ΚΑΤΑ ΙΩΑΝΝΗΝ 7
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)Original language
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
Greek New Testament: Textus Receptus
1και περιεπατει ο ιησουσ μετα ταυτα εν τη γαλιλαια ου γαρ ηθελεν εν τη ιουδαια περιπατειν οτι εζητουν αυτον οι ιουδαιοι αποκτειναι
1Καὶ περιεπάτει ὁ Ἰησοῦς μετὰ ταῦτα ἐν τῇ Γαλιλαίᾳ· οὐ γὰρ ἤθελεν ἐν τῇ Ἰουδαίᾳ περιπατεῖν, ὅτι ἐζήτουν αὐτὸν οἱ Ἰουδαῖοι ἀποκτεῖναι.
2ην δε εγγυσ η εορτη των ιουδαιων η σκηνοπηγια
2Ἦν δὲ ἐγγὺς ἡ ἑορτὴ τῶν Ἰουδαίων ἡ Σκηνοπηγία.
3ειπον ουν προσ αυτον οι αδελφοι αυτου μεταβηθι εντευθεν και υπαγε εισ την ιουδαιαν ινα και οι μαθηται σου θεωρησωσιν τα εργα σου α ποιεισ
3Εἶπον οὖν πρὸς αὐτὸν οἱ ἀδελφοὶ αὐτοῦ, Μετάβηθι ἐντεῦθεν, καὶ ὕπαγε εἰς τὴν Ἰουδαίαν, ἵνα καὶ οἱ μαθηταί σου θεωρήσωσι τὰ ἔργα σου ἃ ποιεῖς.
4ουδεισ γαρ εν κρυπτω τι ποιει και ζητει αυτοσ εν παρρησια ειναι ει ταυτα ποιεισ φανερωσον σεαυτον τω κοσμω
4Οὐδεὶς γὰρ ἐν κρυπτῷ τι ποιεῖ, καὶ ζητεῖ αὐτὸς ἐν παρρησίᾳ εἶναι. Εἰ ταῦτα ποιεῖς, φανέρωσον σεαυτὸν τῷ κόσμῳ.
5ουδε γαρ οι αδελφοι αυτου επιστευον εισ αυτον
5Οὐδὲ γὰρ οἱ ἀδελφοὶ αὐτοῦ ἐπίστευον εἰς αὐτόν.
6λεγει ουν αυτοισ ο ιησουσ ο καιροσ ο εμοσ ουπω παρεστιν ο δε καιροσ ο υμετεροσ παντοτε εστιν ετοιμοσ
6Λέγει οὖν αὐτοῖς ὁ Ἰησοῦς, Ὁ καιρὸς ὁ ἐμὸς οὔπω πάρεστιν, ὁ δὲ καιρὸς ὁ ὑμέτερος πάντοτέ ἐστιν ἕτοιμος.
7ου δυναται ο κοσμοσ μισειν υμασ εμε δε μισει οτι εγω μαρτυρω περι αυτου οτι τα εργα αυτου πονηρα εστιν
7Οὐ δύναται ὁ κόσμος μισεῖν ὑμᾶς· ἐμὲ δὲ μισεῖ, ὅτι ἐγὼ μαρτυρῶ περὶ αὐτοῦ, ὅτι τὰ ἔργα αὐτοῦ πονηρά ἐστιν.
8υμεισ αναβητε εισ την εορτην ταυτην εγω ουπω αναβαινω εισ την εορτην ταυτην οτι ο καιροσ ο εμοσ ουπω πεπληρωται
8Ὑμεῖς ἀνάβητε εἰς τὴν ἑορτὴν ταύτην· ἐγὼ οὔπω ἀναβαίνω εἰς τὴν ἑορτὴν ταύτην, ὅτι ὁ καιρὸς ὁ ἐμὸς οὔπω πεπλήρωται.
9ταυτα δε ειπων αυτοισ εμεινεν εν τη γαλιλαια
9Ταῦτα δὲ εἰπὼν αὐτοῖς, ἔμεινεν ἐν τῇ Γαλιλαίᾳ.
10ωσ δε ανεβησαν οι αδελφοι αυτου τοτε και αυτοσ ανεβη εισ την εορτην ου φανερωσ αλλ ωσ εν κρυπτω
10Ὡς δὲ ἀνέβησαν οἱ ἀδελφοὶ αὐτοῦ, τότε καὶ αὐτὸς ἀνέβη εἰς τὴν ἑορτήν, οὐ φανερῶς, ἀλλ᾿ ὡς ἐν κρυπτῷ.
11οι ουν ιουδαιοι εζητουν αυτον εν τη εορτη και ελεγον που εστιν εκεινοσ
11Οἱ οὖν Ἰουδαῖοι ἐζήτουν αὐτὸν ἐν τῇ ἑορτῇ, καὶ ἔλεγον, Ποῦ ἐστιν ἐκεῖνος;
12και γογγυσμοσ πολυσ περι αυτου ην εν τοισ οχλοισ οι μεν ελεγον οτι αγαθοσ εστιν αλλοι ελεγον ου αλλα πλανα τον οχλον
12Καὶ γογγυσμὸς πολὺς περὶ αὐτοῦ ἦν ἐν τοῖς ὄχλοις· οἱ μὲν ἔλεγον ὅτι Ἀγαθός ἐστιν· ἄλλοι δὲ ἔλεγον, Οὔ, ἀλλὰ πλανᾷ τὸν ὄχλον.
13ουδεισ μεντοι παρρησια ελαλει περι αυτου δια τον φοβον των ιουδαιων
13Οὐδεὶς μέντοι παρρησίᾳ ἐλάλει περὶ αὐτοῦ διὰ τὸν φόβον τῶν Ἰουδαίων.
14ηδη δε τησ εορτησ μεσουσησ ανεβη ο ιησουσ εισ το ιερον και εδιδασκεν
14Ἤδη δὲ τῆς ἑορτῆς μεσούσης, ἀνέβη ὁ Ἰησοῦς εἰς τὸ ἱερόν, καὶ ἐδίδασκε.
15και εθαυμαζον οι ιουδαιοι λεγοντεσ πωσ ουτοσ γραμματα οιδεν μη μεμαθηκωσ
15Καὶ ἐθαύμαζον οἱ Ἰουδαῖοι λέγοντες, Πῶς οὗτος γράμματα οἶδε, μὴ μεμαθηκώς;
16απεκριθη ουν αυτοισ ο ιησουσ και ειπεν η εμη διδαχη ουκ εστιν εμη αλλα του πεμψαντοσ με
16Ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς καὶ εἶπεν, Ἡ ἐμὴ διδαχὴ οὐκ ἔστιν ἐμή, ἀλλὰ τοῦ πέμψαντός με.
17εαν τισ θελη το θελημα αυτου ποιειν γνωσεται περι τησ διδαχησ ποτερον εκ του θεου εστιν η εγω απ εμαυτου λαλω
17Ἐάν τις θέλῃ τὸ θέλημα αὐτοῦ ποιεῖν, γνώσεται περὶ τῆς διδαχῆς, πότερον ἐκ τοῦ Θεοῦ ἐστιν, ἢ ἐγὼ ἀπ᾿ ἐμαυτοῦ λαλῶ.
18ο αφ εαυτου λαλων την δοξαν την ιδιαν ζητει ο δε ζητων την δοξαν του πεμψαντοσ αυτον ουτοσ αληθησ εστιν και αδικια εν αυτω ουκ εστιν
18Ὁ ἀφ᾿ ἑαυτοῦ λαλῶν, τὴν δόξαν τὴν ἰδίαν ζητεῖ· ὁ δὲ ζητῶν τὴν δόξαν τοῦ πέμψαντος αὐτόν, οὗτος ἀληθής ἐστι, καὶ ἀδικία ἐν αὐτῷ οὐκ ἔστιν.
19ου μωσησ δεδωκεν υμιν τον νομον και ουδεισ εξ υμων ποιει τον νομον τι με ζητειτε αποκτειναι
19Οὐ Μωσῆς δέδωκεν ὑμῖν τὸν νόμον, καὶ οὐδεὶς ἐξ ὑμῶν ποιεῖ τὸν νόμον; Τί με ζητεῖτε ἀποκτεῖναι;
20απεκριθη ο οχλοσ και ειπεν δαιμονιον εχεισ τισ σε ζητει αποκτειναι
20Ἀπεκρίθη ὁ ὄχλος καὶ εἶπε, Δαιμόνιον ἔχεις· τίς σε ζητεῖ ἀποκτεῖναι;
21απεκριθη ιησουσ και ειπεν αυτοισ εν εργον εποιησα και παντεσ θαυμαζετε
21Ἀπεκρίθη ὁ Ἰησοῦς καὶ εἶπεν αὐτοῖς, Ἓν ἔργον ἐποίησα, καὶ πάντες θαυμάζετε.
22δια τουτο μωσησ δεδωκεν υμιν την περιτομην ουχ οτι εκ του μωσεωσ εστιν αλλ εκ των πατερων και εν σαββατω περιτεμνετε ανθρωπον
22Διὰ τοῦτο Μωσῆς δέδωκεν ὑμῖν τὴν περιτομήν — οὐχ ὅτι ἐκ τοῦ Μωσέως ἐστίν, ἀλλ᾿ ἐκ τῶν πατέρων — καὶ ἐν σαββάτῳ περιτέμνετε ἄνθρωπον.
23ει περιτομην λαμβανει ανθρωποσ εν σαββατω ινα μη λυθη ο νομοσ μωσεωσ εμοι χολατε οτι ολον ανθρωπον υγιη εποιησα εν σαββατω
23Εἰ περιτομὴν λαμβάνει ἄνθρωπος ἐν σαββάτῳ, ἵνα μὴ λυθῇ ὁ νόμος Μωσέως, ἐμοὶ χολᾶτε ὅτι ὅλον ἄνθρωπον ὑγιῆ ἐποίησα ἐν σαββάτῳ;
24μη κρινετε κατ οψιν αλλα την δικαιαν κρισιν κρινατε
24Μὴ κρίνετε κατ᾿ ὄψιν, ἀλλὰ τὴν δικαίαν κρίσιν κρίνατε.
25ελεγον ουν τινεσ εκ των ιεροσολυμιτων ουχ ουτοσ εστιν ον ζητουσιν αποκτειναι
25Ἔλεγον οὖν τινες ἐκ τῶν Ἱεροσολυμιτῶν, Οὐχ οὗτός ἐστιν ὃν ζητοῦσιν ἀποκτεῖναι;
26και ιδε παρρησια λαλει και ουδεν αυτω λεγουσιν μηποτε αληθωσ εγνωσαν οι αρχοντεσ οτι ουτοσ εστιν αληθωσ ο χριστοσ
26Καὶ ἴδε παρρησίᾳ λαλεῖ, καὶ οὐδὲν αὐτῷ λέγουσι. Μήποτε ἀληθῶς ἔγνωσαν οἱ ἄρχοντες ὅτι οὗτός ἐστιν ἀληθῶς ὁ Χριστός;
27αλλα τουτον οιδαμεν ποθεν εστιν ο δε χριστοσ οταν ερχηται ουδεισ γινωσκει ποθεν εστιν
27Ἀλλὰ τοῦτον οἴδαμεν πόθεν ἐστίν· ὁ δὲ Χριστὸς ὅταν ἔρχηται, οὐδεὶς γινώσκει πόθεν ἐστίν.
28εκραξεν ουν εν τω ιερω διδασκων ο ιησουσ και λεγων καμε οιδατε και οιδατε ποθεν ειμι και απ εμαυτου ουκ εληλυθα αλλ εστιν αληθινοσ ο πεμψασ με ον υμεισ ουκ οιδατε
28Ἔκραξεν οὖν ἐν τῷ ἱερῷ διδάσκων ὁ Ἰησοῦς καὶ λέγων, Κἀμὲ οἴδατε, καὶ οἴδατε πόθεν εἰμί· καὶ ἀπ᾿ ἐμαυτοῦ οὐκ ἐλήλυθα, ἀλλ᾿ ἔστιν ἀληθινὸς ὁ πέμψας με, ὃν ὑμεῖς οὐκ οἴδατε.
29εγω οιδα αυτον οτι παρ αυτου ειμι κακεινοσ με απεστειλεν
29Ἐγὼ δὲ οἶδα αὐτόν, ὅτι παρ᾿ αὐτοῦ εἰμι, κἀκεῖνός με ἀπέστειλεν.
30εζητουν ουν αυτον πιασαι και ουδεισ επεβαλεν επ αυτον την χειρα οτι ουπω εληλυθει η ωρα αυτου
30Ἐζήτουν οὖν αὐτὸν πιάσαι. Καὶ οὐδεὶς ἐπέβαλεν ἐπ᾿ αὐτὸν τὴν χεῖρα, ὅτι οὔπω ἐληλύθει ἡ ὥρα αὐτοῦ.
31πολλοι δε εκ του οχλου επιστευσαν εισ αυτον και ελεγον οτι ο χριστοσ οταν ελθη μητι πλειονα σημεια τουτων ποιησει ων ουτοσ εποιησεν
31Πολλοὶ δὲ ἐκ τοῦ ὄχλου ἐπίστευσαν εἰς αὐτόν, καὶ ἔλεγον ὅτι Ὁ Χριστὸς ὅταν ἔλθῃ, μήτι πλείονα σημεῖα τούτων ποιήσει ὧν οὗτος ἐποίησεν;
32ηκουσαν οι φαρισαιοι του οχλου γογγυζοντοσ περι αυτου ταυτα και απεστειλαν υπηρετασ οι φαρισαιοι και οι αρχιερεισ ινα πιασωσιν αυτον
32Ἤκουσαν οἱ Φαρισαῖοι τοῦ ὄχλου γογγύζοντος περὶ αὐτοῦ ταῦτα· καὶ ἀπέστειλαν οἱ Φαρισαῖοι καὶ οἱ ἀρχιερεῖς ὑπηρέτας ἵνα πιάσωσιν αὐτόν.
33ειπεν ουν ο ιησουσ ετι μικρον χρονον μεθ υμων ειμι και υπαγω προσ τον πεμψαντα με
33Εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς, Ἔτι μικρὸν χρόνον μεθ᾿ ὑμῶν εἰμι, καὶ ὑπάγω πρὸς τὸν πέμψαντά με.
34ζητησετε με και ουχ ευρησετε και οπου ειμι εγω υμεισ ου δυνασθε ελθειν
34Ζητήσετέ με, καὶ οὐχ εὑρήσετε· καὶ ὅπου εἰμὶ ἐγώ, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν.
35ειπον ουν οι ιουδαιοι προσ εαυτουσ που ουτοσ μελλει πορευεσθαι οτι ημεισ ουχ ευρησομεν αυτον μη εισ την διασποραν των ελληνων μελλει πορευεσθαι και διδασκειν τουσ ελληνασ
35Εἶπον οὖν οἱ Ἰουδαῖοι πρὸς ἑαυτούς, Ποῦ οὗτος μέλλει πορεύεσθαι ὅτι ἡμεῖς οὐχ εὑρήσομεν αὐτόν; Μὴ εἰς τὴν διασπορὰν τῶν Ἑλλήνων μέλλει πορεύεσθαι, καὶ διδάσκειν τοὺς Ἕλληνας;
36τισ εστιν ουτοσ ο λογοσ ον ειπεν ζητησετε με και ουχ ευρησετε και οπου ειμι εγω υμεισ ου δυνασθε ελθειν
36Τίς ἐστιν οὗτος ὁ λόγος ὃν εἶπε, Ζητήσετέ με, καὶ οὐχ εὑρήσετε· καὶ ὅπου εἰμὶ ἐγώ, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν;
37εν δε τη εσχατη ημερα τη μεγαλη τησ εορτησ ειστηκει ο ιησουσ και εκραξεν λεγων εαν τισ διψα ερχεσθω προσ με και πινετω
37Ἐν δὲ τῇ ἐσχάτῃ ἡμέρᾳ τῇ μεγάλῃ τῆς ἑορτῆς εἱστήκει ὁ Ἰησοῦς καὶ ἔκραξε, λέγων, Ἐάν τις διψᾷ, ἐρχέσθω πρός με καὶ πινέτω.
38ο πιστευων εισ εμε καθωσ ειπεν η γραφη ποταμοι εκ τησ κοιλιασ αυτου ρευσουσιν υδατοσ ζωντοσ
38Ὁ πιστεύων εἰς ἐμέ, καθὼς εἶπεν ἡ γραφή, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος.
39τουτο δε ειπεν περι του πνευματοσ ου εμελλον λαμβανειν οι πιστευοντεσ εισ αυτον ουπω γαρ ην πνευμα αγιον οτι ιησουσ ουδεπω εδοξασθη
39Τοῦτο δὲ εἶπε περὶ τοῦ πνεύματος οὗ ἔμελλον λαμβάνειν οἱ πιστεύοντες εἰς αὐτόν· οὔπω γὰρ ἦν πνεῦμα ἅγιον, ὅτι ὁ Ἰησοῦς οὐδέπω ἐδοξάσθη.
40πολλοι ουν εκ του οχλου ακουσαντεσ τον λογον ελεγον ουτοσ εστιν αληθωσ ο προφητησ
40Πολλοὶ οὖν ἐκ τοῦ ὄχλου ἀκούσαντες τὸν λόγον ἔλεγον, Οὗτός ἐστιν ἀληθῶς ὁ προφήτης.
41αλλοι ελεγον ουτοσ εστιν ο χριστοσ αλλοι ελεγον μη γαρ εκ τησ γαλιλαιασ ο χριστοσ ερχεται
41Ἄλλοι ἔλεγον, Οὗτός ἐστιν ὁ Χριστός. Ἄλλοι δὲ ἔλεγον, Μὴ γὰρ ἐκ τῆς Γαλιλαίας ὁ Χριστὸς ἔρχεται;
42ουχι η γραφη ειπεν οτι εκ του σπερματοσ δαυιδ και απο βηθλεεμ τησ κωμησ οπου ην δαυιδ ο χριστοσ ερχεται
42Οὐχὶ ἡ γραφὴ εἶπεν ὅτι ἐκ τοῦ σπέρματος Δαβίδ, καὶ ἀπὸ Βηθλεέμ, τῆς κώμης ὅπου ἦν Δαβίδ, ὁ Χριστὸς ἔρχεται;
43σχισμα ουν εν τω οχλω εγενετο δι αυτον
43Σχίσμα οὖν ἐν τῷ ὄχλῳ ἐγένετο δι᾿ αὐτόν.
44τινεσ δε ηθελον εξ αυτων πιασαι αυτον αλλ ουδεισ επεβαλεν επ αυτον τασ χειρασ
44Τινὲς δὲ ἤθελον ἐξ αὐτῶν πιάσαι αὐτόν, ἀλλ᾿ οὐδεὶς ἐπέβαλεν ἐπ᾿ αὐτὸν τὰς χεῖρας.
45ηλθον ουν οι υπηρεται προσ τουσ αρχιερεισ και φαρισαιουσ και ειπον αυτοισ εκεινοι δια τι ουκ ηγαγετε αυτον
45Ἦλθον οὖν οἱ ὑπηρέται πρὸς τοὺς ἀρχιερεῖς καὶ Φαρισαίους· καὶ εἶπον αὐτοῖς ἐκεῖνοι, Διὰ τί οὐκ ἠγάγετε αὐτόν;
46απεκριθησαν οι υπηρεται ουδεποτε ουτωσ ελαλησεν ανθρωποσ ωσ ουτοσ ο ανθρωποσ
46Ἀπεκρίθησαν οἱ ὑπηρέται, Οὐδέποτε οὕτως ἐλάλησεν ἄνθρωπος, ὡς οὗτος ὁ ἄνθρωπος.
47απεκριθησαν ουν αυτοισ οι φαρισαιοι μη και υμεισ πεπλανησθε
47Ἀπεκρίθησαν οὖν αὐτοῖς οἱ Φαρισαῖοι, Μὴ καὶ ὑμεῖς πεπλάνησθε;
48μη τισ εκ των αρχοντων επιστευσεν εισ αυτον η εκ των φαρισαιων
48Μή τις ἐκ τῶν ἀρχόντων ἐπίστευσεν εἰς αὐτόν, ἢ ἐκ τῶν Φαρισαίων;
49αλλ ο οχλοσ ουτοσ ο μη γινωσκων τον νομον επικαταρατοι εισιν
49Ἀλλ᾿ ὁ ὄχλος οὗτος ὁ μὴ γινώσκων τὸν νόμον ἐπικατάρατοί εἰσι.
50λεγει νικοδημοσ προσ αυτουσ ο ελθων νυκτοσ προσ αυτον εισ ων εξ αυτων
50Λέγει Νικόδημος πρὸς αὐτούς — ὁ ἐλθὼν νυκτὸς πρὸς αὐτόν, εἷς ὢν ἐξ αὐτῶν —
51μη ο νομοσ ημων κρινει τον ανθρωπον εαν μη ακουση παρ αυτου προτερον και γνω τι ποιει
51Μὴ ὁ νόμος ἡμῶν κρίνει τὸν ἄνθρωπον, ἐὰν μὴ ἀκούσῃ παρ᾿ αὐτοῦ πρότερον καὶ γνῷ τί ποιεῖ;
52απεκριθησαν και ειπον αυτω μη και συ εκ τησ γαλιλαιασ ει ερευνησον και ιδε οτι προφητησ εκ τησ γαλιλαιασ ουκ εγηγερται
52Ἀπεκρίθησαν καὶ εἶπον αὐτῷ, Μὴ καὶ σὺ ἐκ τῆς Γαλιλαίας εἶ; Ἐρεύνησον καὶ ἴδε ὅτι προφήτης ἐκ τῆς Γαλιλαίας οὐκ ἐγήγερται.
53και επορευθη εκαστοσ εισ τον οικον αυτου
53Καὶ ἐπορεύθη ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ·
Tip: use the ← and → keys to turn chapters.