ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)Original language
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
Greek New Testament: Textus Receptus
1προ δε τησ εορτησ του πασχα ειδωσ ο ιησουσ οτι εληλυθεν αυτου η ωρα ινα μεταβη εκ του κοσμου τουτου προσ τον πατερα αγαπησασ τουσ ιδιουσ τουσ εν τω κοσμω εισ τελοσ ηγαπησεν αυτουσ
1Πρὸ δὲ τῆς ἑορτῆς τοῦ Πάσχα, εἰδὼς ὁ Ἰησοῦς ὅτι ἐλήλυθεν αὐτοῦ ἡ ὥρα ἵνα μεταβῇ ἐκ τοῦ κόσμου τούτου πρὸς τὸν πατέρα, ἀγαπήσας τοὺς ἰδίους τοὺς ἐν τῷ κόσμῳ, εἰς τέλος ἠγάπησεν αὐτούς.
2και δειπνου γενομενου του διαβολου ηδη βεβληκοτοσ εισ την καρδιαν ιουδα σιμωνοσ ισκαριωτου ινα αυτον παραδω
2Καὶ δείπνου γενομένου, τοῦ διαβόλου ἤδη βεβληκότος εἰς τὴν καρδίαν Ἰούδα Σίμωνος Ἰσκαριώτου ἵνα αὐτὸν παραδῷ,
3ειδωσ ο ιησουσ οτι παντα δεδωκεν αυτω ο πατηρ εισ τασ χειρασ και οτι απο θεου εξηλθεν και προσ τον θεον υπαγει
3εἰδὼς ὁ Ἰησοῦς ὅτι πάντα δέδωκεν αὐτῷ ὁ πατὴρ εἰς τὰς χεῖρας, καὶ ὅτι ἀπὸ Θεοῦ ἐξῆλθε καὶ πρὸς τὸν Θεὸν ὑπάγει,
4εγειρεται εκ του δειπνου και τιθησιν τα ιματια και λαβων λεντιον διεζωσεν εαυτον
4ἐγείρεται ἐκ τοῦ δείπνου, καὶ τίθησι τὰ ἱμάτια, καὶ λαβὼν λέντιον διέζωσεν ἑαυτόν.
5ειτα βαλλει υδωρ εισ τον νιπτηρα και ηρξατο νιπτειν τουσ ποδασ των μαθητων και εκμασσειν τω λεντιω ω ην διεζωσμενοσ
5Εἶτα βάλλει ὕδωρ εἰς τὸν νιπτῆρα, καὶ ἤρξατο νίπτειν τοὺς πόδας τῶν μαθητῶν, καὶ ἐκμάσσειν τῷ λεντίῳ ᾧ ἦν διεζωσμένος.
6ερχεται ουν προσ σιμωνα πετρον και λεγει αυτω εκεινοσ κυριε συ μου νιπτεισ τουσ ποδασ
6Ἔρχεται οὖν πρὸς Σίμωνα Πέτρον· καὶ λέγει αὐτῷ ἐκεῖνος, Κύριε, σύ μου νίπτεις τοὺς πόδας;
7απεκριθη ιησουσ και ειπεν αυτω ο εγω ποιω συ ουκ οιδασ αρτι γνωση δε μετα ταυτα
7Ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ, Ὃ ἐγὼ ποιῶ, σὺ οὐκ οἶδας ἄρτι, γνώσῃ δὲ μετὰ ταῦτα.
8λεγει αυτω πετροσ ου μη νιψησ τουσ ποδασ μου εισ τον αιωνα απεκριθη αυτω ο ιησουσ εαν μη νιψω σε ουκ εχεισ μεροσ μετ εμου
8Λέγει αὐτῷ Πέτρος, Οὐ μὴ νίψῃς τοὺς πόδας μου εἰς τὸν αἰῶνα. Ἀπεκρίθη αὐτῷ ὁ Ἰησοῦς, Ἐὰν μὴ νίψω σε, οὐκ ἔχεις μέρος μετ᾿ ἐμοῦ.
9λεγει αυτω σιμων πετροσ κυριε μη τουσ ποδασ μου μονον αλλα και τασ χειρασ και την κεφαλην
9Λέγει αὐτῷ Σίμων Πέτρος, Κύριε, μὴ τοὺς πόδας μου μόνον, ἀλλὰ καὶ τὰς χεῖρας καὶ τὴν κεφαλήν.
10λεγει αυτω ο ιησουσ ο λελουμενοσ ου χρειαν εχει η τουσ ποδασ νιψασθαι αλλ εστιν καθαροσ ολοσ και υμεισ καθαροι εστε αλλ ουχι παντεσ
10Λέγει αὐτῷ ὁ Ἰησοῦς, Ὁ λελουμένος οὐ χρείαν ἔχει ἢ τοὺς πόδας νίψασθαι, ἀλλ᾿ ἔστι καθαρὸς ὅλος· καὶ ὑμεῖς καθαροί ἐστε, ἀλλ᾿ οὐχὶ πάντες.
11ηδει γαρ τον παραδιδοντα αυτον δια τουτο ειπεν ουχι παντεσ καθαροι εστε
11ᾜδει γὰρ τὸν παραδιδόντα αὐτόν· διὰ τοῦτο εἶπεν, Οὐχὶ πάντες καθαροί ἐστε.
12οτε ουν ενιψεν τουσ ποδασ αυτων και ελαβεν τα ιματια αυτου αναπεσων παλιν ειπεν αυτοισ γινωσκετε τι πεποιηκα υμιν
12Ὅτε οὖν ἔνιψε τοὺς πόδας αὐτῶν, καὶ ἔλαβε τὰ ἱμάτια αὐτοῦ, ἀναπεσὼν πάλιν, εἶπεν αὐτοῖς, Γινώσκετε τί πεποίηκα ὑμῖν;
13υμεισ φωνειτε με ο διδασκαλοσ και ο κυριοσ και καλωσ λεγετε ειμι γαρ
13Ὑμεῖς φωνεῖτέ με, Ὁ διδάσκαλος, καὶ Ὁ Κύριος· καὶ καλῶς λέγετε, εἰμὶ γάρ.
14ει ουν εγω ενιψα υμων τουσ ποδασ ο κυριοσ και ο διδασκαλοσ και υμεισ οφειλετε αλληλων νιπτειν τουσ ποδασ
14Εἰ οὖν ἐγὼ ἔνιψα ὑμῶν τοὺς πόδας, ὁ Κύριος καὶ ὁ διδάσκαλος, καὶ ὑμεῖς ὀφείλετε ἀλλήλων νίπτειν τοὺς πόδας.
15υποδειγμα γαρ εδωκα υμιν ινα καθωσ εγω εποιησα υμιν και υμεισ ποιητε
15Ὑπόδειγμα γὰρ ἔδωκα ὑμῖν, ἵνα καθὼς ἐγὼ ἐποίησα ὑμῖν, καὶ ὑμεῖς ποιῆτε.
16αμην αμην λεγω υμιν ουκ εστιν δουλοσ μειζων του κυριου αυτου ουδε αποστολοσ μειζων του πεμψαντοσ αυτον
16Ἀμὴν ἀμὴν λέγω ὑμῖν, Οὐκ ἔστι δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ, οὐδὲ ἀπόστολος μείζων τοῦ πέμψαντος αὐτόν.
17ει ταυτα οιδατε μακαριοι εστε εαν ποιητε αυτα
17Εἰ ταῦτα οἴδατε, μακάριοί ἐστε ἐὰν ποιῆτε αὐτά.
18ου περι παντων υμων λεγω εγω οιδα ουσ εξελεξαμην αλλ ινα η γραφη πληρωθη ο τρωγων μετ εμου τον αρτον επηρεν επ εμε την πτερναν αυτου
18Οὐ περὶ πάντων ὑμῶν λέγω· ἐγὼ οἶδα οὓς ἐξελεξάμην· ἀλλ᾿ ἵνα ἡ γραφὴ πληρωθῇ, Ὁ τρώγων μετ᾿ ἐμοῦ τὸν ἄρτον ἐπῆρεν ἐπ᾿ ἐμὲ τὴν πτέρναν αὐτοῦ.
19απ αρτι λεγω υμιν προ του γενεσθαι ινα οταν γενηται πιστευσητε οτι εγω ειμι
19Ἀπ᾿ ἄρτι λέγω ὑμῖν πρὸ τοῦ γενέσθαι, ἵνα, ὅταν γένηται, πιστεύσητε ὅτι ἐγώ εἰμι.
20αμην αμην λεγω υμιν ο λαμβανων εαν τινα πεμψω εμε λαμβανει ο δε εμε λαμβανων λαμβανει τον πεμψαντα με
20Ἀμὴν ἀμὴν λέγω ὑμῖν, Ὁ λαμβάνων ἐάν τινα πέμψω, ἐμὲ λαμβάνει· ὁ δὲ ἐμὲ λαμβάνων, λαμβάνει τὸν πέμψαντά με.
21ταυτα ειπων ο ιησουσ εταραχθη τω πνευματι και εμαρτυρησεν και ειπεν αμην αμην λεγω υμιν οτι εισ εξ υμων παραδωσει με
21Ταῦτα εἰπὼν ὁ Ἰησοῦς ἐταράχθη τῷ πνεύματι, καὶ ἐμαρτύρησε καὶ εἶπεν, Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με.
22εβλεπον ουν εισ αλληλουσ οι μαθηται απορουμενοι περι τινοσ λεγει
22Ἔβλεπον οὖν εἰς ἀλλήλους οἱ μαθηταί, ἀπορούμενοι περὶ τίνος λέγει.
23ην δε ανακειμενοσ εισ των μαθητων αυτου εν τω κολπω του ιησου ον ηγαπα ο ιησουσ
23Ἦν δὲ ἀνακείμενος εἷς τῶν μαθητῶν αὐτοῦ ἐν τῷ κόλπῳ τοῦ Ἰησοῦ, ὃν ἠγάπα ὁ Ἰησοῦς·
24νευει ουν τουτω σιμων πετροσ πυθεσθαι τισ αν ειη περι ου λεγει
24νεύει οὖν τούτῳ Σίμων Πέτρος πυθέσθαι τίς ἂν εἴη περὶ οὗ λέγει.
25επιπεσων δε εκεινοσ ουτωσ επι το στηθοσ του ιησου λεγει αυτω κυριε τισ εστιν
25Ἐπιπεσὼν δὲ ἐκεῖνος ἐπὶ τὸ στῆθος τοῦ Ἰησοῦ, λέγει αὐτῷ, Κύριε, τίς ἐστιν;
26αποκρινεται ο ιησουσ εκεινοσ εστιν ω εγω βαψασ το ψωμιον επιδωσω και εμβαψασ το ψωμιον διδωσιν ιουδα σιμωνοσ ισκαριωτη
26Ἀποκρίνεται ὁ Ἰησοῦς, Ἐκεῖνός ἐστιν ᾧ ἐγὼ βάψας τὸ ψωμίον ἐπιδώσω. Καὶ ἐμβάψας τὸ ψωμίον, δίδωσιν Ἰούδᾳ Σίμωνος Ἰσκαριώτῃ.
27και μετα το ψωμιον τοτε εισηλθεν εισ εκεινον ο σατανασ λεγει ουν αυτω ο ιησουσ ο ποιεισ ποιησον ταχιον
27Καὶ μετὰ τὸ ψωμίον, τότε εἰσῆλθεν εἰς ἐκεῖνον ὁ Σατανᾶς. Λέγει οὖν αὐτῷ ὁ Ἰησοῦς, Ὃ ποιεῖς, ποίησον τάχιον.
28τουτο δε ουδεισ εγνω των ανακειμενων προσ τι ειπεν αυτω
28Τοῦτο δὲ οὐδεὶς ἔγνω τῶν ἀνακειμένων πρὸς τί εἶπεν αὐτῷ.
29τινεσ γαρ εδοκουν επει το γλωσσοκομον ειχεν ο ιουδασ οτι λεγει αυτω ο ιησουσ αγορασον ων χρειαν εχομεν εισ την εορτην η τοισ πτωχοισ ινα τι δω
29Τινὲς γὰρ ἐδόκουν, ἐπεὶ τὸ γλωσσόκομον εἶχεν ὁ Ἰούδας, ὅτι λέγει αὐτῷ ὁ Ἰησοῦς, Ἀγόρασον ὧν χρείαν ἔχομεν εἰς τὴν ἑορτήν· ἢ τοῖς πτωχοῖς ἵνα τι δῷ.
30λαβων ουν το ψωμιον εκεινοσ ευθεωσ εξηλθεν ην δε νυξ
30Λαβὼν οὖν τὸ ψωμίον ἐκεῖνος, εὐθέως ἐξῆλθεν· ἦν δὲ νύξ.
31οτε εξηλθεν λεγει ο ιησουσ νυν εδοξασθη ο υιοσ του ανθρωπου και ο θεοσ εδοξασθη εν αυτω
31Ὅτε οὖν ἐξῆλθε, λέγει ὁ Ἰησοῦς, Νῦν ἐδοξάσθη ὁ υἱὸς τοῦ ἀνθρώπου, καὶ ὁ Θεὸς ἐδοξάσθη ἐν αὐτῷ.
32ει ο θεοσ εδοξασθη εν αυτω και ο θεοσ δοξασει αυτον εν εαυτω και ευθυσ δοξασει αυτον
32Εἰ ὁ Θεὸς ἐδοξάσθη ἐν αὐτῷ, καὶ ὁ Θεὸς δοξάσει αὐτὸν ἐν ἑαυτῷ, καὶ εὐθὺς δοξάσει αὐτόν.
33τεκνια ετι μικρον μεθ υμων ειμι ζητησετε με και καθωσ ειπον τοισ ιουδαιοισ οτι οπου υπαγω εγω υμεισ ου δυνασθε ελθειν και υμιν λεγω αρτι
33Τεκνία, ἔτι μικρὸν μεθ᾿ ὑμῶν εἰμι. Ζητήσετέ με, καὶ καθὼς εἶπον τοῖς Ἰουδαίοις ὅτι Ὅπου ὑπάγω ἐγώ, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν, καὶ ὑμῖν λέγω ἄρτι.
34εντολην καινην διδωμι υμιν ινα αγαπατε αλληλουσ καθωσ ηγαπησα υμασ ινα και υμεισ αγαπατε αλληλουσ
34Ἐντολὴν καινὴν δίδωμι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους· καθὼς ἠγάπησα ὑμᾶς, ἵνα καὶ ὑμεῖς ἀγαπᾶτε ἀλλήλους.
35εν τουτω γνωσονται παντεσ οτι εμοι μαθηται εστε εαν αγαπην εχητε εν αλληλοισ
35Ἐν τούτῳ γνώσονται πάντες ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγάπην ἔχητε ἐν ἀλλήλοις.
36λεγει αυτω σιμων πετροσ κυριε που υπαγεισ απεκριθη αυτω ο ιησουσ οπου υπαγω ου δυνασαι μοι νυν ακολουθησαι υστερον δε ακολουθησεισ μοι
36Λέγει αὐτῷ Σίμων Πέτρος, Κύριε, ποῦ ὑπάγεις; Ἀπεκρίθη αὐτῷ ὁ Ἰησοῦς, Ὅπου ὑπάγω, οὐ δύνασαί μοι νῦν ἀκολουθῆσαι, ὕστερον δὲ ἀκολουθήσεις μοι.
37λεγει αυτω πετροσ κυριε δια τι ου δυναμαι σοι ακολουθησαι αρτι την ψυχην μου υπερ σου θησω
37Λέγει αὐτῷ ὁ Πέτρος, Κύριε, διὰ τί οὐ δύναμαί σοι ἀκολουθῆσαι ἄρτι; Τὴν ψυχήν μου ὑπὲρ σοῦ θήσω.
38απεκριθη αυτω ο ιησουσ την ψυχην σου υπερ εμου θησεισ αμην αμην λεγω σοι ου μη αλεκτωρ φωνηση εωσ ου απαρνηση με τρισ
38Ἀπεκρίθη αὐτῷ ὁ Ἰησοῦς, Τὴν ψυχήν σου ὑπὲρ ἐμοῦ θήσεις; Ἀμὴν ἀμὴν λέγω σοι, οὐ μὴ ἀλέκτωρ φωνήσει ἕως οὗ ἀπαρνήσῃ με τρίς.
Tip: use the ← and → keys to turn chapters.