مزامیر 3
Old Persian Version (ترجمه قدیم)Translation
Old Persian Version (ترجمه قدیم)
Septuagint (Greek Old Testament), second edition
1ای خداوند دشمنانم چه بسیار شدهاند. بسیاری به ضد من برمی خیزند.
1Ψαλμὸς τῷ Δαυΐδ, ὁπότε ἀπεδίδρασκεν ἀπὸ προσώπου Ἀβεσσαλὼμ τοῦ υἱοῦ αὐτοῦ
2بسیاری برای جان من میگویند: «به جهت او در خداخلاصی نیست.» سلاه.
2ΚΥΡΙΕ, τί ἐπληθύνθησαν οἱ θλίβοντές με; πολλοὶ ἐπανίστανται ἐπ᾿ ἐμέ·
3لیکن توای خداوند گرداگرد من سپر هستی، جلال من و فرازنده سر من.
3πολλοὶ λέγουσι τῇ ψυχῇ μου· οὐκ ἔστι σωτηρία αὐτῷ ἐν τῷ Θεῷ αὐτοῦ. (διάψαλμα).
4به آواز خود نزدخداوند میخوانم و مرا از کوه مقدس خوداجابت مینماید. سلاه.
4σὺ δέ, Κύριε, ἀντιλήπτωρ μου εἶ, δόξα μου καὶ ὑψῶν τὴν κεφαλήν μου.
5و اما من خسبیده، به خواب رفتم و بیدارشدم زیرا خداوند مرا تقویت میدهد.
5φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, καὶ ἐπήκουσέ μου ἐξ ὄρους ἁγίου αὐτοῦ. (διάψαλμα).
6ازکرورهای مخلوق نخواهم ترسید که گرداگرد من صف بستهاند.
6ἐγὼ ἐκοιμήθην καὶ ὕπνωσα· ἐξηγέρθην, ὅτι Κύριος ἀντιλήψεταί μου.
7ای خداوند، برخیز! ای خدای من، مرابرهان! زیرا بر رخسار همه دشمنانم زدی؛ دندانهای شریران را شکستی.
7οὐ φοβηθήσομαι ἀπὸ μυριάδων λαοῦ τῶν κύκλῳ συνεπιτιθεμένων μοι.
8نجات از آن خداوند است و برکت تو بر قوم تو میباشد. سلاه.
8ἀνάστα, Κύριε, σῶσόν με, ὁ Θεός μου, ὅτι σὺ ἐπάταξας πάντας τοὺς ἐχθραίνοντάς μοι ματαίως, ὀδόντας ἁμαρτωλῶν συνέτριψας.
no verse 9 in this text
9τοῦ Κυρίου ἡ σωτηρία, καὶ ἐπὶ τὸν λαόν σου ἡ εὐλογία σου.
Tip: use the ← and → keys to turn chapters.