ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 11
Greek New Testament: Textus ReceptusOriginal language
Greek New Testament: Textus Receptus
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
1Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς διατάσσων τοῖς δώδεκα μαθηταῖς αὐτοῦ, μετέβη ἐκεῖθεν τοῦ διδάσκειν καὶ κηρύσσειν ἐν ταῖς πόλεσιν αὐτῶν.
1και εγενετο οτε ετελεσεν ο ιησουσ διατασσων τοισ δωδεκα μαθηταισ αυτου μετεβη εκειθεν του διδασκειν και κηρυσσειν εν ταισ πολεσιν αυτων
2Ὁ δὲ Ἰωάννης ἀκούσας ἐν τῷ δεσμωτηρίῳ τὰ ἔργα τοῦ Χριστοῦ, πέμψας δύο τῶν μαθητῶν αὐτοῦ,
2ο δε ιωαννησ ακουσασ εν τω δεσμωτηριω τα εργα του χριστου πεμψασ δυο των μαθητων αυτου
3εἶπεν αὐτῷ, Σὺ εἶ ὁ ἐρχόμενος, ἢ ἕτερον προσδοκῶμεν;
3ειπεν αυτω συ ει ο ερχομενοσ η ετερον προσδοκωμεν
4Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς, Πορευθέντες ἀπαγγείλατε Ἰωάννῃ ἃ ἀκούετε καὶ βλέπετε·
4και αποκριθεισ ο ιησουσ ειπεν αυτοισ πορευθεντεσ απαγγειλατε ιωαννη α ακουετε και βλεπετε
5τυφλοὶ ἀναβλέπουσι, καὶ χωλοὶ περιπατοῦσι, λεπροὶ καθαρίζονται, καὶ κωφοὶ ἀκούουσι, νεκροὶ ἐγείρονται, καὶ πτωχοὶ εὐαγγελίζονται·
5τυφλοι αναβλεπουσιν και χωλοι περιπατουσιν λεπροι καθαριζονται και κωφοι ακουουσιν νεκροι εγειρονται και πτωχοι ευαγγελιζονται
6καὶ μακάριός ἐστιν, ὃς ἐὰν μὴ σκανδαλισθῇ ἐν ἐμοί.
6και μακαριοσ εστιν οσ εαν μη σκανδαλισθη εν εμοι
7Τούτων δὲ πορευομένων, ἤρξατο ὁ Ἰησοῦς λέγειν τοῖς ὄχλοις περὶ Ἰωάννου, Τί ἐξήλθετε εἰς τὴν ἔρημον θεάσασθαι; Κάλαμον ὑπὸ ἀνέμου σαλευόμενον;
7τουτων δε πορευομενων ηρξατο ο ιησουσ λεγειν τοισ οχλοισ περι ιωαννου τι εξηλθετε εισ την ερημον θεασασθαι καλαμον υπο ανεμου σαλευομενον
8Ἀλλὰ τί ἐξήλθετε ἰδεῖν; Ἄνθρωπον ἐν μαλακοῖς ἱματίοις ἠμφιεσμένον; Ἰδού, οἱ τὰ μαλακὰ φοροῦντες ἐν τοῖς οἴκοις τῶν βασιλέων εἰσίν.
8αλλα τι εξηλθετε ιδειν ανθρωπον εν μαλακοισ ιματιοισ ημφιεσμενον ιδου οι τα μαλακα φορουντεσ εν τοισ οικοισ των βασιλειων εισιν
9Ἀλλὰ τί ἐξήλθετε ἰδεῖν; Προφήτην; Ναί, λέγω ὑμῖν, καὶ περισσότερον προφήτου.
9αλλα τι εξηλθετε ιδειν προφητην ναι λεγω υμιν και περισσοτερον προφητου
10Οὗτος γάρ ἐστι περὶ οὗ γέγραπται, Ἰδού, ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου.
10ουτοσ γαρ εστιν περι ου γεγραπται ιδου εγω αποστελλω τον αγγελον μου προ προσωπου σου οσ κατασκευασει την οδον σου εμπροσθεν σου
11Ἀμὴν λέγω ὑμῖν, οὐκ ἐγήγερται ἐν γεννητοῖς γυναικῶν μείζων Ἰωάννου τοῦ βαπτιστοῦ· ὁ δὲ μικρότερος ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν μείζων αὐτοῦ ἐστιν.
11αμην λεγω υμιν ουκ εγηγερται εν γεννητοισ γυναικων μειζων ιωαννου του βαπτιστου ο δε μικροτεροσ εν τη βασιλεια των ουρανων μειζων αυτου εστιν
12Ἀπὸ δὲ τῶν ἡμερῶν Ἰωάννου τοῦ βαπτιστοῦ ἕως ἄρτι ἡ βασιλεία τῶν οὐρανῶν βιάζεται, καὶ βιασταὶ ἁρπάζουσιν αὐτήν.
12απο δε των ημερων ιωαννου του βαπτιστου εωσ αρτι η βασιλεια των ουρανων βιαζεται και βιασται αρπαζουσιν αυτην
13Πάντες γὰρ οἱ προφῆται καὶ ὁ νόμος ἕως Ἰωάννου προεφήτευσαν·
13παντεσ γαρ οι προφηται και ο νομοσ εωσ ιωαννου προεφητευσαν
14καὶ εἰ θέλετε δέξασθαι, αὐτός ἐστιν Ἠλίας ὁ μέλλων ἔρχεσθαι.
14και ει θελετε δεξασθαι αυτοσ εστιν ηλιασ ο μελλων ερχεσθαι
15Ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω.
15ο εχων ωτα ακουειν ακουετω
16Τίνι δὲ ὁμοιώσω τὴν γενεὰν ταύτην; Ὁμοία ἐστὶ παιδαρίοις ἐν ἀγοραῖς καθημένοις, καὶ προσφωνοῦσι τοῖς ἑταίροις αὐτῶν,
16τινι δε ομοιωσω την γενεαν ταυτην ομοια εστιν παιδιοισ εν αγοραισ καθημενοισ και προσφωνουσιν τοισ εταιροισ αυτων
17καὶ λέγουσιν, Ηὐλήσαμεν ὑμῖν, καὶ οὐκ ὠρχήσασθε· ἐθρηνήσαμεν ὑμῖν, καὶ οὐκ ἐκόψασθε.
17και λεγουσιν ηυλησαμεν υμιν και ουκ ωρχησασθε εθρηνησαμεν υμιν και ουκ εκοψασθε
18Ἦλθε γὰρ Ἰωάννης μήτε ἐσθίων μήτε πίνων, καὶ λέγουσι, Δαιμόνιον ἔχει.
18ηλθεν γαρ ιωαννησ μητε εσθιων μητε πινων και λεγουσιν δαιμονιον εχει
19Ἦλθεν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐσθίων καὶ πίνων, καὶ λέγουσιν, Ἰδού, ἄνθρωπος φάγος καὶ οἰνοπότης, τελωνῶν φίλος καὶ ἁμαρτωλῶν. Καὶ ἐδικαιώθη ἡ σοφία ἀπὸ τῶν τέκνων αὐτῆς.
19ηλθεν ο υιοσ του ανθρωπου εσθιων και πινων και λεγουσιν ιδου ανθρωποσ φαγοσ και οινοποτησ τελωνων φιλοσ και αμαρτωλων και εδικαιωθη η σοφια απο των τεκνων αυτησ
20Τότε ἤρξατο ὀνειδίζειν τὰς πόλεις ἐν αἷς ἐγένοντο αἱ πλεῖσται δυνάμεις αὐτοῦ, ὅτι οὐ μετενόησαν.
20τοτε ηρξατο ονειδιζειν τασ πολεισ εν αισ εγενοντο αι πλεισται δυναμεισ αυτου οτι ου μετενοησαν
21Οὐαί σοι, Χοραζίν, οὐαί σοι, Βηθσαϊδάν, ὅτι εἰ ἐν Τύρῳ καὶ Σιδῶνι ἐγένοντο αἱ δυνάμεις αἱ γενόμεναι ἐν ὑμῖν, πάλαι ἂν ἐν σάκκῳ καὶ σποδῷ μετενόησαν.
21ουαι σοι χοραζιν ουαι σοι βηθσαιδα οτι ει εν τυρω και σιδωνι εγενοντο αι δυναμεισ αι γενομεναι εν υμιν παλαι αν εν σακκω και σποδω μετενοησαν
22Πλὴν λέγω ὑμῖν, Τύρῳ καὶ Σιδῶνι ἀνεκτότερον ἔσται ἐν ἡμέρᾳ κρίσεως, ἢ ὑμῖν.
22πλην λεγω υμιν τυρω και σιδωνι ανεκτοτερον εσται εν ημερα κρισεωσ η υμιν
23Καὶ σύ, Καπερναούμ, ἡ ἕως τοῦ οὐρανοῦ ὑψωθεῖσα, ἕως ᾍδου καταβιβασθήσῃ· ὅτι εἰ ἐν Σοδόμοις ἐγένοντο αἱ δυνάμεις αἱ γενόμεναι ἐν σοί, ἔμειναν ἂν μέχρι τῆς σήμερον.
23και συ καπερναουμ η εωσ του ουρανου υψωθεισα εωσ αδου καταβιβασθηση οτι ει εν σοδομοισ εγενοντο αι δυναμεισ αι γενομεναι εν σοι εμειναν αν μεχρι τησ σημερον
24Πλὴν λέγω ὑμῖν ὅτι γῇ Σοδόμων ἀνεκτότερον ἔσται ἐν ἡμέρᾳ κρίσεως, ἢ σοί.
24πλην λεγω υμιν οτι γη σοδομων ανεκτοτερον εσται εν ημερα κρισεωσ η σοι
25Ἐν ἐκείνῳ τῷ καιρῷ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν, Ἐξομολογοῦμαί σοι, πάτερ, Κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις.
25εν εκεινω τω καιρω αποκριθεισ ο ιησουσ ειπεν εξομολογουμαι σοι πατερ κυριε του ουρανου και τησ γησ οτι απεκρυψασ ταυτα απο σοφων και συνετων και απεκαλυψασ αυτα νηπιοισ
26Ναί, ὁ πατήρ, ὅτι οὕτως ἐγένετο εὐδοκία ἔμπροσθέν σου.
26ναι ο πατηρ οτι ουτωσ εγενετο ευδοκια εμπροσθεν σου
27Πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου· καὶ οὐδεὶς ἐπιγινώσκει τὸν υἱόν, εἰ μὴ ὁ πατήρ· οὐδὲ τὸν πατέρα τις ἐπιγινώσκει, εἰ μὴ ὁ υἱός, καὶ ᾧ ἐὰν βούληται ὁ υἱὸς ἀποκαλύψαι.
27παντα μοι παρεδοθη υπο του πατροσ μου και ουδεισ επιγινωσκει τον υιον ει μη ο πατηρ ουδε τον πατερα τισ επιγινωσκει ει μη ο υιοσ και ω εαν βουληται ο υιοσ αποκαλυψαι
28Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς.
28δευτε προσ με παντεσ οι κοπιωντεσ και πεφορτισμενοι καγω αναπαυσω υμασ
29Ἄρατε τὸν ζυγόν μου ἐφ᾿ ὑμᾶς καὶ μάθετε ἀπ᾿ ἐμοῦ, ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ· καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν.
29αρατε τον ζυγον μου εφ υμασ και μαθετε απ εμου οτι πραοσ ειμι και ταπεινοσ τη καρδια και ευρησετε αναπαυσιν ταισ ψυχαισ υμων
30Ὁ γὰρ ζυγός μου χρηστός, καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.
30ο γαρ ζυγοσ μου χρηστοσ και το φορτιον μου ελαφρον εστιν
Tip: use the ← and → keys to turn chapters.