ΙΩΗΛ
Chapter 1

ΙΩΗΛ

Septuagint (Greek Old Te…
vs Freedom Bible (フリー…
Aa
Text size
Line width
Verse numbers
Septuagint (Greek Old Testament), second edition
Freedom Bible (フリーダム・バイブル)
1ΛΟΓΟΣ Κυρίου, ὃς ἐγενήθη πρὸς Ἰωὴλ τὸν τοῦ Βαθουήλ.
1ペトエルの子ヨエルに臨んだ主 の言葉。
2Ἀκούσατε ταῦτα, οἱ πρεσβύτεροι, καὶ ἐνωτίσασθε, πάντες οἱ κατοικοῦντες τὴν γῆν. εἰ γέγονε τοιαῦτα ἐν ταῖς ἡμέραις ὑμῶν ἢ ἐν ταῖς ἡμέραις τῶν πατέρων ὑμῶν;
2長老たちよ、これを聞け。 この地に住むすべての者よ、耳を傾けよ。 このようなことが、あなたがたの時代に起こったことがあるか。 また、あなたがたの父祖の時代にあったか。
3ὑπὲρ αὐτῶν τοῖς τέκνοις ὑμῶν διηγήσασθε, καὶ τὰ τέκνα ὑμῶν τοῖς τέκνοις αὐτῶν, καὶ τὰ τέκνα αὐτῶν εἰς γενεὰν ἑτέραν.
3このことをあなたがたの子どもたちに語れ。 子どもたちはその子どもたちに、 その子どもたちは、さらに次の世代に語り伝えよ。
4τὰ κατάλοιπα τῆς κάμπης κατέφαγεν ἡ ἀκρίς, καὶ τὰ κατάλοιπα τῆς ἀκρίδος κατέφαγεν ὁ βροῦχος, καὶ τὰ κατάλοιπα τοῦ βρούχου κατέφαγεν ἡ ἐρυσίβη.
4群がるいなごが食べ残したものを、大いなごが食べ、 大いなごが食べ残したものを、ばったが食べ、 ばったが食べ残したものを、毛虫が食べた。
5ἐκνήψατε, οἱ μεθύοντες, ἐξ οἴνου αὐτῶν καὶ κλαύσατε· θρηνήσατε, πάντες οἱ πίνοντες οἶνον εἰς μέθην, ὅτι ἐξῃ£ρθη ἐκ στόματος ὑμῶν εὐφροσύνη καὶ χαρά.
5酒に酔う者たちよ、目を覚まして泣け。 ぶどう酒を飲むすべての者よ、甘いぶどう酒を惜しんで泣き叫べ。 それはもう、あなたがたの口に入らない。
6ὅτι ἔθνος ἀνέβη ἐπὶ τὴν γῆν μου ἰσχυρὸν καὶ ἀναρίθμητον, οἱ ὀδόντες αὐτοῦ, ὀδόντες λέοντος, καὶ αἱ μύλαι αὐτοῦ σκύμνου.
6ある民が私の地に攻め上って来た。強く、数えきれないほどの民だ。 その歯は獅子の歯、 その牙は雌獅子の牙である。
7ἔθετο τὴν ἄμπελόν μου εἰς ἀφανισμὸν καὶ τὰς συκᾶς μου εἰς συγκλασμόν· ἐρευνῶν ἐξηρεύνησεν αὐτὴν καὶ ἔρριψεν, ἐλεύκανε τὰ κλήματα αὐτῆς.
7それは私のぶどうの木を荒らし、 私のいちじくの木の皮をはぎ取った。 その皮をすっかりはぎ取って投げ捨て、 枝を白くむき出しにした。
8θρήνησον πρός με ὑπὲρ νύμφην περιεζωσμένην σάκκον ἐπὶ τὸν ἄνδρα αὐτῆς τὸν παρθενικόν.
8若き日の夫を失い、 粗布をまとったおとめのように嘆け。
9ἐξῇρται θυσία καὶ σπονδὴ ἐξ οἴκου Κυρίου. πενθεῖτε, οἱ ἱερεῖς οἱ λειτουργοῦντες θυσιαστηρίῳ Κυρίου,
9穀物のささげ物と注ぎのささげ物は、主の家から断たれた。 主に仕える祭司たちは嘆いている。
10ὅτι τεταλαιπώρηκε τὰ πεδία· πενθείτω ἡ γῆ, ὅτι τεταλαιπώρηκε σῖτος, ἐξηράνθη οἶνος, ὠλιγώθη ἔλαιον.
10畑は荒れ果て、 地は嘆く。穀物は滅び、 新しいぶどう酒は干上がり、 油も尽きようとしている。
11ἐξηράνθησαν γεωργοί· θρηνεῖτε, κτήματα, ὑπὲρ πυροῦ καὶ κριθῆς, ὅτι ἀπόλωλε τρυγητὸς ἐξ ἀγροῦ·
11農夫たちよ、うろたえよ。 ぶどう畑を耕す者たちよ、泣き叫べ。 小麦と大麦を惜しんで。 畑の収穫は失われた。
12ἡ ἄμπελος ἐξηράνθη, καὶ αἱ συκαῖ ὠλιγώθησαν· ρόα καὶ φοῖνιξ καὶ μῆλον καί πάντα τὰ ξύλα τοῦ ἀγροῦ ἐξηράνθησαν, ὅτι ᾔσχυναν χαρὰν οἱ υἱοὶ τῶν ἀνθρώπων.
12ぶどうの木は枯れ、いちじくの木もしおれた。 ざくろの木も、なつめやしも、りんごの木も、 畑のすべての木が枯れた。 人々から喜びが消えうせた。
13περιζώσασθε καὶ κόπτεσθε, οἱ ἱερεῖς, θρηνεῖτε οἱ λειτουργοῦντες θυσιαστηρίῳ· εἰσέλθετε ὑπνώσατε ἐν σάκκοις λειτουργοῦντες Θεῷ, ὅτι ἀπέσχηκεν ἐξ οἴκου Θεοῦ ὑμῶν θυσία καὶ σπονδή.
13祭司たちよ、粗布をまとって嘆け。 祭壇に仕える者たちよ、泣き叫べ。 私の神 に仕える者たちよ、来て、粗布をまとったまま夜を明かせ。 穀物のささげ物と注ぎのささげ物が、あなたがたの神の家から取り去られたからだ。
14ἁγιάσατε νηστείαν, κηρύξατε θεραπείαν, συναγάγετε πρεσβυτέρους πάντας κατοικοῦντας γῆν εἰς οἶκον Θεοῦ ὑμῶν καὶ κεκράξετε πρὸς Κύριον ἐκτενῶς·
14断食を聖別し、 聖なる集会を招集せよ。 長老たちと、この地に住むすべての者を、あなたがたの神、主の家に集め、 主に叫び求めよ。
15οἴμοι, οἴμοι, οἴμοι εἰς ἡμέραν, ὅτι ἐγγὺς ἡ ἡμέρα Κυρίου καὶ ὡς ταλαιπωρία ἐκ ταλαιπωρίας ἥξει.
15ああ、その日よ。 主の日は近い。 全能者からの破滅として、迫り来る。
16κατέναντι τῶν ὀφθαλμῶν ὑμῶν βρώματα ἐξωλοθρεύθη, ἐξ οἴκου Θεοῦ ὑμῶν εὐφροσύνη καὶ χαρά.
16私たちの目の前で食物が断たれ、 私たちの神の家から喜びと楽しみが失われたではないか。
17ἐσκίρτησαν δαμάλεις ἐπὶ ταῖς φάτναις αὐτῶν, ἠφανίσθησαν θησαυροί, κατεσκάφησαν ληνοί, ὅτι ἐξηράνθη σῖτος.
17種は土の塊の下で腐り、 穀物倉は荒れ果て、 納屋は崩れた。穀物が枯れたからだ。
18τί ἀποθήσομεν ἑαυτοῖς; ἔκλαυσαν βουκόλια βοῶν, ὅτι οὐχ ὑπῆρχε νομὴ αὐτοῖς, καὶ τὰ ποίμνια τῶν προβάτων ἠφανίσθησαν.
18なんと家畜はうめいていることか。 牛の群れは牧草がなく、途方に暮れ、 羊の群れも荒れ果てている。
19πρὸς σέ, Κύριε, βοήσομαι, ὅτι πῦρ ἀνήλωσε τὰ ὡραῖα τῆς ἐρήμου, καὶ φλὸξ ἀνῆψε πάντα τὰ ξύλα τοῦ ἀγροῦ·
19主よ、私はあなたに叫び求める。 火は荒野の牧草地を焼き尽くし、 炎は野のすべての木を焼いた。
20καὶ τὰ κτήνη τοῦ πεδίου ἀνέβλεψαν πρὸς σέ, ὅτι ἐξηράνθησαν ἀφέσεις ὑδάτων καὶ πῦρ κατέφαγε τὰ ὡραῖα τῆς ἐρήμου.
20野の獣さえ、あなたを慕ってあえぐ。 水の流れは干上がり、 火は荒野の牧草地を焼き尽くした。

Tip: use the ← and → keys to turn chapters.