ΙΩΒ
Chapter 13
Septuagint (Greek Old Te…
vs Freedom Bible (フリー…
Aa
Text size
Line width
Verse numbers
Septuagint (Greek Old Testament), second edition
Freedom Bible (フリーダム・バイブル)
1ΙΔΟΥ ταῦτα ἑώρακέ μου ὁ ὀφθαλμὸς καὶ ἀκήκοέ μου τὸ οὖς·
1見よ、私の目はこれらすべてを見た。 私の耳はそれを聞き、理解した。
2καὶ οἶδα ὅσα καὶ ὑμεῖς ἐπίστασθε, καὶ οὐκ ἀσυνετώτερός εἰμι ὑμῶν.
2あなたがたが知っていることを、私もまた知っている。 私はあなたがたに劣ってはいない。
3οὐ μὴν δὲ ἀλλ᾿ ἐγὼ πρὸς Κύριον λαλήσω, ἐλέγξω δὲ ἐναντίον αὐτοῦ ἐὰν βούληται.
3まことに、私は全能者に語りたい。 私は神と論じたい。
4ὑμεῖς δέ ἐστε ἰατροὶ ἄδικοι καὶ ἰαταὶ κακῶν πάντες.
4しかし、あなたがたは偽りを塗り固める者たちだ。 あなたがたは皆、無価値な医者だ。
5εἴη δὲ ὑμῖν κωφεῦσαι, καὶ ἀποβήσεται ὑμῖν εἰς σοφίαν.
5ああ、あなたがたが完全に黙っていてくれたらよいのに。 それこそ、あなたがたの知恵となるだろう。
6ἀκούσατε ἔλεγχον τοῦ στόματός μου, κρίσιν δὲ χειλέων μου προσέχετε.
6さあ、私の論証を聞け。 私の唇の訴えに耳を傾けよ。
7πότερον οὐκ ἔναντι Κυρίου λαλεῖτε, ἔναντι δὲ αὐτοῦ φθέγγεσθε δόλον;
7あなたがたは神のために不義を語り、 神のために欺きを語るのか。
8ἦ ὑποστελεῖσθε; ὑμεῖς δὲ αὐτοὶ κριταὶ γίνεσθε.
8あなたがたは神をえこひいきするのか。 あなたがたは神のために争うのか。
9καλόν γε, ἐὰν ἐξιχνιάσῃ ὑμᾶς· εἰ γὰρ τὰ πάντα ποιοῦντες προστεθήσεσθε αὐτῷ,
9神に探り出されても、無事で済むと思うか。 あるいは、人が人を欺くように、あなたがたは神を欺くのか。
10οὐθὲν ἧττον ἐλέγξει ὑμᾶς· εἰ δὲ καὶ κρυφῇ πρόσωπα θαυμάσεσθε,
10もしあなたがたがひそかにえこひいきをするなら、 神は必ずあなたがたを責められる。
11πότερον οὐχὶ δεινὰ αὐτοῦ στροβήσει ὑμᾶς, φόβος δὲ παρ᾿ αὐτοῦ ἐπιπεσεῖται ὑμῖν;
11神の威光はあなたがたを恐れさせないか。 その畏怖があなたがたの上に降りかからないか。
12ἀποβήσεται δὲ ὑμῶν τὸ γαυρίαμα ἴσα σποδῷ, τὸ δὲ σῶμα πήλινον.
12あなたがたの格言は灰のことば、 その弁護は土の砦にすぎない。
13κωφεύσατε, ἵνα λαλήσω καὶ ἀναπαύσωμαι θυμοῦ
13黙れ。 私を放っておけ。私に語らせよ。 どんなことが私に降りかかってもよい。
14ἀναλαβὼν τὰς σάρκας μου τοῖς ὀδοῦσι, ψυχὴν δέ μου θήσω ἐν χειρί.
14なぜ私は自分の肉を歯にくわえ、 命を手に置くのか。
15ἐάν με χειρώσηται ὁ δυνάστης, ἐπεὶ καὶ ἦρκται, ἦ μὴν λαλήσω καὶ ἐλέγξω ἐναντίον αὐτοῦ·
15見よ、神は私を殺す。 私には望みがない。 それでも私は御前で自分の道を弁明する。
16καὶ τοῦτό μοι ἀποβήσεται εἰς σωτηρίαν, οὐ γὰρ ἐναντίον αὐτοῦ δόλος εἰσελεύσεται.
16これこそ私の救いとなる。 神を敬わない者は御前に出られないからだ。
17ἀκούσατε ἀκούσατε τὰ ρήματά μου, ἀναγγελῶ γὰρ ὑμῶν ἀκουόντων.
17私の言葉に注意深く耳を傾けよ。 私の申し立てを耳に留めよ。
18ἰδοὺ ἐγὼ ἐγγύς εἰμι τοῦ κρίματός μου, οἶδα ἐγὼ ὅτι δίκαιος ἀναφανοῦμαι·
18見よ、私は訴えを整えた。 私は自分が正しいと知っている。
19τίς γάρ ἐστιν ὁ κριθησόμενός μοι, ὅτι νῦν κωφεύσω καὶ ἐκλείψω;
19誰が私と争えるのか。 それなら、私は黙って息絶えよう。
20δυοῖν δέ μοι χρήσῃ· τότε ἀπὸ τοῦ προσώπου σου οὐ κρυβήσομαι.
20ただ二つのことだけは、私になさらないでください。 そうすれば、私はあなたの御顔を避けない。
21τὴν χεῖρα ἀπ᾿ ἐμοῦ ἀπέχου, καὶ ὁ φόβος σου μή με καταπλησσέτω.
21御手を私から遠ざけてください。 あなたの恐ろしさで、私をおびえさせないでください。
22εἶτα καλέσεις, ἐγὼ δέ σοι ὑπακούσομαι· ἢ λαλήσεις, ἐγὼ δέ σοι δώσω ἀνταπόκρισιν.
22それから、私を呼んでください。私は答えよう。 あるいは私に語らせ、あなたが答えてください。
23πόσαι εἰσὶν αἱ ἁμαρτίαι μου καὶ ἀνομίαι μου; δίδαξόν με τίνες εἰσί.
23私の不義と罪は、いったいどれほどあるのか。 私の背きと罪を知らせてください。
24διατί ἀπ᾿ ἐμοῦ κρύπτῃ, ἥγησαι δέ με ὑπεναντίον σοι;
24なぜあなたは御顔を隠し、 私を敵とみなすのか。
25ἦ ὡς φύλλον κινούμενον ὑπὸ ἀνέμου εὐλαβηθήσῃ ἢ ὡς χόρτῳ φερομένῳ ὑπὸ πνεύματος ἀντίκεισαί μοι;
25風に吹かれる木の葉を、なお脅すのか。 乾いたわらを追い回すのか。
26ὅτι κατέγραψας κατ᾿ ἐμοῦ κακά, περιέθηκας δέ μοι νεότητος ἁμαρτίας,
26あなたは私に対して苦い事柄を書き記し、 若い日の不義を私に負わせる。
27ἔθου δέ μου τὸν πόδα ἐν κωλύματι, ἐφύλαξας δέ μου πάντα τὰ ἔργα, εἰς δὲ ρίζας τῶν ποδῶν μου ἀφίκου·
27あなたは私の足を足かせにはめ、 私のすべての道を見張り、 足の裏の跡まで刻みつける。
28ὃ παλαιοῦται ἴσα ἀσκῷ ἢ ὥσπερ ἱμάτιον σητόβρωτον.
28私は腐ったもののように朽ち、 虫に食われた衣のようになる。

Tip: use the ← and → keys to turn chapters.