ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 13
Greek New Testament: Textus ReceptusOriginal language
Greek New Testament: Textus Receptus
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
1Ἐν δὲ τῇ ἡμέρᾳ ἐκείνῃ ἐξελθὼν ὁ Ἰησοῦς ἀπὸ τῆς οἰκίας ἐκάθητο παρὰ τὴν θάλασσαν.
1εν δε τη ημερα εκεινη εξελθων ο ιησουσ απο τησ οικιασ εκαθητο παρα την θαλασσαν
2Καὶ συνήχθησαν πρὸς αὐτὸν ὄχλοι πολλοί, ὥστε αὐτὸν εἰς τὸ πλοῖον ἐμβάντα καθῆσθαι· καὶ πᾶς ὁ ὄχλος ἐπὶ τὸν αἰγιαλὸν εἱστήκει.
2και συνηχθησαν προσ αυτον οχλοι πολλοι ωστε αυτον εισ το πλοιον εμβαντα καθησθαι και πασ ο οχλοσ επι τον αιγιαλον ειστηκει
3Καὶ ἐλάλησεν αὐτοῖς πολλὰ ἐν παραβολαῖς, λέγων, Ἰδού, ἐξῆλθεν ὁ σπείρων τοῦ σπείρειν.
3και ελαλησεν αυτοισ πολλα εν παραβολαισ λεγων ιδου εξηλθεν ο σπειρων του σπειρειν
4Καὶ ἐν τῷ σπείρειν αὐτόν, ἃ μὲν ἔπεσε παρὰ τὴν ὁδόν, καὶ ἦλθε τὰ πετεινὰ καὶ κατέφαγεν αὐτά.
4και εν τω σπειρειν αυτον α μεν επεσεν παρα την οδον και ηλθεν τα πετεινα και κατεφαγεν αυτα
5Ἄλλα δὲ ἔπεσεν ἐπὶ τὰ πετρώδη, ὅπου οὐκ εἶχε γῆν πολλήν· καὶ εὐθέως ἐξανέτειλε, διὰ τὸ μὴ ἔχειν βάθος γῆς·
5αλλα δε επεσεν επι τα πετρωδη οπου ουκ ειχεν γην πολλην και ευθεωσ εξανετειλεν δια το μη εχειν βαθοσ γησ
6ἡλίου δὲ ἀνατείλαντος ἐκαυματίσθη, καὶ διὰ τὸ μὴ ἔχειν ῥίζαν ἐξηράνθη.
6ηλιου δε ανατειλαντοσ εκαυματισθη και δια το μη εχειν ριζαν εξηρανθη
7Ἄλλα δὲ ἔπεσεν ἐπὶ τὰς ἀκάνθας, καὶ ἀνέβησαν αἱ ἄκανθαι καὶ ἀπέπνιξαν αὐτά.
7αλλα δε επεσεν επι τασ ακανθασ και ανεβησαν αι ακανθαι και απεπνιξαν αυτα
8Ἄλλα δὲ ἔπεσεν ἐπὶ τὴν γῆν τὴν καλήν· καὶ ἐδίδου καρπόν, ὃ μὲν ἑκατόν, ὃ δὲ ἑξήκοντα, ὃ δὲ τριάκοντα.
8αλλα δε επεσεν επι την γην την καλην και εδιδου καρπον ο μεν εκατον ο δε εξηκοντα ο δε τριακοντα
9Ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω.
9ο εχων ωτα ακουειν ακουετω
10Καὶ προσελθόντες οἱ μαθηταὶ εἶπον αὐτῷ, Διὰ τί ἐν παραβολαῖς λαλεῖς αὐτοῖς;
10και προσελθοντεσ οι μαθηται ειπον αυτω δια τι εν παραβολαισ λαλεισ αυτοισ
11Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς ὅτι Ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τῶν οὐρανῶν, ἐκείνοις δὲ οὐ δέδοται.
11ο δε αποκριθεισ ειπεν αυτοισ οτι υμιν δεδοται γνωναι τα μυστηρια τησ βασιλειασ των ουρανων εκεινοισ δε ου δεδοται
12Ὅστις γὰρ ἔχει, δοθήσεται αὐτῷ καὶ περισσευθήσεται· ὅστις δὲ οὐκ ἔχει, καὶ ὃ ἔχει ἀρθήσεται ἀπ᾿ αὐτοῦ.
12οστισ γαρ εχει δοθησεται αυτω και περισσευθησεται οστισ δε ουκ εχει και ο εχει αρθησεται απ αυτου
13Διὰ τοῦτο ἐν παραβολαῖς αὐτοῖς λαλῶ, ὅτι βλέποντες οὐ βλέπουσι, καὶ ἀκούοντες οὐκ ἀκούουσιν, οὐδὲ συνιοῦσι.
13δια τουτο εν παραβολαισ αυτοισ λαλω οτι βλεποντεσ ου βλεπουσιν και ακουοντεσ ουκ ακουουσιν ουδε συνιουσιν
14Καὶ ἀναπληροῦται ἐπ᾿ αὐτοῖς ἡ προφητεία Ἠσαΐου, ἡ λέγουσα, Ἀκοῇ ἀκούσετε, καὶ οὐ μὴ συνῆτε· καὶ βλέποντες βλέψετε, καὶ οὐ μὴ ἴδητε.
14και αναπληρουται αυτοισ η προφητεια ησαιου η λεγουσα ακοη ακουσετε και ου μη συνητε και βλεποντεσ βλεψετε και ου μη ιδητε
15Ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου, καὶ τοῖς ὠσὶ βαρέως ἤκουσαν, καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν· μήποτε ἴδωσι τοῖς ὀφθαλμοῖς, καὶ τοῖς ὠσὶν ἀκούσωσι, καὶ τῇ καρδίᾳ συνῶσι, καὶ ἐπιστρέψωσι, καὶ ἰάσωμαι αὐτούς.
15επαχυνθη γαρ η καρδια του λαου τουτου και τοισ ωσιν βαρεωσ ηκουσαν και τουσ οφθαλμουσ αυτων εκαμμυσαν μηποτε ιδωσιν τοισ οφθαλμοισ και τοισ ωσιν ακουσωσιν και τη καρδια συνωσιν και επιστρεψωσιν και ιασομαι αυτουσ
16Ὑμῶν δὲ μακάριοι οἱ ὀφθαλμοί, ὅτι βλέπουσι· καὶ τὰ ὦτα ὑμῶν, ὅτι ἀκούει.
16υμων δε μακαριοι οι οφθαλμοι οτι βλεπουσιν και τα ωτα υμων οτι ακουει
17Ἀμὴν γὰρ λέγω ὑμῖν ὅτι πολλοὶ προφῆται καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν ἃ βλέπετε, καὶ οὐκ εἶδον· καὶ ἀκοῦσαι ἃ ἀκούετε, καὶ οὐκ ἤκουσαν.
17αμην γαρ λεγω υμιν οτι πολλοι προφηται και δικαιοι επεθυμησαν ιδειν α βλεπετε και ουκ ειδον και ακουσαι α ακουετε και ουκ ηκουσαν
18Ὑμεῖς οὖν ἀκούσατε τὴν παραβολὴν τοῦ σπείροντος.
18υμεισ ουν ακουσατε την παραβολην του σπειροντοσ
19Παντὸς ἀκούοντος τὸν λόγον τῆς βασιλείας καὶ μὴ συνιέντος, ἔρχεται ὁ πονηρός, καὶ ἁρπάζει τὸ ἐσπαρμένον ἐν τῇ καρδίᾳ αὐτοῦ· οὗτός ἐστιν ὁ παρὰ τὴν ὁδὸν σπαρείς.
19παντοσ ακουοντοσ τον λογον τησ βασιλειασ και μη συνιεντοσ ερχεται ο πονηροσ και αρπαζει το εσπαρμενον εν τη καρδια αυτου ουτοσ εστιν ο παρα την οδον σπαρεισ
20Ὁ δὲ ἐπὶ τὰ πετρώδη σπαρείς, οὗτός ἐστιν ὁ τὸν λόγον ἀκούων, καὶ εὐθὺς μετὰ χαρᾶς λαμβάνων αὐτόν·
20ο δε επι τα πετρωδη σπαρεισ ουτοσ εστιν ο τον λογον ακουων και ευθυσ μετα χαρασ λαμβανων αυτον
21οὐκ ἔχει δὲ ῥίζαν ἐν ἑαυτῷ, ἀλλὰ πρόσκαιρός ἐστι· γενομένης δὲ θλίψεως ἢ διωγμοῦ διὰ τὸν λόγον, εὐθὺς σκανδαλίζεται.
21ουκ εχει δε ριζαν εν εαυτω αλλα προσκαιροσ εστιν γενομενησ δε θλιψεωσ η διωγμου δια τον λογον ευθυσ σκανδαλιζεται
22Ὁ δὲ εἰς τὰς ἀκάνθας σπαρείς, οὗτός ἐστιν ὁ τὸν λόγον ἀκούων, καὶ ἡ μέριμνα τοῦ αἰῶνος τούτου καὶ ἡ ἀπάτη τοῦ πλούτου συμπνίγει τὸν λόγον, καὶ ἄκαρπος γίνεται.
22ο δε εισ τασ ακανθασ σπαρεισ ουτοσ εστιν ο τον λογον ακουων και η μεριμνα του αιωνοσ τουτου και η απατη του πλουτου συμπνιγει τον λογον και ακαρποσ γινεται
23Ὁ δὲ ἐπὶ τὴν γῆν τὴν καλὴν σπαρείς, οὗτός ἐστιν ὁ τὸν λόγον ἀκούων καὶ συνιών· ὃς δὴ καρποφορεῖ, καὶ ποιεῖ ὁ μὲν ἑκατόν, ὁ δὲ ἑξήκοντα, ὁ δὲ τριάκοντα.
23ο δε επι την γην την καλην σπαρεισ ουτοσ εστιν ο τον λογον ακουων και συνιων οσ δη καρποφορει και ποιει ο μεν εκατον ο δε εξηκοντα ο δε τριακοντα
24Ἄλλην παραβολὴν παρέθηκεν αὐτοῖς, λέγων, Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ σπείροντι καλὸν σπέρμα ἐν τῷ ἀγρῷ αὐτοῦ·
24αλλην παραβολην παρεθηκεν αυτοισ λεγων ωμοιωθη η βασιλεια των ουρανων ανθρωπω σπειροντι καλον σπερμα εν τω αγρω αυτου
25ἐν δὲ τῷ καθεύδειν τοὺς ἀνθρώπους, ἦλθεν αὐτοῦ ὁ ἐχθρὸς καὶ ἔσπειρε ζιζάνια ἀνὰ μέσον τοῦ σίτου, καὶ ἀπῆλθεν.
25εν δε τω καθευδειν τουσ ανθρωπουσ ηλθεν αυτου ο εχθροσ και εσπειρεν ζιζανια ανα μεσον του σιτου και απηλθεν
26Ὅτε δὲ ἐβλάστησεν ὁ χόρτος καὶ καρπὸν ἐποίησε, τότε ἐφάνη καὶ τὰ ζιζάνια.
26οτε δε εβλαστησεν ο χορτοσ και καρπον εποιησεν τοτε εφανη και τα ζιζανια
27Προσελθόντες δὲ οἱ δοῦλοι τοῦ οἰκοδεσπότου εἶπον αὐτῷ, Κύριε, οὐχὶ καλὸν σπέρμα ἔσπειρας ἐν τῷ σῷ ἀγρῷ; Πόθεν οὖν ἔχει τὰ ζιζάνια;
27προσελθοντεσ δε οι δουλοι του οικοδεσποτου ειπον αυτω κυριε ουχι καλον σπερμα εσπειρασ εν τω σω αγρω ποθεν ουν εχει ζιζανια
28Ὁ δὲ ἔφη αὐτοῖς, Ἐχθρὸς ἄνθρωπος τοῦτο ἐποίησεν. Οἱ δὲ δοῦλοι εἶπον αὐτῷ, Θέλεις οὖν ἀπελθόντες συλλέξωμεν αὐτά;
28ο δε εφη αυτοισ εχθροσ ανθρωποσ τουτο εποιησεν οι δε δουλοι ειπον αυτω θελεισ ουν απελθοντεσ συλλεξομεν αυτα
29Ὁ δὲ ἔφη, Οὔ· μήποτε, συλλέγοντες τὰ ζιζάνια, ἐκριζώσητε ἅμα αὐτοῖς τὸν σῖτον.
29ο δε εφη ου μηποτε συλλεγοντεσ τα ζιζανια εκριζωσητε αμα αυτοισ τον σιτον
30Ἄφετε συναυξάνεσθαι ἀμφότερα μέχρι τοῦ θερισμοῦ· καὶ ἐν τῷ καιρῷ τοῦ θερισμοῦ ἐρῶ τοῖς θερισταῖς, Συλλέξατε πρῶτον τὰ ζιζάνια, καὶ δήσατε αὐτὰ εἰς δέσμας πρὸς τὸ κατακαῦσαι αὐτά· τὸν δὲ σῖτον συναγάγετε εἰς τὴν ἀποθήκην μου.
30αφετε συναυξανεσθαι αμφοτερα μεχρι του θερισμου και εν καιρω του θερισμου ερω τοισ θερισταισ συλλεξατε πρωτον τα ζιζανια και δησατε αυτα εισ δεσμασ προσ το κατακαυσαι αυτα τον δε σιτον συναγαγετε εισ την αποθηκην μου
31Ἄλλην παραβολὴν παρέθηκεν αὐτοῖς, λέγων, Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν κόκκῳ σινάπεως, ὃν λαβὼν ἄνθρωπος ἔσπειρεν ἐν τῷ ἀγρῷ αὐτοῦ·
31αλλην παραβολην παρεθηκεν αυτοισ λεγων ομοια εστιν η βασιλεια των ουρανων κοκκω σιναπεωσ ον λαβων ανθρωποσ εσπειρεν εν τω αγρω αυτου
32ὃ μικρότερον μέν ἐστι πάντων τῶν σπερμάτων· ὅταν δὲ αὐξηθῇ, μεῖζον τῶν λαχάνων ἐστί, καὶ γίνεται δένδρον, ὥστε ἐλθεῖν τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ κατασκηνοῦν ἐν τοῖς κλάδοις αὐτοῦ.
32ο μικροτερον μεν εστιν παντων των σπερματων οταν δε αυξηθη μειζον των λαχανων εστιν και γινεται δενδρον ωστε ελθειν τα πετεινα του ουρανου και κατασκηνουν εν τοισ κλαδοισ αυτου
33Ἄλλην παραβολὴν ἐλάλησεν αὐτοῖς, Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ζύμῃ, ἣν λαβοῦσα γυνὴ ἐνέκρυψεν εἰς ἀλεύρου σάτα τρία, ἕως οὗ ἐζυμώθη ὅλον.
33αλλην παραβολην ελαλησεν αυτοισ ομοια εστιν η βασιλεια των ουρανων ζυμη ην λαβουσα γυνη εκρυψεν εισ αλευρου σατα τρια εωσ ου εζυμωθη ολον
34Ταῦτα πάντα ἐλάλησεν ὁ Ἰησοῦς ἐν παραβολαῖς τοῖς ὄχλοις, καὶ χωρὶς παραβολῆς οὐκ ἐλάλει αὐτοῖς·
34ταυτα παντα ελαλησεν ο ιησουσ εν παραβολαισ τοισ οχλοισ και χωρισ παραβολησ ουκ ελαλει αυτοισ
35ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ τοῦ προφήτου, λέγοντος, Ἀνοίξω ἐν παραβολαῖς τὸ στόμα μου, ἐρεύξομαι κεκρυμμένα ἀπὸ καταβολῆς κόσμου.
35οπωσ πληρωθη το ρηθεν δια του προφητου λεγοντοσ ανοιξω εν παραβολαισ το στομα μου ερευξομαι κεκρυμμενα απο καταβολησ κοσμου
36Τότε ἀφεὶς τοὺς ὄχλους ἦλθεν εἰς τὴν οἰκίαν ὁ Ἰησοῦς· καὶ προσῆλθον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ, λέγοντες, Φράσον ἡμῖν τὴν παραβολὴν τῶν ζιζανίων τοῦ ἀγροῦ.
36τοτε αφεισ τουσ οχλουσ ηλθεν εισ την οικιαν ο ιησουσ και προσηλθον αυτω οι μαθηται αυτου λεγοντεσ φρασον ημιν την παραβολην των ζιζανιων του αγρου
37Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς, Ὁ σπείρων τὸ καλὸν σπέρμα ἐστὶν ὁ υἱὸς τοῦ ἀνθρώπου·
37ο δε αποκριθεισ ειπεν αυτοισ ο σπειρων το καλον σπερμα εστιν ο υιοσ του ανθρωπου
38ὁ δὲ ἀγρός ἐστιν ὁ κόσμος· τὸ δὲ καλὸν σπέρμα, οὗτοί εἰσιν οἱ υἱοὶ τῆς βασιλείας· τὰ δὲ ζιζάνιά εἰσιν οἱ υἱοὶ τοῦ πονηροῦ·
38ο δε αγροσ εστιν ο κοσμοσ το δε καλον σπερμα ουτοι εισιν οι υιοι τησ βασιλειασ τα δε ζιζανια εισιν οι υιοι του πονηρου
39ὁ δὲ ἐχθρὸς ὁ σπείρας αὐτά ἐστιν ὁ διάβολος· ὁ δὲ θερισμὸς συντέλεια τοῦ αἰῶνός ἐστιν· οἱ δὲ θερισταὶ ἄγγελοί εἰσιν.
39ο δε εχθροσ ο σπειρασ αυτα εστιν ο διαβολοσ ο δε θερισμοσ συντελεια του αιωνοσ εστιν οι δε θερισται αγγελοι εισιν
40Ὥσπερ οὖν συλλέγεται τὰ ζιζάνια καὶ πυρὶ κατακαίεται, οὕτως ἔσται ἐν τῇ συντελείᾳ τοῦ αἰῶνος τούτου.
40ωσπερ ουν συλλεγεται τα ζιζανια και πυρι καιεται ουτωσ εσται εν τη συντελεια του αιωνοσ τουτου
41Ἀποστελεῖ ὁ υἱὸς τοῦ ἀνθρώπου τοὺς ἀγγέλους αὐτοῦ, καὶ συλλέξουσιν ἐκ τῆς βασιλείας αὐτοῦ πάντα τὰ σκάνδαλα καὶ τοὺς ποιοῦντας τὴν ἀνομίαν,
41αποστελει ο υιοσ του ανθρωπου τουσ αγγελουσ αυτου και συλλεξουσιν εκ τησ βασιλειασ αυτου παντα τα σκανδαλα και τουσ ποιουντασ την ανομιαν
42καὶ βαλοῦσιν αὐτοὺς εἰς τὴν κάμινον τοῦ πυρός· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.
42και βαλουσιν αυτουσ εισ την καμινον του πυροσ εκει εσται ο κλαυθμοσ και ο βρυγμοσ των οδοντων
43Τότε οἱ δίκαιοι ἐκλάμψουσιν ὡς ὁ ἥλιος ἐν τῇ βασιλείᾳ τοῦ πατρὸς αὐτῶν. Ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω.
43τοτε οι δικαιοι εκλαμψουσιν ωσ ο ηλιοσ εν τη βασιλεια του πατροσ αυτων ο εχων ωτα ακουειν ακουετω
44Πάλιν ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν θησαυρῷ κεκρυμμένῳ ἐν τῷ ἀγρῷ, ὃν εὑρὼν ἄνθρωπος ἔκρυψε· καὶ ἀπὸ τῆς χαρᾶς αὐτοῦ ὑπάγει, καὶ πάντα ὅσα ἔχει πωλεῖ, καὶ ἀγοράζει τὸν ἀγρὸν ἐκεῖνον.
44παλιν ομοια εστιν η βασιλεια των ουρανων θησαυρω κεκρυμμενω εν τω αγρω ον ευρων ανθρωποσ εκρυψεν και απο τησ χαρασ αυτου υπαγει και παντα οσα εχει πωλει και αγοραζει τον αγρον εκεινον
45Πάλιν ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ ἐμπόρῳ ζητοῦντι καλοὺς μαργαρίτας·
45παλιν ομοια εστιν η βασιλεια των ουρανων ανθρωπω εμπορω ζητουντι καλουσ μαργαριτασ
46ὃς εὑρὼν ἕνα πολύτιμον μαργαρίτην, ἀπελθὼν πέπρακε πάντα ὅσα εἶχε, καὶ ἠγόρασεν αὐτόν.
46οσ ευρων ενα πολυτιμον μαργαριτην απελθων πεπρακεν παντα οσα ειχεν και ηγορασεν αυτον
47Πάλιν ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν σαγήνῃ βληθείσῃ εἰς τὴν θάλασσαν, καὶ ἐκ παντὸς γένους συναγαγούσῃ·
47παλιν ομοια εστιν η βασιλεια των ουρανων σαγηνη βληθειση εισ την θαλασσαν και εκ παντοσ γενουσ συναγαγουση
48ἥν, ὅτε ἐπληρώθη, ἀναβιβάσαντες ἐπὶ τὸν αἰγιαλόν, καὶ καθίσαντες, συνέλεξαν τὰ καλὰ εἰς ἀγγεῖα, τὰ δὲ σαπρὰ ἔξω ἔβαλον.
48ην οτε επληρωθη αναβιβασαντεσ επι τον αιγιαλον και καθισαντεσ συνελεξαν τα καλα εισ αγγεια τα δε σαπρα εξω εβαλον
49Οὕτως ἔσται ἐν τῇ συντελείᾳ τοῦ αἰῶνος· ἐξελεύσονται οἱ ἄγγελοι, καὶ ἀφοριοῦσι τοὺς πονηροὺς ἐκ μέσου τῶν δικαίων,
49ουτωσ εσται εν τη συντελεια του αιωνοσ εξελευσονται οι αγγελοι και αφοριουσιν τουσ πονηρουσ εκ μεσου των δικαιων
50καὶ βαλοῦσιν αὐτοὺς εἰς τὴν κάμινον τοῦ πυρός· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.
50και βαλουσιν αυτουσ εισ την καμινον του πυροσ εκει εσται ο κλαυθμοσ και ο βρυγμοσ των οδοντων
51Λέγει αὐτοῖς ὁ Ἰησοῦς, Συνήκατε ταῦτα πάντα; Λέγουσιν αὐτῷ, Ναί, Κύριε.
51λεγει αυτοισ ο ιησουσ συνηκατε ταυτα παντα λεγουσιν αυτω ναι κυριε
52Ὁ δὲ εἶπεν αὐτοῖς, Διὰ τοῦτο πᾶς γραμματεὺς μαθητευθεὶς εἰς τὴν βασιλείαν τῶν οὐρανῶν ὅμοιός ἐστιν ἀνθρώπῳ οἰκοδεσπότῃ, ὅστις ἐκβάλλει ἐκ τοῦ θησαυροῦ αὐτοῦ καινὰ καὶ παλαιά.
52ο δε ειπεν αυτοισ δια τουτο πασ γραμματευσ μαθητευθεισ εισ την βασιλειαν των ουρανων ομοιοσ εστιν ανθρωπω οικοδεσποτη οστισ εκβαλλει εκ του θησαυρου αυτου καινα και παλαια
53Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς τὰς παραβολὰς ταύτας, μετῆρεν ἐκεῖθεν·
53και εγενετο οτε ετελεσεν ο ιησουσ τασ παραβολασ ταυτασ μετηρεν εκειθεν
54καὶ ἐλθὼν εἰς τὴν πατρίδα αὐτοῦ ἐδίδασκεν αὐτοὺς ἐν τῇ συναγωγῇ αὐτῶν, ὥστε ἐκπλήττεσθαι αὐτοὺς καὶ λέγειν, Πόθεν τούτῳ ἡ σοφία αὕτη καὶ αἱ δυνάμεις;
54και ελθων εισ την πατριδα αυτου εδιδασκεν αυτουσ εν τη συναγωγη αυτων ωστε εκπληττεσθαι αυτουσ και λεγειν ποθεν τουτω η σοφια αυτη και αι δυναμεισ
55Οὐχ οὗτός ἐστιν ὁ τοῦ τέκτονος υἱός; Οὐχὶ ἡ μήτηρ αὐτοῦ λέγεται Μαριάμ, καὶ οἱ ἀδελφοὶ αὐτοῦ Ἰάκωβος καὶ Ἰωσῆς καὶ Σίμων καὶ Ἰούδας;
55ουχ ουτοσ εστιν ο του τεκτονοσ υιοσ ουχι η μητηρ αυτου λεγεται μαριαμ και οι αδελφοι αυτου ιακωβοσ και ιωσησ και σιμων και ιουδασ
56Καὶ αἱ ἀδελφαὶ αὐτοῦ οὐχὶ πᾶσαι πρὸς ἡμᾶς εἰσί; Πόθεν οὖν τούτῳ ταῦτα πάντα;
56και αι αδελφαι αυτου ουχι πασαι προσ ημασ εισιν ποθεν ουν τουτω ταυτα παντα
57Καὶ ἐσκανδαλίζοντο ἐν αὐτῷ. Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς, Οὐκ ἔστι προφήτης ἄτιμος, εἰ μὴ ἐν τῇ πατρίδι αὐτοῦ καὶ ἐν τῇ οἰκίᾳ αὐτοῦ.
57και εσκανδαλιζοντο εν αυτω ο δε ιησουσ ειπεν αυτοισ ουκ εστιν προφητησ ατιμοσ ει μη εν τη πατριδι αυτου και εν τη οικια αυτου
58Καὶ οὐκ ἐποίησεν ἐκεῖ δυνάμεις πολλάς, διὰ τὴν ἀπιστίαν αὐτῶν.
58και ουκ εποιησεν εκει δυναμεισ πολλασ δια την απιστιαν αυτων
Tip: use the ← and → keys to turn chapters.