ΚΑΤΑ ΙΩΑΝΝΗΝ 18
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)Original language
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
Greek New Testament: Textus Receptus
1ταυτα ειπων ο ιησουσ εξηλθεν συν τοισ μαθηταισ αυτου περαν του χειμαρρου των κεδρων οπου ην κηποσ εισ ον εισηλθεν αυτοσ και οι μαθηται αυτου
1Ταῦτα εἰπὼν ὁ Ἰησοῦς ἐξῆλθε σὺν τοῖς μαθηταῖς αὐτοῦ πέραν τοῦ χειμάρρου τῶν Κέδρων, ὅπου ἦν κῆπος, εἰς ὃν εἰσῆλθεν αὐτὸς καὶ οἱ μαθηταὶ αὐτοῦ.
2ηδει δε και ιουδασ ο παραδιδουσ αυτον τον τοπον οτι πολλακισ συνηχθη ο ιησουσ εκει μετα των μαθητων αυτου
2ᾜδει δὲ καὶ Ἰούδας, ὁ παραδιδοὺς αὐτόν, τὸν τόπον· ὅτι πολλάκις συνήχθη ὁ Ἰησοῦς ἐκεῖ μετὰ τῶν μαθητῶν αὐτοῦ.
3ο ουν ιουδασ λαβων την σπειραν και εκ των αρχιερεων και φαρισαιων υπηρετασ ερχεται εκει μετα φανων και λαμπαδων και οπλων
3Ὁ οὖν Ἰούδας, λαβὼν τὴν σπεῖραν, καὶ ἐκ τῶν ἀρχιερέων καὶ Φαρισαίων ὑπηρέτας, ἔρχεται ἐκεῖ μετὰ φανῶν καὶ λαμπάδων καὶ ὅπλων.
4ιησουσ ουν ειδωσ παντα τα ερχομενα επ αυτον εξελθων ειπεν αυτοισ τινα ζητειτε
4Ἰησοῦς οὖν, εἰδὼς πάντα τὰ ἐρχόμενα ἐπ᾿ αὐτόν, ἐξελθὼν εἶπεν αὐτοῖς, Τίνα ζητεῖτε;
5απεκριθησαν αυτω ιησουν τον ναζωραιον λεγει αυτοισ ο ιησουσ εγω ειμι ειστηκει δε και ιουδασ ο παραδιδουσ αυτον μετ αυτων
5Ἀπεκρίθησαν αὐτῷ, Ἰησοῦν τὸν Ναζωραῖον. Λέγει αὐτοῖς ὁ Ἰησοῦς, Ἐγώ εἰμι. Εἱστήκει δὲ καὶ Ἰούδας ὁ παραδιδοὺς αὐτὸν μετ᾿ αὐτῶν.
6ωσ ουν ειπεν αυτοισ οτι εγω ειμι απηλθον εισ τα οπισω και επεσον χαμαι
6Ὡς οὖν εἶπεν αὐτοῖς ὅτι Ἐγώ εἰμι, ἀπῆλθον εἰς τὰ ὀπίσω, καὶ ἔπεσον χαμαί.
7παλιν ουν αυτουσ επηρωτησεν τινα ζητειτε οι δε ειπον ιησουν τον ναζωραιον
7Πάλιν οὖν αὐτοὺς ἐπηρώτησε, Τίνα ζητεῖτε; Οἱ δὲ εἶπον, Ἰησοῦν τὸν Ναζωραῖον.
8απεκριθη ιησουσ ειπον υμιν οτι εγω ειμι ει ουν εμε ζητειτε αφετε τουτουσ υπαγειν
8Ἀπεκρίθη ὁ Ἰησοῦς, Εἶπον ὑμῖν ὅτι ἐγώ εἰμι· εἰ οὖν ἐμὲ ζητεῖτε, ἄφετε τούτους ὑπάγειν·
9ινα πληρωθη ο λογοσ ον ειπεν οτι ουσ δεδωκασ μοι ουκ απωλεσα εξ αυτων ουδενα
9ἵνα πληρωθῇ ὁ λόγος ὃν εἶπεν ὅτι Οὓς δέδωκάς μοι, οὐκ ἀπώλεσα ἐξ αὐτῶν οὐδένα.
10σιμων ουν πετροσ εχων μαχαιραν ειλκυσεν αυτην και επαισεν τον του αρχιερεωσ δουλον και απεκοψεν αυτου το ωτιον το δεξιον ην δε ονομα τω δουλω μαλχοσ
10Σίμων οὖν Πέτρος ἔχων μάχαιραν εἵλκυσεν αὐτήν, καὶ ἔπαισε τὸν τοῦ ἀρχιερέως δοῦλον, καὶ ἀπέκοψεν αὐτοῦ τὸ ὠτίον τὸ δεξιόν. Ἦν δὲ ὄνομα τῷ δούλῳ Μάλχος.
11ειπεν ουν ο ιησουσ τω πετρω βαλε την μαχαιραν εισ την θηκην το ποτηριον ο δεδωκεν μοι ο πατηρ ου μη πιω αυτο
11Εἶπεν οὖν ὁ Ἰησοῦς τῷ Πέτρῳ, Βάλε τὴν μάχαιράν σου εἰς τὴν θήκην· τὸ ποτήριον ὃ δέδωκέ μοι ὁ πατήρ, οὐ μὴ πίω αὐτό;
12η ουν σπειρα και ο χιλιαρχοσ και οι υπηρεται των ιουδαιων συνελαβον τον ιησουν και εδησαν αυτον
12Ἡ οὖν σπεῖρα καὶ ὁ χιλίαρχος καὶ οἱ ὑπηρέται τῶν Ἰουδαίων συνέλαβον τὸν Ἰησοῦν, καὶ ἔδησαν αὐτόν,
13και απηγαγον αυτον προσ ανναν πρωτον ην γαρ πενθεροσ του καιαφα οσ ην αρχιερευσ του ενιαυτου εκεινου
13καὶ ἀπήγαγον αὐτὸν πρὸς Ἄνναν πρῶτον· ἦν γὰρ πενθερὸς τοῦ Καϊάφα, ὃς ἦν ἀρχιερεὺς τοῦ ἐνιαυτοῦ ἐκείνου.
14ην δε καιαφασ ο συμβουλευσασ τοισ ιουδαιοισ οτι συμφερει ενα ανθρωπον απολεσθαι υπερ του λαου
14Ἦν δὲ Καϊάφας ὁ συμβουλεύσας τοῖς Ἰουδαίοις, ὅτι συμφέρει ἕνα ἄνθρωπον ἀπολέσθαι ὑπὲρ τοῦ λαοῦ.
15ηκολουθει δε τω ιησου σιμων πετροσ και ο αλλοσ μαθητησ ο δε μαθητησ εκεινοσ ην γνωστοσ τω αρχιερει και συνεισηλθεν τω ιησου εισ την αυλην του αρχιερεωσ
15Ἠκολούθει δὲ τῷ Ἰησοῦ Σίμων Πέτρος, καὶ ὁ ἄλλος μαθητής. Ὁ δὲ μαθητὴς ἐκεῖνος ἦν γνωστὸς τῷ ἀρχιερεῖ, καὶ συνεισῆλθε τῷ Ἰησοῦ εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως·
16ο δε πετροσ ειστηκει προσ τη θυρα εξω εξηλθεν ουν ο μαθητησ ο αλλοσ οσ ην γνωστοσ τω αρχιερει και ειπεν τη θυρωρω και εισηγαγεν τον πετρον
16ὁ δὲ Πέτρος εἱστήκει πρὸς τῇ θύρᾳ ἔξω. Ἐξῆλθεν οὖν ὁ μαθητὴς ὁ ἄλλος ὃς ἦν γνωστὸς τῷ ἀρχιερεῖ, καὶ εἶπε τῇ θυρωρῷ, καὶ εἰσήγαγε τὸν Πέτρον.
17λεγει ουν η παιδισκη η θυρωροσ τω πετρω μη και συ εκ των μαθητων ει του ανθρωπου τουτου λεγει εκεινοσ ουκ ειμι
17Λέγει οὖν ἡ παιδίσκη ἡ θυρωρὸς τῷ Πέτρῳ, Μὴ καὶ σὺ ἐκ τῶν μαθητῶν εἶ τοῦ ἀνθρώπου τούτου; Λέγει ἐκεῖνος, Οὐκ εἰμί.
18ειστηκεισαν δε οι δουλοι και οι υπηρεται ανθρακιαν πεποιηκοτεσ οτι ψυχοσ ην και εθερμαινοντο ην δε μετ αυτων ο πετροσ εστωσ και θερμαινομενοσ
18Εἱστήκεισαν δὲ οἱ δοῦλοι καὶ οἱ ὑπηρέται ἀνθρακιὰν πεποιηκότες, ὅτι ψύχος ἦν, καὶ ἐθερμαίνοντο· ἦν δὲ μετ᾿ αὐτῶν ὁ Πέτρος ἑστὼς καὶ θερμαινόμενος.
19ο ουν αρχιερευσ ηρωτησεν τον ιησουν περι των μαθητων αυτου και περι τησ διδαχησ αυτου
19Ὁ οὖν ἀρχιερεὺς ἠρώτησε τὸν Ἰησοῦν περὶ τῶν μαθητῶν αὐτοῦ, καὶ περὶ τῆς διδαχῆς αὐτοῦ.
20απεκριθη αυτω ο ιησουσ εγω παρρησια ελαλησα τω κοσμω εγω παντοτε εδιδαξα εν συναγωγη και εν τω ιερω οπου παντοτε οι ιουδαιοι συνερχονται και εν κρυπτω ελαλησα ουδεν
20Ἀπεκρίθη αὐτῷ ὁ Ἰησοῦς, Ἐγὼ παρρησίᾳ ἐλάλησα τῷ κόσμῳ· ἐγὼ πάντοτε ἐδίδαξα ἐν τῇ συναγωγῇ καὶ ἐν τῷ ἱερῷ, ὅπου πάντοτε οἱ Ἰουδαῖοι συνέρχονται, καὶ ἐν κρυπτῷ ἐλάλησα οὐδέν.
21τι με επερωτασ επερωτησον τουσ ακηκοοτασ τι ελαλησα αυτοισ ιδε ουτοι οιδασιν α ειπον εγω
21Τί με ἐπερωτᾷς; Ἐπερώτησον τοὺς ἀκηκοότας, τί ἐλάλησα αὐτοῖς· ἴδε, οὗτοι οἴδασιν ἃ εἶπον ἐγώ.
22ταυτα δε αυτου ειποντοσ εισ των υπηρετων παρεστηκωσ εδωκεν ραπισμα τω ιησου ειπων ουτωσ αποκρινη τω αρχιερει
22Ταῦτα δὲ αὐτοῦ εἰπόντος, εἷς τῶν ὑπηρετῶν παρεστηκὼς ἔδωκε ῥάπισμα τῷ Ἰησοῦ, εἰπών, Οὕτως ἀποκρίνῃ τῷ ἀρχιερεῖ;
23απεκριθη αυτω ο ιησουσ ει κακωσ ελαλησα μαρτυρησον περι του κακου ει δε καλωσ τι με δερεισ
23Ἀπεκρίθη αὐτῷ ὁ Ἰησοῦς, Εἰ κακῶς ἐλάλησα, μαρτύρησον περὶ τοῦ κακοῦ· εἰ δὲ καλῶς, τί με δέρεις;
24απεστειλεν αυτον ο αννασ δεδεμενον προσ καιαφαν τον αρχιερεα
24Ἀπέστειλεν οὖν αὐτὸν ὁ Ἄννας δεδεμένον πρὸς Καϊάφαν τὸν ἀρχιερέα.
25ην δε σιμων πετροσ εστωσ και θερμαινομενοσ ειπον ουν αυτω μη και συ εκ των μαθητων αυτου ει ηρνησατο ουν εκεινοσ και ειπεν ουκ ειμι
25Ἦν δὲ Σίμων Πέτρος ἑστὼς καὶ θερμαινόμενος· εἶπον οὖν αὐτῷ, Μὴ καὶ σὺ ἐκ τῶν μαθητῶν αὐτοῦ εἶ; Ἠρνήσατο ἐκεῖνος, καὶ εἶπεν, Οὐκ εἰμί.
26λεγει εισ εκ των δουλων του αρχιερεωσ συγγενησ ων ου απεκοψεν πετροσ το ωτιον ουκ εγω σε ειδον εν τω κηπω μετ αυτου
26Λέγει εἷς ἐκ τῶν δούλων τοῦ ἀρχιερέως, συγγενὴς ὢν οὗ ἀπέκοψε Πέτρος τὸ ὠτίον, Οὐκ ἐγώ σε εἶδον ἐν τῷ κήπῳ μετ᾿ αὐτοῦ;
27παλιν ουν ηρνησατο ο πετροσ και ευθεωσ αλεκτωρ εφωνησεν
27Πάλιν οὖν ἠρνήσατο ὁ Πέτρος, καὶ εὐθέως ἀλέκτωρ ἐφώνησεν.
28αγουσιν ουν τον ιησουν απο του καιαφα εισ το πραιτωριον ην δε πρωι και αυτοι ουκ εισηλθον εισ το πραιτωριον ινα μη μιανθωσιν αλλ ινα φαγωσιν το πασχα
28Ἄγουσιν οὖν τὸν Ἰησοῦν ἀπὸ τοῦ Καϊάφα εἰς τὸ πραιτώριον· ἦν δὲ πρωΐα, καὶ αὐτοὶ οὐκ εἰσῆλθον εἰς τὸ πραιτώριον, ἵνα μὴ μιανθῶσιν, ἀλλ᾿ ἵνα φάγωσι τὸ Πάσχα.
29εξηλθεν ουν ο πιλατοσ προσ αυτουσ και ειπεν τινα κατηγοριαν φερετε κατα του ανθρωπου τουτου
29Ἐξῆλθεν οὖν ὁ Πιλάτος πρὸς αὐτούς, καὶ εἶπε, Τίνα κατηγορίαν φέρετε κατὰ τοῦ ἀνθρώπου τούτου;
30απεκριθησαν και ειπον αυτω ει μη ην ουτοσ κακοποιοσ ουκ αν σοι παρεδωκαμεν αυτον
30Ἀπεκρίθησαν καὶ εἶπον αὐτῷ, Εἰ μὴ ἦν οὗτος κακοποιός, οὐκ ἄν σοι παρεδώκαμεν αὐτόν.
31ειπεν ουν αυτοισ ο πιλατοσ λαβετε αυτον υμεισ και κατα τον νομον υμων κρινατε αυτον ειπον ουν αυτω οι ιουδαιοι ημιν ουκ εξεστιν αποκτειναι ουδενα
31Εἶπεν οὖν αὐτοῖς ὁ Πιλάτος, Λάβετε αὐτὸν ὑμεῖς, καὶ κατὰ τὸν νόμον ὑμῶν κρίνατε αὐτόν. Εἶπον οὖν αὐτῷ οἱ Ἰουδαῖοι, Ἡμῖν οὐκ ἔξεστιν ἀποκτεῖναι οὐδένα·
32ινα ο λογοσ του ιησου πληρωθη ον ειπεν σημαινων ποιω θανατω εμελλεν αποθνησκειν
32ἵνα ὁ λόγος τοῦ Ἰησοῦ πληρωθῇ, ὃν εἶπε, σημαίνων ποίῳ θανάτῳ ἤμελλεν ἀποθνῄσκειν.
33εισηλθεν ουν εισ το πραιτωριον παλιν ο πιλατοσ και εφωνησεν τον ιησουν και ειπεν αυτω συ ει ο βασιλευσ των ιουδαιων
33Εἰσῆλθεν οὖν εἰς τὸ πραιτώριον πάλιν ὁ Πιλάτος, καὶ ἐφώνησε τὸν Ἰησοῦν, καὶ εἶπεν αὐτῷ, Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων;
34απεκριθη αυτω ο ιησουσ αφ εαυτου συ τουτο λεγεισ η αλλοι σοι ειπον περι εμου
34Ἀπεκρίθη αὐτῷ ὁ Ἰησοῦς, Ἀφ᾿ ἑαυτοῦ σὺ τοῦτο λέγεις, ἢ ἄλλοι σοι εἶπον περὶ ἐμοῦ;
35απεκριθη ο πιλατοσ μητι εγω ιουδαιοσ ειμι το εθνοσ το σον και οι αρχιερεισ παρεδωκαν σε εμοι τι εποιησασ
35Ἀπεκρίθη ὁ Πιλάτος, Μήτι ἐγὼ Ἰουδαῖός εἰμι; Τὸ ἔθνος τὸ σὸν καὶ οἱ ἀρχιερεῖς παρέδωκάν σε ἐμοί· τί ἐποίησας;
36απεκριθη ιησουσ η βασιλεια η εμη ουκ εστιν εκ του κοσμου τουτου ει εκ του κοσμου τουτου ην η βασιλεια η εμη οι υπηρεται αν οι εμοι ηγωνιζοντο ινα μη παραδοθω τοισ ιουδαιοισ νυν δε η βασιλεια η εμη ουκ εστιν εντευθεν
36Ἀπεκρίθη ὁ Ἰησοῦς, Ἡ βασιλεία ἡ ἐμὴ οὐκ ἔστιν ἐκ τοῦ κόσμου τούτου· εἰ ἐκ τοῦ κόσμου τούτου ἦν ἡ βασιλεία ἡ ἐμή, οἱ ὑπηρέται ἂν οἱ ἐμοὶ ἠγωνίζοντο, ἵνα μὴ παραδοθῶ τοῖς Ἰουδαίοις· νῦν δὲ ἡ βασιλεία ἡ ἐμὴ οὐκ ἔστιν ἐντεῦθεν.
37ειπεν ουν αυτω ο πιλατοσ ουκουν βασιλευσ ει συ απεκριθη ιησουσ συ λεγεισ οτι βασιλευσ ειμι εγω εγω εισ τουτο γεγεννημαι και εισ τουτο εληλυθα εισ τον κοσμον ινα μαρτυρησω τη αληθεια πασ ο ων εκ τησ αληθειασ ακουει μου τησ φωνησ
37Εἶπεν οὖν αὐτῷ ὁ Πιλάτος, Οὐκοῦν βασιλεὺς εἶ σύ; Ἀπεκρίθη ὁ Ἰησοῦς, Σὺ λέγεις, ὅτι βασιλεύς εἰμι ἐγώ. Ἐγὼ εἰς τοῦτο γεγέννημαι, καὶ εἰς τοῦτο ἐλήλυθα εἰς τὸν κόσμον, ἵνα μαρτυρήσω τῇ ἀληθείᾳ. Πᾶς ὁ ὢν ἐκ τῆς ἀληθείας ἀκούει μου τῆς φωνῆς.
38λεγει αυτω ο πιλατοσ τι εστιν αληθεια και τουτο ειπων παλιν εξηλθεν προσ τουσ ιουδαιουσ και λεγει αυτοισ εγω ουδεμιαν αιτιαν ευρισκω εν αυτω
38Λέγει αὐτῷ ὁ Πιλάτος, Τί ἐστιν ἀλήθεια; Καὶ τοῦτο εἰπών, πάλιν ἐξῆλθε πρὸς τοὺς Ἰουδαίους, καὶ λέγει αὐτοῖς, Ἐγὼ οὐδεμίαν αἰτίαν εὑρίσκω ἐν αὐτῷ.
39εστιν δε συνηθεια υμιν ινα ενα υμιν απολυσω εν τω πασχα βουλεσθε ουν υμιν απολυσω τον βασιλεα των ιουδαιων
39Ἔστι δὲ συνήθεια ὑμῖν, ἵνα ἕνα ὑμῖν ἀπολύσω ἐν τῷ Πάσχα· βούλεσθε οὖν ὑμῖν ἀπολύσω τὸν βασιλέα τῶν Ἰουδαίων;
40εκραυγασαν ουν παλιν παντεσ λεγοντεσ μη τουτον αλλα τον βαραββαν ην δε ο βαραββασ ληστησ
40Ἐκραύγασαν οὖν πάλιν πάντες, λέγοντες, Μὴ τοῦτον, ἀλλὰ τὸν Βαραββᾶν· ἦν δὲ ὁ Βαραββᾶς λῃστής.
Tip: use the ← and → keys to turn chapters.