ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)Original language
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
Greek New Testament: Textus Receptus
1μη ταρασσεσθω υμων η καρδια πιστευετε εισ τον θεον και εισ εμε πιστευετε
1Μὴ ταρασσέσθω ὑμῶν ἡ καρδία· πιστεύετε εἰς τὸν Θεόν, καὶ εἰς ἐμὲ πιστεύετε.
2εν τη οικια του πατροσ μου μοναι πολλαι εισιν ει δε μη ειπον αν υμιν πορευομαι ετοιμασαι τοπον υμιν
2Ἐν τῇ οἰκίᾳ τοῦ πατρός μου μοναὶ πολλαί εἰσιν· εἰ δὲ μή, εἶπον ἂν ὑμῖν· Πορεύομαι ἑτοιμάσαι τόπον ὑμῖν.
3και εαν πορευθω ετοιμασω υμιν τοπον παλιν ερχομαι και παραληψομαι υμασ προσ εμαυτον ινα οπου ειμι εγω και υμεισ ητε
3Καὶ ἐὰν πορευθῶ καὶ ἑτοιμάσω ὑμῖν τόπον, πάλιν ἔρχομαι καὶ παραλήψομαι ὑμᾶς πρὸς ἐμαυτόν, ἵνα ὅπου εἰμὶ ἐγώ, καὶ ὑμεῖς ἦτε.
4και οπου εγω υπαγω οιδατε και την οδον οιδατε
4Καὶ ὅπου ἐγὼ ὑπάγω οἴδατε, καὶ τὴν ὁδὸν οἴδατε.
5λεγει αυτω θωμασ κυριε ουκ οιδαμεν που υπαγεισ και πωσ δυναμεθα την οδον ειδεναι
5Λέγει αὐτῷ Θωμᾶς, Κύριε, οὐκ οἴδαμεν ποῦ ὑπάγεις· καὶ πῶς δυνάμεθα τὴν ὁδὸν εἰδέναι;
6λεγει αυτω ο ιησουσ εγω ειμι η οδοσ και η αληθεια και η ζωη ουδεισ ερχεται προσ τον πατερα ει μη δι εμου
6Λέγει αὐτῷ ὁ Ἰησοῦς, Ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή· οὐδεὶς ἔρχεται πρὸς τὸν πατέρα, εἰ μὴ δι᾿ ἐμοῦ.
7ει εγνωκειτε με και τον πατερα μου εγνωκειτε αν και απ αρτι γινωσκετε αυτον και εωρακατε αυτον
7Εἰ ἐγνώκειτέ με, καὶ τὸν πατέρα μου ἐγνώκειτε ἄν· καὶ ἀπ᾿ ἄρτι γινώσκετε αὐτόν, καὶ ἑωράκατε αὐτόν.
8λεγει αυτω φιλιπποσ κυριε δειξον ημιν τον πατερα και αρκει ημιν
8Λέγει αὐτῷ Φίλιππος, Κύριε, δεῖξον ἡμῖν τὸν πατέρα, καὶ ἀρκεῖ ἡμῖν.
9λεγει αυτω ο ιησουσ τοσουτον χρονον μεθ υμων ειμι και ουκ εγνωκασ με φιλιππε ο εωρακωσ εμε εωρακεν τον πατερα και πωσ συ λεγεισ δειξον ημιν τον πατερα
9Λέγει αὐτῷ ὁ Ἰησοῦς, Τοσοῦτον χρόνον μεθ᾿ ὑμῶν εἰμι, καὶ οὐκ ἔγνωκάς με, Φίλιππε; Ὁ ἑωρακὼς ἐμέ, ἑώρακε τὸν πατέρα· καὶ πῶς σὺ λέγεις, Δεῖξον ἡμῖν τὸν πατέρα;
10ου πιστευεισ οτι εγω εν τω πατρι και ο πατηρ εν εμοι εστιν τα ρηματα α εγω λαλω υμιν απ εμαυτου ου λαλω ο δε πατηρ ο εν εμοι μενων αυτοσ ποιει τα εργα
10Οὐ πιστεύεις ὅτι ἐγὼ ἐν τῷ πατρί, καὶ ὁ πατὴρ ἐν ἐμοί ἐστι; Τὰ ῥήματα ἃ ἐγὼ λαλῶ ὑμῖν, ἀπ᾿ ἐμαυτοῦ οὐ λαλῶ· ὁ δὲ πατὴρ ὁ ἐν ἐμοὶ μένων, αὐτὸς ποιεῖ τὰ ἔργα.
11πιστευετε μοι οτι εγω εν τω πατρι και ο πατηρ εν εμοι ει δε μη δια τα εργα αυτα πιστευετε μοι
11Πιστεύετέ μοι ὅτι ἐγὼ ἐν τῷ πατρί, καὶ ὁ πατὴρ ἐν ἐμοί· εἰ δὲ μή, διὰ τὰ ἔργα αὐτὰ πιστεύετέ μοι.
12αμην αμην λεγω υμιν ο πιστευων εισ εμε τα εργα α εγω ποιω κακεινοσ ποιησει και μειζονα τουτων ποιησει οτι εγω προσ τον πατερα μου πορευομαι
12Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ πιστεύων εἰς ἐμέ, τὰ ἔργα ἃ ἐγὼ ποιῶ κἀκεῖνος ποιήσει, καὶ μείζονα τούτων ποιήσει· ὅτι ἐγὼ πρὸς τὸν πατέρα μου πορεύομαι.
13και ο τι αν αιτησητε εν τω ονοματι μου τουτο ποιησω ινα δοξασθη ο πατηρ εν τω υιω
13Καὶ ὅ τι ἂν αἰτήσητε ἐν τῷ ὀνόματί μου, τοῦτο ποιήσω, ἵνα δοξασθῇ ὁ πατὴρ ἐν τῷ υἱῷ.
14εαν τι αιτησητε με εν τω ονοματι μου εγω ποιησω
14Ἐάν τι αἰτήσητε ἐν τῷ ὀνόματί μου, ἐγὼ ποιήσω.
15εαν αγαπατε με τασ εντολασ τασ εμασ τηρησατε
15Ἐὰν ἀγαπᾶτέ με, τὰς ἐντολὰς τὰς ἐμὰς τηρήσατε.
16και εγω ερωτησω τον πατερα και αλλον παρακλητον δωσει υμιν ινα μενη μεθ υμων εισ τον αιωνα
16Καὶ ἐγὼ ἐρωτήσω τὸν πατέρα, καὶ ἄλλον παράκλητον δώσει ὑμῖν, ἵνα μένῃ μεθ᾿ ὑμῶν εἰς τὸν αἰῶνα,
17το πνευμα τησ αληθειασ ο ο κοσμοσ ου δυναται λαβειν οτι ου θεωρει αυτο ουδε γινωσκει αυτο υμεισ δε γινωσκετε αυτο οτι παρ υμιν μενει και εν υμιν εσται
17τὸ πνεῦμα τῆς ἀληθείας, ὃ ὁ κόσμος οὐ δύναται λαβεῖν, ὅτι οὐ θεωρεῖ αὐτό, οὐδὲ γινώσκει αὐτό. Ὑμεῖς δὲ γινώσκετε αὐτό, ὅτι παρ᾿ ὑμῖν μένει, καὶ ἐν ὑμῖν ἔσται.
18ουκ αφησω υμασ ορφανουσ ερχομαι προσ υμασ
18Οὐκ ἀφήσω ὑμᾶς ὀρφανούς· ἔρχομαι πρὸς ὑμᾶς.
19ετι μικρον και ο κοσμοσ με ουκετι θεωρει υμεισ δε θεωρειτε με οτι εγω ζω και υμεισ ζησεσθε
19Ἔτι μικρὸν καὶ ὁ κόσμος με οὐκέτι θεωρεῖ, ὑμεῖς δὲ θεωρεῖτέ με· ὅτι ἐγὼ ζῶ, καὶ ὑμεῖς ζήσεσθε.
20εν εκεινη τη ημερα γνωσεσθε υμεισ οτι εγω εν τω πατρι μου και υμεισ εν εμοι και εγω εν υμιν
20Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ γνώσεσθε ὑμεῖς ὅτι ἐγὼ ἐν τῷ πατρί μου, καὶ ὑμεῖς ἐν ἐμοί, κἀγὼ ἐν ὑμῖν.
21ο εχων τασ εντολασ μου και τηρων αυτασ εκεινοσ εστιν ο αγαπων με ο δε αγαπων με αγαπηθησεται υπο του πατροσ μου και εγω αγαπησω αυτον και εμφανισω αυτω εμαυτον
21Ὁ ἔχων τὰς ἐντολάς μου καὶ τηρῶν αὐτάς, ἐκεῖνός ἐστιν ὁ ἀγαπῶν με· ὁ δὲ ἀγαπῶν με, ἀγαπηθήσεται ὑπὸ τοῦ πατρός μου· καὶ ἐγὼ ἀγαπήσω αὐτόν, καὶ ἐμφανίσω αὐτῷ ἐμαυτόν.
22λεγει αυτω ιουδασ ουχ ο ισκαριωτησ κυριε και τι γεγονεν οτι ημιν μελλεισ εμφανιζειν σεαυτον και ουχι τω κοσμω
22Λέγει αὐτῷ Ἰούδας, οὐχ ὁ Ἰσκαριώτης, Κύριε, τί γέγονεν ὅτι ἡμῖν μέλλεις ἐμφανίζειν σεαυτόν, καὶ οὐχὶ τῷ κόσμῳ;
23απεκριθη ιησουσ και ειπεν αυτω εαν τισ αγαπα με τον λογον μου τηρησει και ο πατηρ μου αγαπησει αυτον και προσ αυτον ελευσομεθα και μονην παρ αυτω ποιησομεν
23Ἀπεκρίθη ὁ Ἰησοῦς καὶ εἶπεν αὐτῷ, Ἐάν τις ἀγαπᾷ με, τὸν λόγον μου τηρήσει, καὶ ὁ πατήρ μου ἀγαπήσει αὐτόν, καὶ πρὸς αὐτὸν ἐλευσόμεθα, καὶ μονὴν παρ᾿ αὐτῷ ποιήσομεν.
24ο μη αγαπων με τουσ λογουσ μου ου τηρει και ο λογοσ ον ακουετε ουκ εστιν εμοσ αλλα του πεμψαντοσ με πατροσ
24Ὁ μὴ ἀγαπῶν με, τοὺς λόγους μου οὐ τηρεῖ· καὶ ὁ λόγος ὃν ἀκούετε οὐκ ἔστιν ἐμός, ἀλλὰ τοῦ πέμψαντός με πατρός.
25ταυτα λελαληκα υμιν παρ υμιν μενων
25Ταῦτα λελάληκα ὑμῖν παρ᾿ ὑμῖν μένων.
26ο δε παρακλητοσ το πνευμα το αγιον ο πεμψει ο πατηρ εν τω ονοματι μου εκεινοσ υμασ διδαξει παντα και υπομνησει υμασ παντα α ειπον υμιν
26Ὁ δὲ παράκλητος, τὸ πνεῦμα τὸ ἅγιον, ὃ πέμψει ὁ πατὴρ ἐν τῷ ὀνόματί μου, ἐκεῖνος ὑμᾶς διδάξει πάντα, καὶ ὑπομνήσει ὑμᾶς πάντα ἃ εἶπον ὑμῖν.
27ειρηνην αφιημι υμιν ειρηνην την εμην διδωμι υμιν ου καθωσ ο κοσμοσ διδωσιν εγω διδωμι υμιν μη ταρασσεσθω υμων η καρδια μηδε δειλιατω
27Εἰρήνην ἀφίημι ὑμῖν, εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν· οὐ καθὼς ὁ κόσμος δίδωσιν, ἐγὼ δίδωμι ὑμῖν. Μὴ ταρασσέσθω ὑμῶν ἡ καρδία, μηδὲ δειλιάτω.
28ηκουσατε οτι εγω ειπον υμιν υπαγω και ερχομαι προσ υμασ ει ηγαπατε με εχαρητε αν οτι ειπον πορευομαι προσ τον πατερα οτι ο πατηρ μου μειζων μου εστιν
28Ἠκούσατε ὅτι ἐγὼ εἶπον ὑμῖν, Ὑπάγω καὶ ἔρχομαι πρὸς ὑμᾶς. Εἰ ἠγαπᾶτέ με, ἐχάρητε ἂν ὅτι εἶπον, Πορεύομαι πρὸς τὸν πατέρα· ὅτι ὁ πατήρ μου μείζων μού ἐστι.
29και νυν ειρηκα υμιν πριν γενεσθαι ινα οταν γενηται πιστευσητε
29Καὶ νῦν εἴρηκα ὑμῖν πρὶν γενέσθαι· ἵνα, ὅταν γένηται, πιστεύσητε.
30ουκετι πολλα λαλησω μεθ υμων ερχεται γαρ ο του κοσμου αρχων και εν εμοι ουκ εχει ουδεν
30Οὐκέτι πολλὰ λαλήσω μεθ᾿ ὑμῶν· ἔρχεται γὰρ ὁ τοῦ κόσμου τούτου ἄρχων, καὶ ἐν ἐμοὶ οὐκ ἔχει οὐδέν·
31αλλ ινα γνω ο κοσμοσ οτι αγαπω τον πατερα και καθωσ ενετειλατο μοι ο πατηρ ουτωσ ποιω εγειρεσθε αγωμεν εντευθεν
31ἀλλ᾿ ἵνα γνῷ ὁ κόσμος ὅτι ἀγαπῶ τὸν πατέρα, καὶ καθὼς ἐνετείλατό μοι ὁ πατήρ, οὕτω ποιῶ. Ἐγείρεσθε, ἄγωμεν ἐντεῦθεν.
Tip: use the ← and → keys to turn chapters.