ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21
Greek New Testament: Textus ReceptusOriginal language
Greek New Testament: Textus Receptus
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
1Καὶ ὅτε ἤγγισαν εἰς Ἱεροσόλυμα, καὶ ἦλθον εἰς Βηθφαγὴ πρὸς τὸ ὄρος τῶν Ἐλαιῶν, τότε ὁ Ἰησοῦς ἀπέστειλε δύο μαθητάς,
1και οτε ηγγισαν εισ ιεροσολυμα και ηλθον εισ βηθσφαγη προσ το οροσ των ελαιων τοτε ο ιησουσ απεστειλεν δυο μαθητασ
2λέγων αὐτοῖς, Πορεύθητε εἰς τὴν κώμην τὴν ἀπέναντι ὑμῶν, καὶ εὐθέως εὑρήσετε ὄνον δεδεμένην, καὶ πῶλον μετ᾿ αὐτῆς· λύσαντες ἀγάγετέ μοι.
2λεγων αυτοισ πορευθητε εισ την κωμην την απεναντι υμων και ευθεωσ ευρησετε ονον δεδεμενην και πωλον μετ αυτησ λυσαντεσ αγαγετε μοι
3Καὶ ἐάν τις ὑμῖν εἴπῃ τι, ἐρεῖτε ὅτι Ὁ Κύριος αὐτῶν χρείαν ἔχει· εὐθέως δὲ ἀποστελεῖ αὐτούς.
3και εαν τισ υμιν ειπη τι ερειτε οτι ο κυριοσ αυτων χρειαν εχει ευθεωσ δε αποστελλει αυτουσ
4Τοῦτο δὲ ὅλον γέγονεν, ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ τοῦ προφήτου, λέγοντος,
4τουτο δε ολον γεγονεν ινα πληρωθη το ρηθεν δια του προφητου λεγοντοσ
5Εἴπατε τῇ θυγατρὶ Σιών, Ἰδού, ὁ βασιλεύς σου ἔρχεταί σοι, πραῢς καὶ ἐπιβεβηκὼς ἐπὶ ὄνον καὶ πῶλον υἱὸν ὑποζυγίου.
5ειπατε τη θυγατρι σιων ιδου ο βασιλευσ σου ερχεται σοι πραυσ και επιβεβηκωσ επι ονον και πωλον υιον υποζυγιου
6Πορευθέντες δὲ οἱ μαθηταί, καὶ ποιήσαντες καθὼς προσέταξεν αὐτοῖς ὁ Ἰησοῦς,
6πορευθεντεσ δε οι μαθηται και ποιησαντεσ καθωσ προσεταξεν αυτοισ ο ιησουσ
7ἤγαγον τὴν ὄνον καὶ τὸν πῶλον· καὶ ἐπέθηκαν ἐπάνω αὐτῶν τὰ ἱμάτια αὐτῶν, καὶ ἐπεκάθισαν ἐπάνω αὐτῶν.
7ηγαγον την ονον και τον πωλον και επεθηκαν επανω αυτων τα ιματια αυτων και επεκαθισεν επανω αυτων
8Ὁ δὲ πλεῖστος ὄχλος ἔστρωσαν ἑαυτῶν τὰ ἱμάτια ἐν τῇ ὁδῷ· ἄλλοι δὲ ἔκοπτον κλάδους ἀπὸ τῶν δένδρων, καὶ ἐστρώννυον ἐν τῇ ὁδῷ.
8ο δε πλειστοσ οχλοσ εστρωσαν εαυτων τα ιματια εν τη οδω αλλοι δε εκοπτον κλαδουσ απο των δενδρων και εστρωννυον εν τη οδω
9Οἱ δὲ ὄχλοι οἱ προάγοντες καὶ οἱ ἀκολουθοῦντες ἔκραζον, λέγοντες, Ὡσαννὰ τῷ υἱῷ Δαβίδ· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Ὡσαννὰ ἐν τοῖς ὑψίστοις.
9οι δε οχλοι οι προαγοντεσ και οι ακολουθουντεσ εκραζον λεγοντεσ ωσαννα τω υιω δαυιδ ευλογημενοσ ο ερχομενοσ εν ονοματι κυριου ωσαννα εν τοισ υψιστοισ
10Καὶ εἰσελθόντος αὐτοῦ εἰς Ἱεροσόλυμα, ἐσείσθη πᾶσα ἡ πόλις, λέγουσα, Τίς ἐστιν οὗτος;
10και εισελθοντοσ αυτου εισ ιεροσολυμα εσεισθη πασα η πολισ λεγουσα τισ εστιν ουτοσ
11Οἱ δὲ ὄχλοι ἔλεγον, Οὗτός ἐστιν Ἰησοῦς ὁ προφήτης, ὁ ἀπὸ Ναζαρὲθ τῆς Γαλιλαίας.
11οι δε οχλοι ελεγον ουτοσ εστιν ιησουσ ο προφητησ ο απο ναζαρετ τησ γαλιλαιασ
12Καὶ εἰσῆλθεν ὁ Ἰησοῦς εἰς τὸ ἱερὸν τοῦ Θεοῦ, καὶ ἐξέβαλε πάντας τοὺς πωλοῦντας καὶ ἀγοράζοντας ἐν τῷ ἱερῷ, καὶ τὰς τραπέζας τῶν κολλυβιστῶν κατέστρεψε, καὶ τὰς καθέδρας τῶν πωλούντων τὰς περιστεράς.
12και εισηλθεν ο ιησουσ εισ το ιερον του θεου και εξεβαλεν παντασ τουσ πωλουντασ και αγοραζοντασ εν τω ιερω και τασ τραπεζασ των κολλυβιστων κατεστρεψεν και τασ καθεδρασ των πωλουντων τασ περιστερασ
13Καὶ λέγει αὐτοῖς, Γέγραπται, Ὁ οἶκός μου οἶκος προσευχῆς κληθήσεται· ὑμεῖς δὲ αὐτὸν ἐποιήσατε σπήλαιον λῃστῶν.
13και λεγει αυτοισ γεγραπται ο οικοσ μου οικοσ προσευχησ κληθησεται υμεισ δε αυτον εποιησατε σπηλαιον ληστων
14Καὶ προσῆλθον αὐτῷ τυφλοὶ καὶ χωλοὶ ἐν τῷ ἱερῷ· καὶ ἐθεράπευσεν αὐτούς.
14και προσηλθον αυτω χωλοι και τυφλοι εν τω ιερω και εθεραπευσεν αυτουσ
15Ἰδόντες δὲ οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς τὰ θαυμάσια ἃ ἐποίησε, καὶ τοὺς παῖδας κράζοντας ἐν τῷ ἱερῷ, καὶ λέγοντας, Ὡσαννὰ τῷ υἱῷ Δαβίδ, ἠγανάκτησαν,
15ιδοντεσ δε οι αρχιερεισ και οι γραμματεισ τα θαυμασια α εποιησεν και τουσ παιδασ κραζοντασ εν τω ιερω και λεγοντασ ωσαννα τω υιω δαυιδ ηγανακτησαν
16καὶ εἶπον αὐτῷ, Ἀκούεις τί οὗτοι λέγουσιν; Ὁ δὲ Ἰησοῦς λέγει αὐτοῖς, Ναί· οὐδέποτε ἀνέγνωτε ὅτι Ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον;
16και ειπον αυτω ακουεισ τι ουτοι λεγουσιν ο δε ιησουσ λεγει αυτοισ ναι ουδεποτε ανεγνωτε οτι εκ στοματοσ νηπιων και θηλαζοντων κατηρτισω αινον
17Καὶ καταλιπὼν αὐτοὺς ἐξῆλθεν ἔξω τῆς πόλεως εἰς Βηθανίαν, καὶ ηὐλίσθη ἐκεῖ.
17και καταλιπων αυτουσ εξηλθεν εξω τησ πολεωσ εισ βηθανιαν και ηυλισθη εκει
18Πρωΐας δὲ ἐπανάγων εἰς τὴν πόλιν, ἐπείνασε.
18πρωιασ δε επαναγων εισ την πολιν επεινασεν
19Καὶ ἰδὼν συκῆν μίαν ἐπὶ τῆς ὁδοῦ, ἦλθεν ἐπ᾿ αὐτήν, καὶ οὐδὲν εὗρεν ἐν αὐτῇ εἰ μὴ φύλλα μόνον· καὶ λέγει αὐτῇ, Μηκέτι ἐκ σοῦ καρπὸς γένηται εἰς τὸν αἰῶνα. Καὶ ἐξηράνθη παραχρῆμα ἡ συκῆ.
19και ιδων συκην μιαν επι τησ οδου ηλθεν επ αυτην και ουδεν ευρεν εν αυτη ει μη φυλλα μονον και λεγει αυτη μηκετι εκ σου καρποσ γενηται εισ τον αιωνα και εξηρανθη παραχρημα η συκη
20Καὶ ἰδόντες οἱ μαθηταὶ ἐθαύμασαν, λέγοντες, Πῶς παραχρῆμα ἐξηράνθη ἡ συκῆ;
20και ιδοντεσ οι μαθηται εθαυμασαν λεγοντεσ πωσ παραχρημα εξηρανθη η συκη
21Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς, Ἀμὴν λέγω ὑμῖν, ἐὰν ἔχητε πίστιν, καὶ μὴ διακριθῆτε, οὐ μόνον τὸ τῆς συκῆς ποιήσετε, ἀλλὰ κἂν τῷ ὄρει τούτῳ εἴπητε, Ἄρθητι, καὶ βλήθητι εἰς τὴν θάλασσαν, γενήσεται.
21αποκριθεισ δε ο ιησουσ ειπεν αυτοισ αμην λεγω υμιν εαν εχητε πιστιν και μη διακριθητε ου μονον το τησ συκησ ποιησετε αλλα καν τω ορει τουτω ειπητε αρθητι και βληθητι εισ την θαλασσαν γενησεται
22Καὶ πάντα ὅσα ἂν αἰτήσητε ἐν τῇ προσευχῇ, πιστεύοντες, λήψεσθε.
22και παντα οσα εαν αιτησητε εν τη προσευχη πιστευοντεσ ληψεσθε
23Καὶ ἐλθόντι αὐτῷ εἰς τὸ ἱερόν, προσῆλθον αὐτῷ διδάσκοντι οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ, λέγοντες, Ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς; Καὶ τίς σοι ἔδωκε τὴν ἐξουσίαν ταύτην;
23και ελθοντι αυτω εισ το ιερον προσηλθον αυτω διδασκοντι οι αρχιερεισ και οι πρεσβυτεροι του λαου λεγοντεσ εν ποια εξουσια ταυτα ποιεισ και τισ σοι εδωκεν την εξουσιαν ταυτην
24Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς, Ἐρωτήσω ὑμᾶς κἀγὼ λόγον ἕνα, ὃν ἐὰν εἴπητέ μοι, κἀγὼ ὑμῖν ἐρῶ ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.
24αποκριθεισ δε ο ιησουσ ειπεν αυτοισ ερωτησω υμασ καγω λογον ενα ον εαν ειπητε μοι καγω υμιν ερω εν ποια εξουσια ταυτα ποιω
25Τὸ βάπτισμα Ἰωάννου πόθεν ἦν; Ἐξ οὐρανοῦ ἢ ἐξ ἀνθρώπων; Οἱ δὲ διελογίζοντο παρ᾿ ἑαυτοῖς, λέγοντες, Ἐὰν εἴπωμεν, Ἐξ οὐρανοῦ, ἐρεῖ ἡμῖν, Διὰ τί οὖν οὐκ ἐπιστεύσατε αὐτῷ;
25το βαπτισμα ιωαννου ποθεν ην εξ ουρανου η εξ ανθρωπων οι δε διελογιζοντο παρ εαυτοισ λεγοντεσ εαν ειπωμεν εξ ουρανου ερει ημιν δια τι ουν ουκ επιστευσατε αυτω
26Ἐὰν δὲ εἴπωμεν, Ἐξ ἀνθρώπων, φοβούμεθα τὸν ὄχλον· πάντες γὰρ ἔχουσι τὸν Ἰωάννην ὡς προφήτην.
26εαν δε ειπωμεν εξ ανθρωπων φοβουμεθα τον οχλον παντεσ γαρ εχουσιν τον ιωαννην ωσ προφητην
27Καὶ ἀποκριθέντες τῷ Ἰησοῦ εἶπον, Οὐκ οἴδαμεν. Ἔφη αὐτοῖς καὶ αὐτός, Οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.
27και αποκριθεντεσ τω ιησου ειπον ουκ οιδαμεν εφη αυτοισ και αυτοσ ουδε εγω λεγω υμιν εν ποια εξουσια ταυτα ποιω
28Τί δὲ ὑμῖν δοκεῖ; Ἄνθρωπος εἶχε τέκνα δύο, καὶ προσελθὼν τῷ πρώτῳ εἶπε, Τέκνον, ὕπαγε, σήμερον ἐργάζου ἐν τῷ ἀμπελῶνί μου.
28τι δε υμιν δοκει ανθρωποσ ειχεν τεκνα δυο και προσελθων τω πρωτω ειπεν τεκνον υπαγε σημερον εργαζου εν τω αμπελωνι μου
29Ὁ δὲ ἀποκριθεὶς εἶπεν, Οὐ θέλω· ὕστερον δὲ μεταμεληθείς, ἀπῆλθε.
29ο δε αποκριθεισ ειπεν ου θελω υστερον δε μεταμεληθεισ απηλθεν
30Καὶ προσελθὼν τῷ δευτέρῳ εἶπεν ὡσαύτως. Ὁ δὲ ἀποκριθεὶς εἶπεν, Ἐγώ, κύριε· καὶ οὐκ ἀπῆλθε.
30και προσελθων τω δευτερω ειπεν ωσαυτωσ ο δε αποκριθεισ ειπεν εγω κυριε και ουκ απηλθεν
31Τίς ἐκ τῶν δύο ἐποίησε τὸ θέλημα τοῦ πατρός; Λέγουσιν αὐτῷ, Ὁ πρῶτος. Λέγει αὐτοῖς ὁ Ἰησοῦς, Ἀμὴν λέγω ὑμῖν ὅτι οἱ τελῶναι καὶ αἱ πόρναι προάγουσιν ὑμᾶς εἰς τὴν βασιλείαν τοῦ Θεοῦ.
31τισ εκ των δυο εποιησεν το θελημα του πατροσ λεγουσιν αυτω ο πρωτοσ λεγει αυτοισ ο ιησουσ αμην λεγω υμιν οτι οι τελωναι και αι πορναι προαγουσιν υμασ εισ την βασιλειαν του θεου
32Ἦλθε γὰρ πρὸς ὑμᾶς Ἰωάννης ἐν ὁδῷ δικαιοσύνης, καὶ οὐκ ἐπιστεύσατε αὐτῷ· οἱ δὲ τελῶναι καὶ αἱ πόρναι ἐπίστευσαν αὐτῷ· ὑμεῖς δὲ ἰδόντες οὐ μετεμελήθητε ὕστερον τοῦ πιστεῦσαι αὐτῷ.
32ηλθεν γαρ προσ υμασ ιωαννησ εν οδω δικαιοσυνησ και ουκ επιστευσατε αυτω οι δε τελωναι και αι πορναι επιστευσαν αυτω υμεισ δε ιδοντεσ ου μετεμεληθητε υστερον του πιστευσαι αυτω
33Ἄλλην παραβολὴν ἀκούσατε. Ἄνθρωπός τις ἦν οἰκοδεσπότης, ὅστις ἐφύτευσεν ἀμπελῶνα, καὶ φραγμὸν αὐτῷ περιέθηκε, καὶ ὤρυξεν ἐν αὐτῷ ληνόν, καὶ ᾠκοδόμησε πύργον, καὶ ἐξέδοτο αὐτὸν γεωργοῖς, καὶ ἀπεδήμησεν.
33αλλην παραβολην ακουσατε ανθρωποσ τισ ην οικοδεσποτησ οστισ εφυτευσεν αμπελωνα και φραγμον αυτω περιεθηκεν και ωρυξεν εν αυτω ληνον και ωκοδομησεν πυργον και εξεδοτο αυτον γεωργοισ και απεδημησεν
34Ὅτε δὲ ἤγγισεν ὁ καιρὸς τῶν καρπῶν, ἀπέστειλε τοὺς δούλους αὐτοῦ πρὸς τοὺς γεωργούς, λαβεῖν τοὺς καρποὺς αὐτοῦ.
34οτε δε ηγγισεν ο καιροσ των καρπων απεστειλεν τουσ δουλουσ αυτου προσ τουσ γεωργουσ λαβειν τουσ καρπουσ αυτου
35Καὶ λαβόντες οἱ γεωργοὶ τοὺς δούλους αὐτοῦ, ὃν μὲν ἔδειραν, ὃν δὲ ἀπέκτειναν, ὃν δὲ ἐλιθοβόλησαν.
35και λαβοντεσ οι γεωργοι τουσ δουλουσ αυτου ον μεν εδειραν ον δε απεκτειναν ον δε ελιθοβολησαν
36Πάλιν ἀπέστειλεν ἄλλους δούλους πλείονας τῶν πρώτων· καὶ ἐποίησαν αὐτοῖς ὡσαύτως.
36παλιν απεστειλεν αλλουσ δουλουσ πλειονασ των πρωτων και εποιησαν αυτοισ ωσαυτωσ
37Ὕστερον δὲ ἀπέστειλε πρὸς αὐτοὺς τὸν υἱὸν αὐτοῦ, λέγων, Ἐντραπήσονται τὸν υἱόν μου.
37υστερον δε απεστειλεν προσ αυτουσ τον υιον αυτου λεγων εντραπησονται τον υιον μου
38Οἱ δὲ γεωργοὶ ἰδόντες τὸν υἱὸν εἶπον ἐν ἑαυτοῖς, Οὗτός ἐστιν ὁ κληρονόμος· δεῦτε, ἀποκτείνωμεν αὐτόν, καὶ κατάσχωμεν τὴν κληρονομίαν αὐτοῦ.
38οι δε γεωργοι ιδοντεσ τον υιον ειπον εν εαυτοισ ουτοσ εστιν ο κληρονομοσ δευτε αποκτεινωμεν αυτον και κατασχωμεν την κληρονομιαν αυτου
39Καὶ λαβόντες αὐτὸν ἐξέβαλον ἔξω τοῦ ἀμπελῶνος καὶ ἀπέκτειναν.
39και λαβοντεσ αυτον εξεβαλον εξω του αμπελωνοσ και απεκτειναν
40Ὅταν οὖν ἔλθῃ ὁ κύριος τοῦ ἀμπελῶνος, τί ποιήσει τοῖς γεωργοῖς ἐκείνοις;
40οταν ουν ελθη ο κυριοσ του αμπελωνοσ τι ποιησει τοισ γεωργοισ εκεινοισ
41Λέγουσιν αὐτῷ, Κακοὺς κακῶς ἀπολέσει αὐτούς, καὶ τὸν ἀμπελῶνα ἐκδόσεται ἄλλοις γεωργοῖς, οἵτινες ἀποδώσουσιν αὐτῷ τοὺς καρποὺς ἐν τοῖς καιροῖς αὐτῶν.
41λεγουσιν αυτω κακουσ κακωσ απολεσει αυτουσ και τον αμπελωνα εκδωσεται αλλοισ γεωργοισ οιτινεσ αποδωσουσιν αυτω τουσ καρπουσ εν τοισ καιροισ αυτων
42Λέγει αὐτοῖς ὁ Ἰησοῦς, Οὐδέποτε ἀνέγνωτε ἐν ταῖς γραφαῖς, Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας· παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν;
42λεγει αυτοισ ο ιησουσ ουδεποτε ανεγνωτε εν ταισ γραφαισ λιθον ον απεδοκιμασαν οι οικοδομουντεσ ουτοσ εγενηθη εισ κεφαλην γωνιασ παρα κυριου εγενετο αυτη και εστιν θαυμαστη εν οφθαλμοισ ημων
43Διὰ τοῦτο λέγω ὑμῖν ὅτι ἀρθήσεται ἀφ᾿ ὑμῶν ἡ βασιλεία τοῦ Θεοῦ, καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς.
43δια τουτο λεγω υμιν οτι αρθησεται αφ υμων η βασιλεια του θεου και δοθησεται εθνει ποιουντι τουσ καρπουσ αυτησ
44Καὶ ὁ πεσὼν ἐπὶ τὸν λίθον τοῦτον συνθλασθήσεται· ἐφ᾿ ὃν δ᾿ ἂν πέσῃ, λικμήσει αὐτόν.
44και ο πεσων επι τον λιθον τουτον συνθλασθησεται εφ ον δ αν πεση λικμησει αυτον
45Καὶ ἀκούσαντες οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι τὰς παραβολὰς αὐτοῦ ἔγνωσαν ὅτι περὶ αὐτῶν λέγει.
45και ακουσαντεσ οι αρχιερεισ και οι φαρισαιοι τασ παραβολασ αυτου εγνωσαν οτι περι αυτων λεγει
46Καὶ ζητοῦντες αὐτὸν κρατῆσαι, ἐφοβήθησαν τοὺς ὄχλους, ἐπειδὴ ὡς προφήτην αὐτὸν εἶχον.
46και ζητουντεσ αυτον κρατησαι εφοβηθησαν τουσ οχλουσ επειδη ωσ προφητην αυτον ειχον
Tip: use the ← and → keys to turn chapters.