφον αυτου βαλλοντασ αμφιβληστρον εισ την θαλασσαν ησαν γαρ αλιεισ
19Καὶ λέγει αὐτοῖς, Δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων.
19και λεγει αυτοισ δευτε οπισω μου και ποιησω υμασ αλιεισ ανθρωπων
20Οἱ δὲ εὐθέως ἀφέντες τὰ δίκτυα ἠκολούθησαν αὐτῷ.
20οι δε ευθεωσ αφεντεσ τα δικτυα ηκολουθησαν αυτω
21Καὶ προβὰς ἐκεῖθεν, εἶδεν ἄλλους δύο ἀδελφούς, Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, ἐν τῷ πλοίῳ μετὰ Ζεβεδαίου τοῦ πατρὸς αὐτῶν, καταρτίζοντας τὰ δίκτυα αὐτῶν· καὶ ἐκάλεσεν αὐτούς.
21και προβασ εκειθεν ειδεν αλλουσ δυο αδελφουσ ιακωβον τον του ζεβεδαιου και ιωαννην τον αδελφον αυτου εν τω πλοιω μετα ζεβεδαιου του πατροσ αυτων καταρτιζοντασ τα δικτυα αυτων και εκαλεσεν αυτουσ
22Οἱ δὲ εὐθέως ἀφέντες τὸ πλοῖον καὶ τὸν πατέρα αὐτῶν ἠκολούθησαν αὐτῷ.
22οι δε ευθεωσ αφεντεσ το πλοιον και τον πατερα αυτων ηκολουθησαν αυτω
23Καὶ περιῆγεν ὅλην τὴν Γαλιλαίαν ὁ Ἰησοῦς, διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν, καὶ κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας, καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐν τῷ λαῷ.
23και περιηγεν ολην την γαλιλαιαν ο ιησουσ διδασκων εν ταισ συναγωγαισ αυτων και κηρυσσων το ευαγγελιον τησ βασιλειασ και θεραπευων πασαν νοσον και πασαν μαλακιαν εν τω λαω
24Καὶ ἀπῆλθεν ἡ ἀκοὴ αὐτοῦ εἰς ὅλην τὴν Συρίαν· καὶ προσήνεγκαν αὐτῷ πάντας τοὺς κακῶς ἔχοντας, ποικίλαις νόσοις καὶ βασάνοις συνεχομένους, καὶ δαιμονιζομένους, καὶ σεληνιαζομένους, καὶ παραλυτικούς· καὶ ἐθεράπευσεν αὐτούς.
24και απηλθεν η ακοη αυτου εισ ολην την συριαν και προσηνεγκαν αυτω παντασ τουσ κακωσ εχοντασ ποικιλαισ νοσοισ και βασανοισ συνεχομενουσ και δαιμονιζομενουσ και σεληνιαζομενουσ και παραλυτικουσ και εθεραπευσεν αυτουσ
25Καὶ ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοὶ ἀπὸ τῆς Γαλιλαίας καὶ Δεκαπόλεως καὶ Ἱεροσολύμων καὶ Ἰουδαίας καὶ πέραν τοῦ Ἰορδάνου.
25και ηκολουθησαν αυτω οχλοι πολλοι απο τησ γαλιλαιασ και δεκαπολεωσ και ιεροσολυμων και ιουδαιασ και περαν του ιορδανου
Tip: use the ← and → keys to turn chapters.